- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:1.3-2.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗在注释《范畴篇》之前,将预备事项划分为著作、方法(逻辑学)与整个哲学三个层面,并通过科学与技艺的类比论证了必须从亚里士多德哲学的十项预备问题着手。随后,他运用柏拉图的划分法,开始系统地推导这十个项目为何不多不少、必然完备。
Ἐπειδὴ πηγῆς ἐθέλομεν ἀπολαύειν ἀγαθῶν, σπουδὴ παρὰ ἡμῖν τῆς Ἀριστοτέλους φιλοσοφίας ἀντέχεσθαι, τῇ τῶν ἀγαθῶν ἀρχῇ χορηγούσης τὸ ζῆν,1 οὐχ ἥκιστα δὲ καὶ φωτεινὴν διάνοιαν ποδηγούσης εἰς τὴν τῶν ζητουμένων ἀκρίβειαν· φέρε πρὸς κατόρθωσιν τοῦ ποθουμένου, τριῶν τινων ἅμα ἀρχόμενοι, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλοσοφίας, ἑκάστου τούτων τὰ προλαμβανόμενα ζητήσωμεν [τοῦ συγγράμματος], τοῦτ’ ἔστι τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου, φημὶ δὲ τῆς λογικῆς, καὶ τῆς ἐπιστήμης, τοῦτ’ ἔστι τῆς Ἀριστοτέλους φιλοσοφίας. διὰ μὲν οὖν τὰς Κατηγορίας, τοῦτ’ ἔστι τὸ σύγγραμμα, ζητήσωμεν ἕξ τινα, πάντοτε εἰωθότα παντὸς βιβλίου προλέγεσθαι, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸν συγγραφέα, τὴν διασκευὴν τοῦ βιβλίου. διὰ δὲ τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, ζητήσωμεν πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας ἡ λογική. διὰ δὲ πᾶσαν τὴν Ἀριστοτέλους φιλοσοφίαν δέκα τινά· πρῶτον μὲν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, τρίτον πόθεν δεῖ τῶν Ἀριστοτέλους βιβλίων ποιήσασθαι τὴν ἀρχήν, τέταρτον τίς ὁ τούτων βαθμὸς καὶ διὰ τίνων ἐπὶ τὸ ταύτης τέλος πορευόμεθα, πέμπτον τί τὸ ἀναφαινόμενον χρήσιμον ἐκ τοῦ τέλους τῆς φιλοσοφίας, ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, ὄγδοον τίνος χάριν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ἔνατον τί τὸ εἶδος τῆς ἀπαγγελίας καθέστηκεν, δέκατον πόσα καὶ τίνα δεῖ ἑκάστου συγγράμματος προλέγεσθαι. Οὐκοῦν ἐπειδὴ τοῦτον 〈τὸν〉 σκοπὸν ἔχομεν, τῶν προτεθέντων τριῶν ζητῆσαι τὰ προλαμβανόμενα, ζητητέον καὶ ἐν αὐτοῖς τούτοις πόθεν δεῖ τὴν ἀρχὴν ποιήσασθαι τῆς διδασκαλίας, ἆρα ἀπὸ προτέρων τῶν Κατηγοριῶν, ἆρα ἀπὸ τῆς μεθόδου, ἢ ἀπ’ οὐδετέρου, ἀλλὰ μᾶλλον ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας. λέγω τοίνυν ὅτι δεῖ προηγεῖσθαι τὰ ζητούμενα κατὰ τῆς Ἀριστοτέλους φιλοσοφίας ἤπερ τὰ τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου διὰ δύο αἰτίας τινάς, διὰ τὰς ἐπιστήμας καὶ τὰς τέχνας· ζηλωταὶ γὰρ τούτων γινόμεθα, τῶν μὲν ἐπιστημῶν, διότι φίλον αὐταῖς ἀπὸ τῶν καθολικωτέρων ποιεῖσθαι τὴν ἀρχήν, ὅπερ καὶ ἐπὶ τῆς φιλοσοφίας εὑρίσκομεν· καὶ γὰρ αὕτη καθολικωτέρα μέν ἐστι τῆς λογικῆς, ἡ δὲ λογικὴ τῶν Κατηγοριῶν. τῶν δὲ τεχνῶν ζηλωταὶ γινόμεθα ἀρχόμενοι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, ἐπειδὴ ὃν τρόπον ἐκεῖναι τὸ τέλος τῆς θεωρίας ἀρχὴν ποιοῦσι τῆς πράξεως, ὡς ἔχει, εἰ τύχοι, ἐπὶ οἰκοδόμου οἰκοδομοῦντος οἶκον, οὕτω καὶ ἡμεῖς ἀπὸ τῶν Κατηγοριῶν τὴν ἀρχὴν ποιησάμενοι ἀνήλθομεν ἐπὶ τὴν λογικήν, ἀπὸ δὲ τῆς λογικῆς ἐπὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὅπερ τέλος μὲν γέγονε τῆς θεωρίας ἀρχὴ δὲ γενήσεται τῆς πράξεως. οὐκοῦν ἐπειδὴ ἔδοξεν ἡμῖν καὶ καλῶς ἔδοξεν τὴν ἀρχὴν ποιήσασθαι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, δεῖ δὲ τὰ δέκα ἐκεῖνα πρῶτον φανερὰ γενέσθαι τὰ ἤδη εἰρημένα, πρῶτον μὲν τὸ πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον δὲ τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, καὶ τρίτον τίς ἡ ἀρχή, τέταρτον τίς ἡ ὁδός, πέμπτον τί τὸ τέλος, ἕκτον τὸ ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, ὄγδοον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν, δέκατον πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος, φέρε ζητήσωμεν εὐλόγως δι’ ἣν αἰτίαν μήτε πλείονα μήτε ἐλάττονα τῶν δέκα ὀφείλει ζητεῖσθαι. καὶ ἐπειδὴ τοῦτον ἔχομεν τὸν σκοπόν, διαιρετικῇ τινι μεθόδῳ ὑποβάλλωμεν τὸν λόγον δεικνύντες ἀναγκαῖα εἶναι πρὸς ζήτησιν ταῦτα μόνα τὰ δέκα, ἐκεῖνο ἐν νῷ ἔχοντες τὸ τοῦ θείου Πλάτωνος ἀπόφθεγμα τὸ λέγον ὅτι τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν.2 ἡ φιλοσοφία τοίνυν καὶ ὀνομάζεται καὶ ὑφέστηκεν. καὶ διότι μὲν ὀνομάζεται, ποιεῖ τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων. καθὸ δὲ ὑφέστηκεν, ἢ καθ’ αὑτὴν ἢ ἐν σχέσει θεωρεῖται. καὶ ἐν σχέσει τινὶ θεωρουμένη, ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἡμᾶς. καὶ πρὸς ἑαυτὴν ἢ κατὰ διαίρεσιν ἢ κατὰ συνέχειαν. καὶ διότι μὲν ἐν διαιρέσει ἐστίν, ζητοῦμεν τὸ δεύτερον κεφάλαιον, τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, διότι δὲ ἐν συνεχείᾳ ἐστί, ποιεῖ τὰ τρία κεφάλαια, τίς ἡ ἀρχή, τίς ἡ ὁδός, τί τὸ τέλος· καὶ εἰκότως τρία, διότι πᾶσα συνέχεια καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος. ὅτε δὲ πρὸς ἡμᾶς ἔχει τὴν σχέσιν, πάντως ἢ πρὸς τὸν μανθάνοντα ἔχει ἢ πρὸς τὸν διδάσκοντα, καὶ ποιεῖ δύο κεφάλαια, ἓν μὲν τὸ λέγον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, δεύτερον δὲ τὸ ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον.
由于我们希求享用善的源泉,我们便热切地执守亚里士多德的哲学,它在善的本原中提供生命,并且在很大程度上引导明澈的理智走向所探求之事的精确。来吧,为了达成所渴望之事,当我们同时从三件事物——《范畴篇》、逻辑学和亚里士多德哲学——开始时,让我们探求其中每一项的预备事项,即[该著作的],也就是说《范畴篇》的,以及方法的,我指的是逻辑学的,还有这门科学的,也就是说亚里士多德哲学的预备事项。因此,因着《范畴篇》,也就是这部著作,让我们探求在每部著作前照例总要预先说明的六件事:我指的是目的、用处、秩序、题名、著者和该书的编排。而因着方法,也就是逻辑学,让我们探求逻辑学究竟是哲学的一部分还是哲学的工具。因着整个亚里士多德哲学,则探求十件事:第一,各学派的名称源自何处;第二,亚里士多德诸著作的划分是什么;第三,应当从亚里士多德诸书的何处开始;第四,它们的阶梯是什么,我们通过什么走向其目的;第五,从哲学的目的中显现出的用处是什么;第六,亚里士多德诸著作的听讲者应当是怎样的人;第七,阐释者应当是怎样的人;第八,哲学家出于什么缘故蓄意采取晦涩;第九,其叙述的形式究竟如何;第十,在每部著作前应当预先说明多少项以及哪些事项。既然我们抱有探求所提出的这三项之预备事项的这一目的,那么在这些事项本身之中,我们也必须探求应当从何处开始施教:究竟是从居先的《范畴篇》开始,还是从方法开始,抑或两者皆非,而是应当从亚里士多德哲学的预备事项开始。因此我说,基于两个原因,即因着诸科学与诸技艺,关于亚里士多德哲学的探求事项应当先于《范畴篇》和方法的事项。因为我们乃是这些的效法者:效法诸科学,是因为从更具普遍性的事物开始乃是它们所喜好的,而这一点我们在哲学上也同样发现;因为事实上哲学比逻辑学更具普遍性,而逻辑学又比《范畴篇》更具普遍性。另一方面,我们通过从亚里士多德哲学的预备事项开始而成为诸技艺的效法者,是因为正如技艺将理论沉思的目的作为行动的开端——倘若恰巧如建房的建筑师那样——,我们同样也是从《范畴篇》开始上升到逻辑学,又从逻辑学上升到亚里士多德哲学,这虽已成为理论沉思的目的,却将成为行动的开端。因此,既然从亚里士多德哲学的预备事项开始在我们看来是恰当的,并且理所当然地是恰当的,而且既然必须首先使已经说过的那些十个事项清楚明了——第一,各学派的名称源自何处;第二,亚里士多德著作的划分是什么;第三,开端是什么;第四,路径是什么;第五,目的是什么;第六,听讲者应当是怎样的人;第七,阐释者应当是怎样的人;第八,叙述的形式是什么;第九,为何蓄意采取晦涩;第十,在每部亚里士多德著作前应当预设多少项以及哪些事项——,来吧,让我们合乎情理地探求因何缘故所应当探求的既不比十项更多,也不比十项更少。既然我们抱有这一目的,就让我们通过某种划分的方法来展开论述,表明唯独这十项对于探求是必然的,同时将神圣柏拉图的那句格言铭记在心,该格言说:没有任何事物能够自夸逃脱了划分法。哲学既被命名,又具有实在。由于它被命名,它便构成了第一章,在其中我们探求各学派的名称源自何处。而就它具有实在而言,它要么依其自身,要么在关系中被考察。当在某种关系中被考察时,它要么是就其自身而言的关系,要么是相对于我们的关系。而就其自身而言的关系,要么是依划分,要么是依连续。由于它存在于划分中,我们探求第二章,即亚里士多德诸著作的划分是什么;由于它存在于连续中,它便构成了三个章节,即开端是什么、路径是什么、目的是什么;并且理所当然是三章,因为一切连续都具有开端、中间和终点。而当它具有相对于我们的关系时,它完全要么是相对于学习者,要么是相对于施教者,并由此构成了两个章节:其一是说明听讲者应当是怎样的人,第二是说明阐释者应当是怎样的人。
- 2.0τῇ τῶν ἀγαθῶν ἀρχῇ χορηγούσης τὸ ζῆν
分词 χορηγούσης 在性、数、格上与前文的属格名词短语 τῆς Ἀριστοτέλους φιλοσοφίας 一致,作定语修饰或表原因。与格短语 τῇ τῶν ἀγαθῶν ἀρχῇ 作为动词 χορηγέω 的补足语,意为“在善的本原中/向着善的本原供给生命”。
- 2.0τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν
动词 καυχάομαι 带补充成分分词(φυγόν)的句式。在“没有任何事物(主语 οὐδέν)能够自夸逃脱了(分词 φυγόν)划分法”的结构中,分词 φυγόν 为主格中性单数,与主语 οὐδέν 一致。
