← 小奥林匹奥多罗斯

亚里士多德《逻辑学》导论及《范畴篇》注释

§4.20-6.4

反驳不可把握论与学派命名七种方式的论证

奥林匹奥多鲁斯反驳了悬搁派主张不可把握性的论据,解释了源于目的(享乐派)与偶然活动(漫步派)的学派命名,并通过划分法论证了哲学家学派命名的七种方式穷尽无遗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#3

φαμὲν τοίνυν ὡς τοιούτων λόγων κεχρημένοι ἐπρέσβευον ἀκαταληψίαν· ἔλεγον γὰρ ὡς δεῖ τὸ γιγνῶσκον ἐφαρμόζειν τῷ γιγνωσκομένῳ· ἀλλ’ εἰ μέλλοι, φασίν, ἐφαρμόζειν τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ, δεῖ στάσιμον εἶναι καὶ βέβαιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ γιγνωσκόμενον· εἰ δὲ καὶ κινοῖτο, δεῖ συγκινεῖσθαι καὶ μεταβαίνειν τὸ γιγνῶσκον μετὰ τοῦ γιγνωσκομένου. ἀλλὰ μὴν τὰ μὲν γιγνωσκόμενα, τοῦτ’ ἔστι τὰ πράγματα, ῥευστὰ καὶ μεταβλητὰ καὶ οὐ μόνιμα τυγχάνει, ἡ δὲ ψυχὴ ἡ ταῦτα γιγνώσκουσα οὔτε κινεῖται οὔτε συνακολουθεῖ τούτοις· δῆλον ἄρα ὅτι οὐκ ἔστι κατάληψις. ταύτης μὲν οὖν τῆς ἐννοίας ἐχόμενοι τοιούτῳ λόγῳ ἐκέχρηντο πρὸς πίστιν τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ὡς οὐκ ὀρθὰ πρεσβεύετε μὴ λέγοντες συγκινεῖσθαι τοῖς πράγμασι τὴν ψυχήν· ὅτι μὲν γὰρ οὐκ ἔχει στάσιν τὰ γεννητὰ καὶ φθαρτὰ δῆλον, ὡς καὶ αὐτὴ ἡ φύσις τῶν πραγμάτων μαρτυρεῖ καὶ ἔτι μέντοι γε τὸ ἀπόφθεγμά τινος ἀρχαίου τὸ λέγον ὅτι ὃν τρόπον ἀδύνατόν ἐστιν ἐν τῷ αὐτῷ ποταμῷ δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν χρόνον κατὰ τὸ αὐτὸ ὑποκείμενον (καὶ τί λέγω, φησὶν ἕτερος, [εἶπεν] ὅτι οὐ δυνατὸν δὶς ἐμβῆναι εἰς τὸ αὐτὸ ὕδωρ, ὅπου γε καὶ οὐδὲ ἅπαξ; ἄλλῳ γὰρ ὕδατι κλύζονται μέν, εἰ τύχοι, δάκτυλοι ἄλλῳ δὲ πούς), οὕτως οὐδὲ τὰ πράγματα δυνατὸν στάσιν ἔχειν, ἀλλὰ μεταβάλλεσθαι ἀεί. τὴν δὲ ψυχὴν εὑρίσκομεν ὅτι μὴ μόνον κατόπιν ἐρχομένην τῶν πραγμάτων ἀλλὰ καὶ τῇ ὀξύτητι τῆς κινήσεως ἔστιν ὅτε καὶ προλαμβάνουσαν,1 ὡς δηλοῦσιν αἱ μαντεῖαι καὶ αἱ προρρήσεις τῶν ἡλιακῶν, εἰ τύχοι, ἐκλείψεων· ταῦτα γὰρ σημεῖά ἐστι προγιγνωσκούσης ψυχῆς τὰ πράγματα. Οὕτω μὲν οὖν ἀπὸ τοῦ τρόπου τῆς γνώσεως ὀνομάζονται αἱρέσεις. ἔστι δὲ ὅτι ἀπὸ τοῦ τέλους ἐκαλοῦντο αἱ αἱρέσεις, ὡς οἱ καλούμενοι Ἡδονικοί· οὗτοι γὰρ τέλος τιθέμενοι εἶναι τὴν ἡδονὴν τῆς φιλοσοφίας καὶ πάντων τῶν ὄντων, ἡδονὴν δὲ οὐ τὴν αἰσχρὰν οὔτε τὴν τοῖς πολλοῖς ἐγνωσμένην, μετειλήφασι τοῦ ὀνόματος καὶ ἐκαλοῦντο Ἡδονικοί. ἀλλ’ ἰστέον ὅτι οὐ καλῶς τὴν ἡδονὴν ἐτίθεντο τέλος εἶναι· τέλος γάρ ἐστιν ἡ εὐδαιμονία. ἡ δὲ εὐδαιμονία τριχῶς θεωρεῖται· καὶ περὶ ψυχήν, ὅτι ἐπανθεῖ ταύτῃ ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη, καὶ περὶ σῶμα, ὅτι εὐεξίας μετέχει πρὸς τὸ ταῖς ψυχικαῖς ὑπουργεῖν ἀρεταῖς, καὶ πρὸς τὰ ἐκτός, ὅτι * * τις εὐδαίμων καθέστηκεν. ἡμεῖς δὲ τὴν ἡδονὴν οὐ τέλος φαμὲν ἀλλὰ τῷ τέλει ἑπομένην, ὥσπερ τὴν σκιὰν λέγομεν ἕπεσθαι τοῖς φωτιζομένοις σώμασιν, ὁπόταν μὴ κατὰ κορυφῆς ᾖ ὁ ἥλιος. ἀπὸ δὲ συμβεβηκότος φαμὲν ὀνομάζεσθαι τὰς αἱρέσεις, ὡς Περιπατητικούς φαμεν. Περιπατητικοὶ δὲ ὠνομάσθησαν ἀπό τινος αἰτίας τοιοῦτον ἐχούσης τὸν τρόπον· ὁ θεῖος Πλάτων οἰόμενος ἔχειν τὸ σῶμα ὑγιὲς καὶ ἀνεμπόδιστον πρὸς τὰς τῆς ψυχῆς ἐνεργείας, κινούμενος τὴν πρὸς τοὺς ἑταίρους ἐποιεῖτο συνουσίαν. τελευτήσαντος δὲ τούτου διεδέξαντο τὴν διατριβὴν αὐτοῦ Ξενοκράτης καὶ Ἀριστοτέλης, [καὶ] οἱ τούτου μαθηταί. καὶ ὁ μὲν Ξενοκράτης ἐπαίδευεν ἐν Ἀκαδημίᾳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Ἀκαδημαϊκὸς Περιπατητικός, ὁ δὲ Ἀριστοτέλης ἐν τῷ Λυκείῳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Λύκειος Περιπατητικός. ὕστερον τοῖς μὲν Ξενοκράτους ἔλειψεν ἡ ἐνέργεια2 καὶ ἐκλήθησαν μόνως Ἀκαδημαϊκοί, τοῖς δὲ Ἀριστοτέλους ὁ τόπος καὶ ἐκλήθησαν μόνως Περιπατητικοί. καὶ εἰκότως οὐκ ἔλειψεν ἡ ἐνέργεια τούτοις· ἔπρεπεν γὰρ Ἀριστοτέλει τῶν δογμάτων τοῦ διδασκάλου ἀνάπλεῳ ὄντι καὶ τῆς προσηγορίας αὐτοῦ τυχεῖν. καὶ ἐν τούτοις πληροῦται καὶ ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων ἑπταχῶς ληφθεῖσα. καὶ ἵνα δείξωμεν ὅτι οὐδὲ πλέον οὐδὲ ἔλαττον δύναται εἶναι ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων, προέλθωμεν ἐκ διαιρέσεως οὕτως· ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων λαμβάνεται ἢ ἀπὸ συμβεβηκότος ἢ ἀπὸ διανοίας. ἀπὸ συμβεβηκότος, ὥσπερ οἱ Περιπατητικοί, ἀπὸ δὲ διανοίας ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πραγμάτων. καὶ ἀπὸ προσώπου ἢ ἀπὸ ὀνομάτων, ὥσπερ λέγονται Πυθαγόρειοι, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἢ ὅθεν προῆλθον, ὥσπερ οἱ Κυρηναϊκοὶ καὶ Ἐρετριακοί. ἀπὸ δὲ πραγμάτων ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοί, ἢ ἀπὸ τοῦ τρόπου τῆς γνώσεως, ὥσπερ οἱ Ἐφεκτικοί, ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί. καὶ αὕτη ἐστὶν ἡ διαίρεσις ἡ δεικνύουσα ὅτι εἰκότως ἑπτά εἰσιν αἱ ἐπωνυμίαι τῶν φιλοσόφων αἱρέσεων. διὸ καὶ ἡμεῖς τοῦ συμμέτρου στοχαζόμενοι ἐπ’ αὐτῇ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν.

因此我们说,他们乃是运用了这样的论证来主张不可把握性的。因为他们说,认识者必须与被认识者相契合。他们说,但如果认识者将要与被认识者相契合,被认识者就必须是静止的、稳固的、始终保持同一状态的;但若它在运动,认识者就必须与被认识者一同运动并随之转变。然而,被认识者——也就是事物——恰恰是流动、易变且非恒常的,而认识这些事物的灵魂既不运动,也不随同它们;因此显而易见,把握是不存在的。于是他们执持这一观念,为了确立他们那拙劣的学派而运用了这样的论证。 然而可以对他们说:你们说灵魂不与事物一同运动,这并不是正确的主张。因为,生灭之物不具有静止是显而易见的,不仅事物自身的本性为此作证,某位古人的格言也作证说:正如在同一时间就同一基底而言不可能两次踏入同一条河流(“我为什么还要说,”另一人说,“不可能两次踏入同一片水呢,连一次也不可能啊!因为举例来说,脚趾是被一片水冲洗,而脚则是被另一片水冲洗”),同样,事物也不可能具有静止,而是始终在变化。但我们发现灵魂不仅跟随在事物之后,而且凭借其运动的敏捷有时甚至能予以预先把握,正如占卜以及例如对日食的预报所表明的那样;因为这些都是灵魂预先认识事物的迹象。 学派正是这样由认识的方式而得名的。此外,学派也有由目的而得名的,例如所谓的享乐派。因为这些人将哲学的以及一切存在者的目的设定为快乐——既非可耻的快乐,亦非众人所知晓的快乐——,便获得了这个名称并被称为享乐派。但应当知道,他们将快乐设定为目的并不妥当;因为目的是幸福。而幸福乃从三方面被考察:关乎灵魂的,在于真理与正义在其中焕发;关乎身体的,在于它具有良好的体魄以侍奉灵魂的德性;关乎外在事物的,在于[……]某人被确立为幸福的。然而我们说,快乐并不是目的,而是伴随着目的的东西,正如我们说,只要太阳不在头顶正上方,影子就伴随着被照亮的身体。 我们说,学派由偶性而得名,正如我们说到漫步派(逍遥派)时那样。逍遥派乃是出于如此方式的某种原因而得名:神圣的柏拉图认为应当使身体保持健康且不妨碍灵魂的活动,便在走动中与同伴们进行交往。当他去世后,他的弟子色诺克拉底与亚里士多德继承了他的学舍。色诺克拉底在学园中讲授,与跟随他的人一同被称为“学园漫步派”;亚里士多德则在吕刻昂讲授,与跟随他的人一同被称为“吕刻昂漫步派”。后来,色诺克拉底的后学缺乏了这种活动,便仅仅被称为“学园派”;而亚里士多德的后学则失去了那处场所,便仅仅被称为“漫步派”。他们未曾失去这种活动也是合乎情理的;因为亚里士多德充满了他老师的学说,获得老师的称号也是恰当的。 至此,以七种方式被把握的哲学家学派的称号便宣告完备。为了让我们表明哲学家学派的称号既不能多也不能少,让我们通过划分法作如下推进:哲学家学派的称号要么由偶性获得,要么由思虑获得。由偶性获得的,正如漫步派;由思虑获得的,要么出于人,要么出于事物。出于人的,要么出于名称(正如他们被称为毕达哥拉斯派),要么出于他们讲授的场所(正如斯多亚派),要么出于他们所来自的故乡(正如居勒尼派与厄勒特里亚派)。出于事物的,要么出于生活的方式(正如犬儒派),要么出于认识的方式(正如悬搁派),要么出于目的(正如享乐派)。这便是表明哲学家学派的称号理所当然为七个的划分。因此,我们为了保持适度,也就在此处结束当前的探讨吧。

语法注2 条
  1. 2.0τὴν δὲ ψυχὴν εὑρίσκομεν ὅτι μὴ μόνον κατόπιν ἐρχομένην τῶν πραγμάτων ἀλλὰ καὶ τῇ ὀξύτητι τῆς κινήσεως ἔστιν ὅτε καὶ προλαμβάνουσαν

    这是一个带有前置预取(prolepsis)的混合句式(破格结构,anacoluthon):τὴν ψυχήν 作为主句动词 εὑρίσκομεν 的宾格被提前,本应作为 ὅτι 从句的主格,且在 ὅτι 之后并未出现限定动词,而是接以宾格分词(ἐρχομένην ... προλαμβάνουσαν)。

  2. 2.0τοῖς μὲν Ξενοκράτους ἔλειψεν ἡ ἐνέργεια

    在 τοῖς μὲν Ξενοκράτους 中,统辖属格 Ξενοκράτους 的中心名词(如 ἑταίροις 或 μαθηταῖς,“门徒/追随者”)被省略,该与格短语作为动词 ἔλειψεν(“匮乏”、“缺乏”)所支配的受损与格使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:4.20-6.4