- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:2.39-4.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗完成了对哲学的十个预备事项的划分法推导,并进而考察第一项,即哲学各学派名称的七种来源。在论及源自认识方式的名称时,他阐述了怀疑派的不可把握性说及其“阿波罗三脚器”论法,并记载了柏拉图、亚里士多德与盖伦对他们的反驳。
εἰ δὲ καθ’ ἑαυτήν ἐστι, καὶ λέξιν ἔχει καὶ διάνοιαν· καθὸ μὲν οὖν λέξιν ἔχει, ποιεῖ ἄλλα δύο τινὰ κεφάλαια, ποῖόν τι τὸ εἶδος τῆς ἀπαγγελίας καὶ διὰ τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος. καθὸ δὲ διάνοιαν ἔχει, ποιεῖ τὸ τελευταῖον κεφάλαιον, τὸ ζητοῦν πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἐπὶ τῆς Ἀριστοτέλους φιλοσοφίας ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. οὐκοῦν ἐπειδὴ ἐδείξαμεν ἀναγκαῖα δέκα μόνον ὄντα τὰ ζητούμενα τῇ διαιρετικῇ μεθόδῳ, φέρε ἐπεξέλθωμεν ἕκαστον τῶν εἰρημένων πολυπραγμονοῦντες τὴν φύσιν αὐτοῦ. καὶ τέως ἐπεξέλθωμεν τῷ πρώτῳ κεφαλαίῳ τῷ παραγγέλλοντι δεῖν ζητῆσαι πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων τῶν φιλοσόφων. Λαμβάνονται τοίνυν ἑπταχῶς τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων· ἢ ἀπὸ τῶν αἱρεσιαρχῶν, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ἢ ἐκ τοῦ τόπου ἔνθα ἐπαίδευον, ἢ ἐκ τοῦ εἴδους καὶ τοῦ τρόπου τῆς ζωῆς, ἢ ἐκ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ἢ ἀπό τινος συμβεβηκότος, ἢ ἀπὸ τοῦ τέλους. ἀπὸ μὲν τῶν αἱρεσιαρχῶν, ὡς ὅταν εἴπωμεν Πυθαγορείους, Δημοκριτείους, Ἐπικουρείους ἔκ τε Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου, οἵτινες τῆς τούτων προκατήρξαντο αἱρέσεως. ἀπὸ δὲ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὡς ἡ Κυρηναϊκὴ λέγεται φιλοσοφία ἀπὸ Ἀριστίππου τοῦ Κυρηναϊκοῦ καὶ Ἐρετριακὴ ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως καὶ Μεγαρικὴ φιλοσοφία ἀπὸ Εὐκλείδου καὶ Τερψίωνος τῶν Μεγαρέων. ἀπὸ δὲ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὡς Στωϊκοὶ ὀνομάζονται διὰ τὸ ἐν τῇ ποικίλῃ στοᾷ Ζήνωνα διατρίβοντα παιδεύειν, ἐκεῖσε ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἡ τούτου λέληχεν αἵρεσις. ἀπὸ δὲ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν φιλόσοφοι διὰ δύο τινὰς αἰτίας· ἢ ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἔζων, δίκην κυνῶν ἐσθίοντες ἐπ’ ἀγορᾷ καὶ πίνοντες καὶ ἐν πίθοις καθεύδοντες καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα ἀπροφύλακτον ποιοῦντες, ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ,1 ἢ διότι ὥσπερ κύνες ὑλακτοῦσιν μὲν πρὸς τοὺς ξένους σαίνουσι δὲ πρὸς τοὺς οἰκείους, οὕτω καὶ οὗτοι τοὺς μὲν ἀξίους φιλοσοφίας ἀπεδέχοντο καὶ προθύμως ἠγάπων τοὺς δὲ ἀναξίους φιλοσοφίας καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι αὐτῆς λόγῳ ἀπωθοῦντο καὶ ἐδίωκον. τούτου οὖν χάριν διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικὸν Κυνικοὶ ὠνομάσθησαν· ἀμέλει τοι καὶ ὁ Πλάτων φησὶ περὶ αὐτῶν ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον’. ἀπὸ δὲ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ὠνομάσθησαν αἱρέσεις, ὥσπερ φαμὲν τοὺς Ἐφεκτικούς, οἵτινες περὶ τὴν τῶν πραγμάτων φύσιν καταγιγνόμενοι καὶ ταύτην ζητοῦντες καὶ μὴ δυνηθέντες ταύτην κατορθῶσαι ἀκαταληψίαν ἐνόουν. πρὸς ἐπὶ ταύτῃ δὲ ἔλεγον καὶ ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθές ἐστι. τούτων καὶ ἡ τρίπους ἡ καλουμένη Ἀπόλλωνος ἦν. τρίπους δὲ Ἀπόλλωνος ἐλέγετο, διότι περὶ παντὸς πράγματος ἐρωτώμενοι τὴν ἀπόκρισιν ἐποιοῦντο τριπλῆν, λέγοντες ἢ ἀμφότερα εἶναι ἢ οὐδέτερον ἢ τὸ ἕτερον, οἷον ὡς ἔχει ἐπὶ τῆς ψυχῆς· ἐρωτώμενοι γάρ, εἰ τύχοι, τί ἐστιν ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἀποκρίνονται λέγοντες ὅτι ἢ ἀμφότερα, τοῦτ’ ἔστι θνητὴ καὶ ἀθάνατος, ἢ οὐδέτερον, οὐδὲ θνητὴ οὐδὲ ἀθάνατος, ἢ τὸ ἕτερον· καὶ τοῦτο διχῶς, ἢ θνητὴ ἢ ἀθάνατος. ταῦτα τοίνυν ἐκείνων λεγόντων ὁ θεῖος Πλάτων καὶ Ἀριστοτέλης ἐλέγχοις δυσωποῦσιν τὴν αἵρεσιν τούτων, ὁ μὲν Πλάτων λέγων οὕτως· ὑμεῖς οἱ πρεσβεύοντες ἀκαταληψίαν ἢ ἐπέγνωτε ὅτι ἔστιν ἀκαταληψία ἢ οὐκ ἔγνωτε· εἰ μὲν οὖν μὴ ἔγνωτε, πῶς ὑμῖν πιστεύσωμεν ἀπὸ γνάθων ἀποφαινομένοις;2 εἰ δὲ ἔγνωτε ὅτι ἀκαταληψία ἔστιν, ἰδοὺ πάλιν ἔστι κατάληψις· κατελάβετε γὰρ ὅτι ἔστιν ἀκαταληψία. ὁ δὲ Ἀριστοτέλης πρὸς Πρωταγόραν οἰόμενον, ὡς εἴρηται, τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθὲς εἶναι, ταυτί φησιν· εἴ τε ψεύδεται3 Πρωταγόρας, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας, ψεύδεται· εἴ 〈τε〉 γὰρ ψεύδεται λέγων Πρωταγόρας ἀκαταληψίαν, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας λέγων ὅτι πᾶς ὁστισοῦν πρεσβεύει τι περί τινος ἀληθεύει, δοξάζομεν δὲ ἡμεῖς ὅτι ἔστι κατάληψις, οὐκοῦν δῆλον ὅτι ἀληθῶς καὶ ἔστι κατάληψις· εἰ δὲ ἔστι κατάληψις, ψεύδεται Πρωταγόρας. ὁ δὲ Γαληνὸς ἐλέγχει τούτους ἀπὸ τῆς ἐναργείας, λέγων ὅτι ‘εἰ μὴ ἔστι κατάληψις καὶ ἔστι ὡρισμένη ἡ φύσις τῶν πραγμάτων, τί δήποτε ὕδωρ μὲν ζητοῦντες οὐκ ἐπὶ κάμινον βαδιούμεθα, τροφὴν δὲ ὁμοίως ζητοῦντες οὐκ ἐπὶ θάλατταν βαδιούμεθα;’ ἀλλ’ ἐπειδὴ ἱκανοὶ ἔλεγχοι εἴρηνται πρὸς αὐτούς, φέρε ζητήσωμεν ἀπὸ ποίας ἐννοίας ὁρμώμενοι ἐπρέσβευσαν ἀκαταληψίαν εἶναι.
但如果它是依其自身,它就同时具有文辞与思想。因此,就它具有文辞而言,它构成了另外两个章节,即叙述的形式究竟如何,以及为何哲学家蓄意采取晦涩。而就它具有思想而言,它构成了最后一章,即探求在亚里士多德哲学中,针对亚里士多德的每部著作应当预先说明多少项以及哪些事项。因此,既然我们通过划分法表明了所探求的事项唯独十项是必然的,来吧,让我们在深入考查其本性的同时,逐一考察所说的每一项。暂且让我们考察第一章,该章吩咐必须探求哲学家各学派的名称源自何处。于是,哲学家各学派的名称乃是通过七种方式获得的:要么源自学派的创立者,要么源自学派创立者的故乡,要么源自他们讲授的地方,要么源自生活的形态与方式,要么源自认识的方式——也就是在从事哲学时的判断——,要么源自某种偶性,要么源自目的。源自学派创立者,正如当我们由毕达哥拉斯、德谟克利特和伊壁鸠鲁而称他们为毕达哥拉斯派、德谟克利特派、伊壁鸠鲁派时那样,这些人开创了他们各自的学派。源自开创者的故乡,正如因居勒尼的阿里斯提波而被称作居勒尼派哲学,因厄勒特里亚的墨涅德谟而被称作厄勒特里亚派哲学,因麦加拉人欧几里得与忒耳普西翁而被称作麦加拉派哲学。源自他们讲授的地方,正如斯多亚学派是由于芝诺在画廊(斯多亚·波伊基勒)中流连讲授而得名,他的学派正是在那里获得了其称号。源自生活的形态,正如犬儒派哲学家。犬儒派哲学家被如此称呼乃是基于两个原因:要么是因为他们如同狗一样在广场上吃喝,在木桶中睡觉,并且简而言之毫无戒备地做其他事,否定约定的美优于自然的美,从而朴素而随心所欲地生活;要么是因为正如狗对陌生人吠叫而对自家人摇尾巴一样,他们也接纳并热情地喜爱配得上哲学的人,而对配不上哲学且不能进入其内部的人以言说予以排斥和驱逐。于是,由于这个缘故,因着直言不讳与善于反驳的品格,他们被命名为犬儒派;诚然,就连柏拉图谈到他们时也说:“狗也具有某种哲学性的东西。” 源自认识的方式——也就是在从事哲学时的判断——各学派被命名,正如我们说到存疑派(悬搁判断派)时那样,他们专注于事物的本性并探求它,但在无法达成时便构想了不可把握性。此外,他们还说显现在各人面前的事物就是真实的。所谓的阿波罗三脚器也是属于他们的。之所以被称为阿波罗三脚器,是因为当被问及任何事物时,他们都会做出三重回答,说要么二者皆是,要么二者皆非,要么是其中之一;正如在灵魂的情况中所呈现的那样。因为若恰巧被问及灵魂是什么、是有死的还是不死的,他们回答说要么二者皆是,即有死的且不死的;要么二者皆非,既非有死也非不死;要么是其中之一;而这又有两种情况,要么是有死的,要么是不死的。当他们谈论这些时,神圣的柏拉图和亚里士多德便用反驳使他们的学派折服,柏拉图这样说:“你们这些主张不可把握性的人,究竟是认识到了存在不可把握性,还是未曾认识?如果未曾认识,我们怎能相信你们这些信口开河断言的人?但如果你们认识到了存在不可把握性,看哪,又存在把握了;因为你们把握了存在不可把握性。” 亚里士多德则针对如前所说认为显现在各人面前的事物就是真实的普罗泰戈拉这样说:“如果普罗泰戈拉是在说谎,他是在说谎;如果普罗泰戈拉说的是真话,他是在说谎。因为如果普罗泰戈拉通过主张不可把握性而说谎,他是在说谎;而如果普罗泰戈拉通过说任何人在任何事上主张任何东西都是说真话而说真话,而我们断定存在把握,那么显然真正地也存在把握;但如果存在把握,普罗泰戈拉就是在说谎。” 盖伦则从明证性出发反驳他们,说:“如果不存在把握且事物的本性不是确定的,那么我们求水时为何不走向火炉,同样求食时为何不走向大海呢?” 然而,既然针对他们已经陈述了充分的反驳,来吧,让我们探求他们是本着何种观念而主张存在不可把握性的。
- 2.0ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ
分词 ἀρνούμενοι 与主语(犬儒派)一致,并支配随后的带不定式结构 κρεῖττον εἶναι...。其中 τοῦ φύσει καλοῦ 为从属于比较级 κρεῖττον 的比较属格,句意为“否定约定之美优于自然之美”。
- 2.0ἀπὸ γνάθων ἀποφαινομένοις
惯用表达。“从下颌断言”意指全无理性或理智根据、单凭口舌信口开河断言。分词 ἀποφαινομένοις 为与格,修饰前面的 ὑμῖν(πιστεύσωμεν 的宾语)。
- 2.0εἴ τε ψεύδεται Πρωταγόρας, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας, ψεύδεται
亚里士多德针对普罗泰戈拉相对主义所用的自涉两难论驳的概括。其句法呈现为双重条件句 εἴτε... εἴτε...,两个分支均导出相同的后件(ψεύδεται)。后续语句具体论证了该两难推理的两个分支。
