← 小奥林匹奥多罗斯

亚里士多德《逻辑学》导论及《范畴篇》注释

§6.6-7.31

著作的分类及普遍性著作的诸区分

作者将亚里士多德的著作粗分为个别的、普遍的以及中间的这三类,进而把普遍的著作划分为备忘录式的(单一型与多样型)和体系性的(自述式/内传的与对话式/外传的),并将自述式著作进一步细分为实践的、理论的与逻辑学的著作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#1

Τῇ ἀπαριθμήσει τῶν προκατακληθέντων δέκα κεφαλαίων διανύσαντες τὸ πρῶτον κεφάλαιον,1 ἐν ᾧ μεμαθήκαμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων λαμβάνεται, ὅτι ἑπταχῶς, φέρε καὶ ἐπὶ τὸ δεύτερον κεφάλαιον ὁδεύσωμεν, ἐπὶ τὴν διαίρεσιν τῶν Ἀριστοτέλους συγγραμμάτων φημί. τῶν τοίνυν συγγραμμάτων Ἀριστοτέλους τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξύ τῶν καθόλου καὶ τῶν κατὰ μέρος. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραπται, οἷαί εἰσιν αἱ ἐπιστολαί, ἅστινας Ἀνδρόνικός τε καὶ Ἀρτέμων συνήγαγον. καθόλου δέ ἐστι συγγράμματα ἐν οἷς τὴν τῶν πραγμάτων φύσιν ζητεῖ. μεταξὺ δὲ οἷαί εἰσιν αἱ ἱστορίαι, οἵα ἐστὶν ἡ Περὶ ζῴων ἱστορία καὶ αἱ Πολιτεῖαι σνʹ οὖσαι τὸν ἀριθμόν, ἐν αἷς τὸν βίον Ἀθηναίων καὶ ἄλλων τινῶν διηγεῖται. καὶ μὴ λεγέτω τις πρὸς ἡμᾶς ἀπορῶν τί δήποτε γέγραπται τῷ φιλοσόφῳ τοιαῦτα συγγράμματα· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τῆς ἐκείνου φιλανθρωπίας σημεῖον καθέστηκεν· τὰς γὰρ πολιτείας τῶν προτέρων ἐξέθετο, ἵνα τῶν μεταγενεστέρων τινὲς ἐντυγχάνοντες καὶ κρίνοντες ἐν τίσι μὲν χρηστῶς ἐπολιτεύσαντο ἐν τίσι δὲ οὐ χρηστῶς, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσιν. ἀλλὰ τοῖς μεταξὺ καὶ τοῖς μερικοῖς χαίρειν εἰρηκότες,2 τραπώμεθα ἐπὶ τὰ καθόλου, τούτων τὴν διαίρεσιν πολυπραγμονοῦντες. τούτων τοίνυν τῶν καθόλου τὰ μέν ἐστι ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. ὑπομνηματικὰ μέν ἐστι ὅσα κεφαλαιωδῶς καὶ μόνα εἰσὶν ἀπογεγραμμένα, ἀκαλλώπιστον δὲ τὴν φράσιν ἐκτήσαντο· ἰστέον γὰρ ὅτι οἱ παλαιοὶ συγγράψασθαί τι βουλόμενοι, ὅσα πρὸς ἀπόδειξιν ηὕρισκον τοῦ προκειμένου συγγράμματος συμβαλλόμενα, κεφαλαιωδῶς ἀπεγράφοντο. οὐ μὴν ἀλλὰ καὶ τοῖς τῶν παλαιοτέρων βιβλίοις ἐντυγχάνοντες πολλὰ τῶν νοημάτων ἐκεῖθεν ἀφῃροῦντο, ὥστε τὰ μὲν ἀληθῆ κρατύνειν ἐξελέγχειν δὲ τὰ ψευδῆ. καὶ ἡ μὲν τῶν ὑπομνηματικῶν φύσις τοῦτον ἔχει τὸν τρόπον. συνταγματικὰ δὲ καλοῦμεν ὅσα μετὰ τῶν νοημάτων καὶ λέξιν ἔχει κεκοσμημένην καὶ φράσιν κεκαλλωπισμένην πρέπουσαν τοῖς συγγράμμασιν, ὥστε τούτῳ διαφέρει τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τῷ τὰ μὲν ἀκαλλώπιστον τὴν φράσιν ἔχειν τὰ δὲ μετὰ τῶν ἐνθυμημάτων τῶν δεόντων κεκαλλωπισμένην τὴν φράσιν ἔχειν. Τούτων τοίνυν τῶν ὑπομνηματικῶν τὰ μέν ἐστι μονοειδῆ τὰ δὲ ποικίλα· μονοειδῆ μὲν ὅσα πρὸς ἓν πεποίηται πρόσωπον, ποικίλα δὲ ὅσα πρὸς πλείονα ἀποτείνεται πρόσωπα. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστιν αὐτοπρόσωπα τὰ δὲ διαλογικά. καὶ αὐτοπρόσωπα μὲν ὅσα ἀπὸ τοῦ ἰδίου προσώπου προήνεγκεν, διαλογικὰ δὲ ὅσα δραματιωδῶς ἐστι κατεσκευασμένα κατὰ πεῦσίν τε καὶ ἀπόκρισιν πλειόνων προσώπων. ἀλλ’ ἐπειδὴ τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὀνομάζεται τὰ δὲ αὐτοπρόσωπα καὶ ἀκροαματικά, φέρε εὐλόγως ζητήσωμεν πόθεν τὴν τοιαύτην προσηγορίαν ἐκτήσαντο. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὠνομάσθη, διότι τὰ μὴ πρέποντα τῷ ἑαυτοῦ σκοπῷ ἐν τούτοις ἐκτίθεται. οὕτως ἔλεγε καὶ ὁ Ἀλέξανδρος διὰ τὸ μὴ βούλεσθαι αὐτὸν λέγειν τὴν ψυχὴν ἀθάνατον, καὶ ταῦτα Ἀριστοτέλους ἐκεῖσε βοῶντος τὴν ἀθανασίαν τῆς ψυχῆς.3 ὡς οὖν εἴρηται, ἵνα μὴ ἀναγκασθῇ Ἀλέξανδρος λέγειν τὴν ψυχὴν ἀθάνατον, πρεσβεύων αὐτὴν εἶναι θνητήν, ἐξωτερικὰ ἐκεῖνα ἔλεγεν ὀνομάζεσθαι, ἐν οἷς μὴ τὰ δοκοῦντα αὐτῷ λέγει ὁ Ἀριστοτέλης. καὶ ταῦτα μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ἐλέγομεν ὅτι ἐξωτερικὰ ταῦτα ὠνόμασται, ὅσα πρὸς τοὺς ἐπιπολαίως γέγραπται καὶ μὴ γνησίως φιλοσοφοῦντας. τοιαῦτα δέ ἐστι τὰ ἔχοντα σαφεστέραν τὴν φράσιν, τὰ μὴ ἀποδεικτικῇ ἐπιστήμῃ ὑποβαλλόμενα, ἀλλὰ μᾶλλον πιθανοῖς λόγοις κεκαλλωπισμένα, καὶ πρὸς ἐπὶ τούτοις τὴν ἀνάτασιν ἔχοντα πρὸς ἔνδοξα πρόσωπα. καὶ ταῦτα μὲν ἱκανὰ περὶ τῆς κλήσεως τῶν διαλογικῶν, διὰ τί ἐξωτερικὰ καλοῦνται. τὰ δὲ αὐτοπρόσωπα καλοῦνται καὶ ἀκροαματικά. τοιούτῳ δὲ ὀνόματι προσηγορεύθησαν, διότι μόνοις τοῖς ἐρασταῖς φιλοσόφοις καὶ πολλοὺς κατορθώσασιν λόγους πεποίηνται πρὸς ἀκρόασιν. Τούτων τῶν αὐτοπροσώπων τὰ μὲν συμβάλλονται πρὸς αἵρεσιν καὶ φυγήν, τοῦ μὲν ἀγαθοῦ αἵρεσιν τοῦ δὲ κακοῦ φυγήν, καὶ ποιοῦσιν τὰ πρακτικά, τὰ δὲ πρὸς ἀληθείας γνῶσιν καὶ ποιοῦσι τὰ θεωρητικά, τὰ δὲ πρὸς ἀμφότερα ταῦτα, πρὸς διάκρισιν ἀληθείας καὶ ψεύδους φημὶ καὶ ἀγαθοῦ καὶ κακοῦ, καὶ ποιοῦσι πάντα τὰ συγγράμματα τὰ λογικά. ἀπό τε οὖν τῶν θεωρητικῶν τε καὶ τῶν πρακτικῶν τῇ διαιρέσει τῆς φιλοσοφίας κεχρήμεθα, λέγοντες ὅτι τῶν θεωρητικῶν τὰ μέν ἐστι φυσικὰ τὰ δὲ θεολογικὰ τὰ δὲ μαθηματικά.

在我们对预先提及的十个要目的列举中,既然已经完成了第一目——在其中我们了解了各学派的名称是从何而来的,即有七种方式——那么来吧,让我们也走向第二目,我是指对亚里士多德著作的划分。那么,在亚里士多德的著作中,有些是局部的(个别的),有些是普遍的,有些则介于普遍与个别之间。个别的著作,就是专门针对某些特定人物写成的,例如安德罗尼柯和阿耳忒蒙所汇集的书信。普遍的著作,则是他在其中探求事物本性的著作。介于两者之间的,则是诸如调查记录(历史)之类的著作,例如《动物志》以及数目达二百五十部的《城邦政制》,在这些著作中他记述了雅典人及其他某些城邦的生活。并且任何人都不应带着疑惑向我们发问:究竟为何哲学家会撰写这类的著作?因为我将对他说,这也是那个人热爱人类(博爱)的标记。因为他阐明了前人的政制,是为了让后世的某些人在阅读并评判他们在哪些方面治理得好、在哪些方面治理得不好之后,能够选取前者而避开后者。但是,在向介于两者之间者以及个别者告别之后,让我们转向普遍的著作,探究它们的划分。那么在这些普遍的著作中,有些是备忘录式的(笔记式的),有些是体系性的(专论式的)。备忘录式的,是那些仅以提纲挈领的方式记录下来、且文辞不加修饰的著作;因为应当知道,古人在想要撰写某物时,凡是发现有助于论证所设定论题的材料,都会提纲挈领地记录下来。不仅如此,他们研读更古之人的书籍,并从中采录许多思想,以便确立真实者而驳斥虚假者。备忘录式著作的本性便是如此。我们称之为体系性的,则是那些在思想之外,还具有整饬的用词和适合著述的华美文辞的著作,因此备忘录式的著作与体系性的著作在此点上有所不同:前者具有不加修饰的文辞,而后者在具备必要构思的同时还具有华美的文辞。那么在这些备忘录式的著作中,有些是单一型的,有些是多样型的;单一型的是针对单一人物作出的,多样型的则是面向多个人物作出的。在体系性的著作中,有些是自述式的(以作者本人身份写的),有些则是对话式的。自述式的是他以自己的人格(身份)发表的,而对话式则是依据多个人物的发问与回答如戏剧般建构而成的。但是,既然对话式的著作也被称为外传的(通俗的),而自述式的著作也被称为内传的(听讲用的),来吧,让我们合乎情理地探究它们究竟因何获得了这样的称号。有些人便说,对话式的著作之所以被称为外传的,是因为在其中阐述了不合乎他自身意图(主旨)的内容。亚历山大也是这样说的,这是因为他自己不愿主张灵魂是不朽的,而且这还是在亚里士多德于彼处(对话录中)高呼灵魂不朽的情况下说的。如前所述,为了不被迫主张灵魂是不朽的(因为亚历山大主张灵魂是有死的),他便说那些并非表达亚里士多德自己看法的著作被称为外传的。关于他们且说这么多。而我们则说,凡是面向那些肤浅、非真正从事哲学的人所写的著作,都被称为外传的。这类著作具有更加明晰的文辞,不隶属于论证性的科学,而是更多地以具说服力的论证加以修饰,此外其指向也是面向著名人物的。关于对话式著作的称呼,即它们为何被称为外传的,这些就足够了。而自述式的著作也被称为内传的(听讲用的)。它们之所以被冠以这样的名称,是因为它们仅仅是为那些作为哲学爱好的、完成了诸多论证的人的听讲而作成的。在这些自述式的著作中,有些有助于选择与回避——即对善的选择与对恶的避开——并构成了实践性的著作;有些有助于认识真理,并构成了理论性的著作;有些则有助于这两者——我是指对真与假、以及对善与恶的辨析——并构成了全部逻辑学著作。因此,从理论性著作和实践性著作出发,我们运用了哲学的划分,主张在理论性著作中,有些是物理学的(自然哲学的),有些是神学的,有些则是数学的。

语法注3 条
  1. 3.0Τῇ ἀπαριθμήσει τῶν προκατακληθέντων δέκα κεφαλαίων διανύσαντες τὸ πρῶτον κεφάλαιον

    主格复数分词 διανύσαντες 与省略的第一人称复数主语(对应后文的劝勉式虚拟语气 ὁδεύσωμεν)相一致,充当时间或原因副词从句。与格短语 Τῇ ἀπαριθμήσει 充当手段与格(“通过列举”)或范围/关联与格(“在……列举中”)。

  2. 3.0χαίρειν εἰρηκότες

    习语 χαίρειν λέγω 支配与格补足语(此处为 τοῖς μεταξὺ καὶ τοῖς μερικοῖς),意为“向……道别”或“把……置于一旁、弃置不顾”。主格复数的完成时主动分词修饰劝勉式动词 τραπώμεθα 的主语。

  3. 3.0καὶ ταῦτα Ἀριστοτέλους ἐκεῖσε βοῶντος τὴν ἀθανασίαν τῆς ψυχῆς

    习惯表达 καὶ ταῦτα 与分词或属格绝对结构(此处为 Ἀριστοτέλους ... βοῶντος)结合,表示让步或追加强调(“而且这还是在……情况下/尽管……”),在此突出了阿芙洛狄西亚的亚历山大之解释的勉强性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:6.6-7.31