← 小奥林匹奥多罗斯

亚里士多德《逻辑学》导论及《范畴篇》注释

§15.28-16.38

漫步学派论逻辑学是工具的三个论证

作者依次阐述了漫步学派主张逻辑学是哲学的工具而非部分的三个论证:基于产品使用者的优越性的论证、基于部分与整体质料与目的同一性的论证、以及基于被采用是为了自身还是为了他者的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#2

καὶ οἱ μὲν τῶν Στωικῶν λόγοι τοιαύτην ἔχουσι τὴν ἀγωγήν, δεικνύναι ἐπειγόμενοι τὴν λογικὴν μέρος οὖσαν τῆς φιλοσοφίας. Οἱ δὲ τῶν Περιπατητικῶν λόγοι, τρεῖς ὄντες τὸν ἀριθμόν, τοιαύτην ἔχουσι τὴν ἀγωγήν, οἱ πρεσβεύοντες εἶναι ὄργανον τὴν λογικήν. καὶ ὁ μὲν πρῶτος αὐτῶν τοῦτον ἔχει τὸν τρόπον· ἐὰν ὦσι, φασί, δύο τέχναι καὶ κέχρηται ἡ ἑτέρα τῷ ἀποτελέσματι τῆς ἑτέρας, ἡ κεχρημένη κρείττων ἐστὶ τῆς ἀποτελεσάσης· οἷον ὡς ἔχει ἐπὶ χαλινοποιητικῆς καὶ ἱππικῆς· ἡ μὲν γὰρ χαλινοποιητικὴ χαλινὸν ἐποίησεν, ἡ δὲ ἱππικὴ τούτῳ ἐχρήσατο· οὐκοῦν ἄρα ἡ ἱππικὴ ὡς κεχρημένη τῷ ἀποτελέσματι τῆς χαλινοποιητικῆς κρείττων αὐτῆς ὑπάρχει. οὕτω καὶ ἡ κυβερνητικὴ ναυπηγικῆς ἐστι τιμιωτέρα, διότι τῷ πλοίῳ κέχρηται ἡ κυβερνητικὴ ἀποτελέσματι ὄντι τῆς ναυπηγικῆς. εἰ δὲ τοῦτο, ἐπειδὴ ἡ μὲν φιλοσοφία ποιεῖ τὴν λογικήν, κέχρηνται δὲ αἱ ἄλλαι πᾶσαι τέχναι τῷ ἀποτελέσματι τῆς λογικῆς, οἷον ἰατρική, γραμματική, ῥητορική, καὶ ἁπλῶς εἰπεῖν αἱ παραπλήσιοι τέχναι, εὑρεθήσεται ἄρα ἡ φιλοσοφία τῶν ἄλλων τεχνῶν τῶν κεχρημένων τῷ ταύτης προβλήματι, λέγω δὴ τῇ λογικῇ, * * κρείττους τῆς φιλοσοφίας,1 ἐπεὶ ἀτοπίας πάσης ἐστὶν ἐπέκεινα· τίς γὰρ ἂν εἰς τοσαύτην ἔλθοι ἀναίδειαν ὥστε τὴν μητέρα ὅλων τῶν τεχνῶν χείρονα ὀνομάσαι τῶν κατὰ μέρος τεχνῶν; εἰ μὴ οὖν μέρος ἐστὶ διὰ τὸ ἄτοπον τοῦτο, ὄργανον ἄρα ἐστὶ τῆς φιλοσοφίας ἡ λογική. καὶ ἐν τούτοις ἡ ἐπαγωγὴ τοῦ πρώτου ἐπιχειρήματος. δεύτερον ἐπιχείρημα τοιαύτην ἔχον τὴν ἀγωγήν· τὸ μέρος τῷ ὅλῳ τὴν αὐτὴν θέλει ἔχειν ὕλην καὶ τὸ αὐτὸ τέλος·2 ἡ λογικὴ οὐδὲ τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ, φημὶ δὴ τῇ φιλοσοφίᾳ, οὐδὲ τὸ αὐτὸ τέλος· ἡ λογικὴ ἄρα οὐκ ἔστι μέρος τῆς φιλοσοφίας ἀλλὰ ὄργανον. κατασκευάσωμεν δὲ ἑκατέραν τῶν προτάσεων, καὶ τὴν μὲν μείζονα οὕτω τὴν λέγουσαν ὅτι τὸ μέρος τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ καὶ τὸ αὐτὸ τέλος λέγοντες οὕτως· ὅτι ἀληθές ἐστι τὸ λεγόμενον· αὐτίκα γοῦν τὸ διαιτητικὸν μέρος ἐστὶ τῆς ἰατρικῆς τὴν αὐτὴν ὕλην ἔχον τῇ ἰατρικῇ, τὰ ἀνθρώπινα σώματά φημι, καὶ τὸ αὐτὸ τέλος, οἷον τὴν ὑγίειαν· ἀμφότερα γὰρ τὴν ὑγείαν πραγματεύονται. ἔρρωται ἄρα τέως ἡ μείζων πρότασις. οὐχ ἥκιστα δὲ καὶ ἡ ἐλάττων ἔρρωται ἡ λέγουσα ὅτι ἡ λογικὴ οὐδὲ τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ οὐδὲ τὸ αὐτὸ τέλος· κατὰ ἀλήθειαν γὰρ οὐχ ἡ αὐτὴ ὕλη λογικῆς καὶ φιλοσοφίας, ἀλλὰ τῆς μὲν λογικῆς εἰσιν αἱ φωναί, τῆς δὲ φιλοσοφίας τὰ πράγματα, ὡς ὁρισμὸς δηλοῖ ὁ λέγων αὐτὴν γνῶσιν εἶναι θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ἀλλ’ οὐδὲ μὴν τὸ αὐτὸ τέλος ἑκατέρας ἐστίν, ἀλλὰ τέλος μέν ἐστι φιλοσοφίας ἡ ἐξομοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώποις, ὡς εἴρηται, τῆς δὲ λογικῆς ἡ τῆς ἀποδείξεως γένεσις. εἰ τοίνυν ἑκατέρα τῶν προτάσεων εὖ ἡμῖν συλλελόγισταί πως, καὶ τὸ συμπέρασμα πῶς οὐκ ἂν εἴη ἀληθές; καὶ ἐν τούτοις ἡ ἀγωγὴ τοῦ δευτέρου λόγου. τρίτον ἐπιχείρημα καὶ αὐτὸ τοιαύτην ἔχον τὴν ἀγωγήν· ἴδιον μέρους ἐστί, φασί, τὸ δι’ αὑτὸ παραλαμβάνεσθαι, ὀργάνου δὲ τὸ δι’ ἕτερον παραλαμβάνεσθαι. εἰ δὲ ἡ λογικὴ οὐ δι’ ἑαυτὴν παραλαμβάνεται ἀλλὰ δι’ ἕτερον, διὰ τὴν ἀπόδειξιν, τὸ δὲ δι’ ἄλλο παραλαμβανόμενον τοῦ δι’ ὃ παραλαμβάνεται ὄργανόν ἐστιν, ἡ λογικὴ ἄρα οὐκ ἔστι μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον. ὅτι οὐ δὲ δι’ ἑαυτὴν παραλαμβάνεται ἡ λογικὴ ἀλλὰ δι’ ἕτερον, διὰ τὴν ἀπόδειξίν φημι, δῆλον ἐντεῦθεν· ἡ φύσις οὔτε πάντα ἡμᾶς ἔκρυψεν, ἐπεὶ ἀδύνατον ἦν ζητοῦντας ἡμᾶς εὑρεῖν, ἀλλ’ οὐδὲ μὴν πάντα ἡμῖν ἐφανέρωσεν,3 ἐπεὶ ἄτοπον ἦν καὶ περιττὸν τὸ ζητεῖν, ἀλλὰ τὰ μὲν δείξασα τὰ δὲ κρύψασα ζητητικοὺς ἡμᾶς καὶ εὑρετικοὺς ἀπετέλεσεν.

斯多亚派的论述具有这般的论证思路,急于表明逻辑学是哲学的一部分。而漫步学派的论述共有三条,具有如下的论证思路,主张逻辑学是一件工具。其中第一条具有这种方式:他们说,如果有两门技艺,且其中一门使用另一门的结果(产物),那么使用的一门便优于产出的一门;正如在马嚼子制造术与骑术的情形中那样;因为马嚼子制造术制作了马嚼子,而骑术使用了它;因此骑术作为使用了马嚼子制造术之产物者,优于后者。同样,航海术也比造船术更尊贵,因为航海术使用了作为造船术之产物的船只。如果是这样,既然哲学制作了逻辑学,而所有其他技艺——例如医术、文法学、修辞学,简而言之,与这些类似的技艺——都使用逻辑学的结果,那么哲学便将被发现[劣于]使用其产物(我指的是逻辑学)的其他技艺,[而那些技艺则]优于哲学,然而这超乎一切荒谬;因为谁会达到如此厚颜无耻的地步,竟将一切技艺之母称为劣于各门分科技艺呢?那么,如果因这种荒谬之故逻辑学并非部分,它便因此是哲学的工具。第一条论证的推演就在于这些。第二条论证具有如下思路:部分往往具有与整体相同的质料和相同的目的;逻辑学与整体(我指的正是哲学)既不具有相同的质料,也不具有相同的目的;因此逻辑学不是哲学的一部分,而是工具。让我们确立这两个前提,首先是说部分与整体具有相同质料和相同目的的大前提,我们这样说:所言者是真实的;譬如直截了当地说,饮食法是医术的一部分,与医术具有相同的质料(我指的是人的身体),以及相同的目的(例如健康);因为二者都处理健康。因此暂且说来,大前提得以确立。而说逻辑学与整体既不具有相同质料也不具有相同目的的小前提,同样丝毫不差地得以确立;因为依真理而论,逻辑学与哲学的质料并非同一,逻辑学的质料乃是语音,而哲学的质料乃是事物,正如说明它是对神圣事物与人类事物的认识的定义所显明的那样。但确实二者的目的亦不相同,正如已说过的那样,哲学的目的是在人类可能范围内同化于神,而逻辑学的目的是论证的产生。那么,如果这两个前提在某种程度上已被我们妥善地推导出来,结论又怎会不是真实的呢?第二条论述的思路就在于这些。第三条论证本身也具有如下思路:他们说,为了自身之故而被采用乃是部分的固有属性,而为了他者之故而被采用则是工具的固有属性。如果逻辑学并非为了自身之故、而是为了他者之故(即为了论证之故)而被采用,而凡为了他者之故而被采用的东西,乃是其所为了之物的工具,那么逻辑学便不是哲学的一部分,而是工具。至于逻辑学并非为了自身之故、而是为了他者之故(我指的是为了论证之故)而被采用,由下述事实显明:自然既没有向我们隐藏一切(否则我们探求时便不可能发现),但确实也没有向我们显明一切(否则探求就是荒谬而多余的),而是通过显明一些事物、隐藏另一些事物,使我们成为了探求者与发现者。

语法注3 条
  1. 5.0εὑρεθήσεται ἄρα ἡ φιλοσοφία τῶν ἄλλων τεχνῶν τῶν κεχρημένων τῷ ταύτης προβλήματι, λέγω δὴ τῇ λογικῇ, * * κρείττους τῆς φιλοσοφίας

    此处传抄存在文本脱落(lacuna)。主动词 εὑρεθήσεται 需要一个比较级补足语,其后的属格 τῶν ἄλλων τεχνῶν... 作比较属格。脱落处根据上下文当补充与后文 κρείττους τῆς φιλοσοφίας(优于哲学)相对的“[劣于……,而那些技艺则]”(如 χείρων, ἐκεῖναι δέ)之义。

  2. 5.0τὸ μέρος τῷ ὅλῳ τὴν αὐτὴν θέλει ἔχειν ὕλην καὶ τὸ αὐτὸ τέλος

    动词 θέλει 并非表达人格化的意愿,而是表示“往往……”、“倾向于……”或事物的自然常态要求。与格 τῷ ὅλῳ 与 τὴν αὐτήν 连用,表示“与整体相同”(ὁ αὐτός + 与格)。

  3. 5.0ἡ φύσις οὔτε πάντα ἡμᾶς ἔκρυψεν... ἀλλ’ οὐδὲ μὴν πάντα ἡμῖν ἐφανέρωσεν

    前一分句的动词 ἔκρυψεν 支配双宾格(人称 ἡμᾶς 与事物 πάντα),而后一分句的 ἐφανέρωσεν 则支配事物的宾格(πάντα)与人称的与格(ἡμῖν)。在同一主语(ἡ φύσις)下,两个动词的支配结构由双宾格对称地转换为了“宾格+与格”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:15.28-16.38