- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:14.13-15.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗进至第二项论题逻辑学(方法),探讨它究竟是哲学的一部分还是一件工具,梳理了斯多亚派、漫步学派与柏拉图的见解,并提出并驳斥了斯多亚派主张逻辑学是哲学之部分的两个论证。
Ἐπειδὴ τῶν προλεγομένων ἀρχόμενοι πρὸς τρία τινὰ τὴν διδασκαλίαν ὑπισχνούμεθα ποιήσασθαι, πρός τε πᾶσαν φιλοσοφίαν, τὴν ἐπιστήμην φημί, καὶ πρὸς τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, καὶ πρὸς τὸ σύγγραμμα, τοῦτ’ ἔστι τὰς Κατηγορίας, φέρε διανύσαντες τὸ πρῶτον τῶν προτεθέντων ἡμῖν εἰς ἐξέτασιν ἐπὶ τὸ δεύτερον εὐτάκτως χωρήσωμεν, ἐπὶ τὴν μέθοδόν φημι, ζητοῦντες εἰ μέρος ἢ ὄργανον ἡ λογικὴ τῆς φιλοσοφίας. δεῖ τοίνυν εἰδέναι ὅτι διάφοροι δόξαι γεγόνασι περὶ ταύτης, τῶν μὲν Στωϊκῶν μέρος αὐτὴν εἶναι νομιζόντων, τῶν δὲ Περιπατητικῶν ὄργανον, τοῦ δὲ θείου Πλάτωνος μέρος ἅμα καὶ ὄργανον, μέρος μὲν αὐτὴν εἶναι λέγοντος ἐν Φαίδρῳ, ἔνθα λόγον ἐπέχειν φησὶν αὐτὴν τριγχοῦ πρὸς τὴν φιλοσοφίαν,1 ὄργανον δὲ ἐν Φαίδωνι, ἔνθα φησὶν ‘ὦ παῖ, γύμναζε σεαυτὸν διὰ τῆς καλουμένης ἀδολεσχίας, ἕως ἔτι νέος εἶ, εἰ δὲ μή, ἐκφεύξεταί σε τὸ ἀληθές’, οὐδὲν ἄλλο διὰ τούτων ἐνδεικνύμενος ὁ Πλάτων ἢ ὅτι ὄργανόν ἐστιν ἡ λογικὴ τῆς φιλοσοφίας· οὐ γὰρ εἶχέν ποτε τολμῆσαι καὶ εἰπεῖν ἀδολεσχίαν καὶ γυμνασίαν τὸ μέρος.2 ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων. Οἱ δὲ Στωϊκοὶ διὰ δύο ἐπιχειρημάτων τὴν ἰδίαν δόξαν ἠβούλοντο πιστώσασθαι, ὧν τὸ πρῶτον τοιαύτην ἔχει τὴν ἀγωγήν: πᾶν, ᾧ κέχρηταί τις ἢ τέχνη ἢ ἐπιστήμη, ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης 〈ἢ μέρος ἢ μόριον, αὐτῆς τῆς κεχρημένης〉 ἢ μέρος ἢ μόριόν ἐστιν. οἷον ὡς ἐπὶ παραδειγμάτων· τῆς ἰατρικῆς τέχνης μέρος ἐστὶ τὸ διαιτητικόν, καὶ οὐδαμῶς ἑτέρας τέχνης ἢ ἐπιστήμης μέρος ἢ μόριόν ἐστι· τῆς ἰατρικῆς ἄρα τέχνης τὸ διαιτητικὸν μέρος ἐστί, καὶ αὕτη μόνη κέχρηται αὐτῷ. εἰ τοίνυν καὶ ἡ φιλοσοφία κέχρηται τῇ λογικῇ, ἑτέρα δὲ τέχνη ἢ ἐπιστήμη ταύτῃ οὐ κέχρηται, τῆς ἄρα φιλοσοφίας μέρος ἢ μόριον ἡ λογική. ἀλλὰ μὴν οὐ μόριον· μέρος ἄρα. καλῶς δὲ πρόσκειται τῷ λόγῳ τὸ ‘ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης’ διὰ τὴν ἀστρονομίαν. ἐκινδύνευεν γὰρ ἡ ἀστρονομία μέρος εἶναι τῆς κυβερνητικῆς, ἐπειδὴ κέχρηται αὐτῇ, ὡς δηλοῖ Ἄρατος λέγων περὶ τῆς ἄρκτου τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται, εἰ μὴ προϋπῆρχεν μέρος οὖσα τῆς φιλοσοφίας· ὑπὸ γὰρ τὸ θεωρητικὸν ἀνάγεται, καὶ τὸ θεωρητικὸν ὑπὸ τὸ μαθηματικόν. καὶ ἡ μὲν τοῦ ἐπιχειρήματος ἀγωγὴ τοῦτον ἔχει τὸν τρόπον. ἔστι δὲ ἐλέγξαι αὐτὸ συντόμως καὶ ῥᾳδίως διὰ τῆς τοῦ φλεβοτόμου ἀποδείξεως· φαίη γὰρ ἄν τις πρὸς αὐτούς· ὅτι τὸ φλεβοτόμον τίνος ἐστίν; ἢ μόνης ἰατρικῆς; ἤ τινες ἄλλοι τούτῳ κέχρηνται ἢ μόνοι ἰατροί; καὶ ὅμως τῶν εὖ φρονούντων οὐδεὶς μέρος τῆς ἰατρικῆς καλέσει εἶναι τὸ φλεβοτόμον, εἴ γε τὸ μὲν σῶμα, τὸ φλεβοτόμον, τὸ δὲ ἀσώματον, ἡ ἰατρική· οὐδέποτε δὲ τὸ σῶμα τοῦ ἀσωμάτου μέρος ἐστί. πόθεν οὖν ὁ παραλογισμὸς προῆλθεν; λέγω τοίνυν, διότι τὸ ζητούμενον ἐν τῷ ἐπιχειρήματι παραλέλειπται· ἔδει γὰρ αὐτοὺς οὕτως εἰπεῖν· ὅτι πᾶν, ᾧ κέχρηταί τις ἢ τέχνη ἢ ἐπιστήμη, ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης ἢ μέρος ἢ μόριον ἢ ὄργανον, αὐτῆς τῆς κεχρημένης ἢ μέρος ἢ μόριόν ἐστι ἢ ὄργανον. ἀλλὰ μὴν καὶ τῇ λογικῇ οὐδεμία ἄλλη τις κέχρηται ἢ μόνη ἡ φιλοσοφία· ταύτης ἄρα τῆς χρωμένης μέρος ἢ μόριόν ἐστιν ἢ ὄργανον. ἀλλὰ μὴν οὐκ ἔστι μέρος ἢ μόριον ἡ λογική, ὡς δέδεικται· ὄργανον ἄρα ἐστί. καὶ ἐν τούτοις ἡ ἀγωγὴ τοῦ πρώτου λόγου. δεύτερος λόγος τοιαύτην ἔχων τὴν ἀγωγήν· ἡ λογικὴ προβάλλεται3 ὑπὸ τῆς φιλοσοφίας· πᾶν τὸ προβαλλόμενον ὑπό τινος μέρος ἐστὶ τοῦ προβάλλοντος· ἡ λογικὴ ἄρα ὡς προβληθεῖσα ὑπὸ τῆς φιλοσοφίας μέρος αὐτῆς ἐστι. ψευδὴς δὲ καὶ οὗτος ὁ λόγος καθέστηκεν· αὐτίκα γοῦν ὁ μὲν χαλκεὺς ἑαυτῷ 〈ἄκμονα〉 προβάλλεται καὶ ὁ τέκτων, εἰ τύχοι, σφῦραν, καὶ οὐδέτερον οὐδετέρου μέρος ἐστί.
既然我们在开启导论之初,曾许诺就三件事进行讲授——就全部哲学(我指的是这门科学)、就方法(也就是逻辑学)、以及就著作(也就是《范畴篇》)——那么来吧,既然我们已经完成了摆在面前供审查的第一项任务,就让我们井然有序地进至第二项任务,我指的就是方法,探讨逻辑学究竟是哲学的一个部分还是一件工具。于是应当知道,关于这一点产生了不同的见解:斯多亚派认为它是部分,漫步学派认为它是工具,而神圣的柏拉图则认为它既是部分又是工具。他在《斐德罗篇》中说它是部分,在那里他说它相对于哲学具有顶石(胸墙)的地位;而在《斐多篇》中他说它是工具,在那里他说:“青年啊,趁你还年轻,要通过所谓空谈来锻炼你自己;否则,真理就会从你身边溜走”;柏拉图通过这些话所指明的无非是逻辑学乃是哲学的工具,因为他决不可能敢于把部分称为“空谈”和“锻炼”。柏拉图的看法便是如此。但斯多亚派希望通过两条论证来证实自己的见解,其中第一条具有如下论证思路:凡是任何技艺或科学所使用的东西,如果不[是另一门技艺或科学的部分或碎片,便]是[使用它的那一门技艺或科学自身]的部分或碎片。试举例而言:饮食法是医术的部分,它绝非另一门技艺或科学的部分或碎片;因此饮食法是医术的部分,且唯独医术使用它。那么,如果哲学也使用逻辑学,而没有其他技艺或科学使用它,逻辑学因此便是哲学的部分或碎片。但它绝非碎片,所以它是部分。在论述中补充“如果不属于另一门技艺或科学”是十分妥当的,这是为了天文学的缘故。因为航海术使用天文学,正如阿拉托斯在谈及大熊座时所显明的那样——“西顿人亦凭此最径直地航行”——天文学若非预先作为哲学的一部分而存在,它本会有成为航海术的一部分的危险;因为天文学被归入理论部门之下,而理论部门又被归入数学之下。这条论证的论理过程便是这种方式。但人们可以通过柳叶刀(放血刀)的论证简短而轻易地驳倒它;因为有人可以对他们说:柳叶刀属于谁呢?难道不唯独属于医术吗?难道除医生之外还有其他人使用它吗?然而凡头脑清醒的人,谁也不会将柳叶刀称为医术的一部分,因为一者是物体(即柳叶刀),另一者是无形体(即医术);而物体绝非无形体的一部分。那么这一谬误推理是从何而来的呢?于是我说,这是因为论证中漏掉了所探求的项;因为他们本应当这样说:凡是任何技艺或科学所使用的东西,如果不属于另一门技艺或科学的部分、碎片或工具,便属于使用它的那一门技艺或科学自身的部分、碎片或工具。但确实除了哲学之外没有任何其他技艺使用逻辑学;因此逻辑学属于使用它的这一哲学的或者部分、或者碎片、或者工具。但正如已被表明的那样,逻辑学并非部分亦非碎片;因此它是工具。第一条论证的思路就在于这些。第二条论证具有如下思路:逻辑学被哲学推向前去(作为防护);凡被某物推向前去的东西,都是推向前去者的部分;因此逻辑学作为被哲学推向前去的东西,乃是它的一部分。但这一论据同样显明是虚假的;因为譬如直截了当地说,铁匠为自己推上前去的是[铁砧],而木匠比如说推上前去的是铁锤,但哪一件〔工具〕都不是任何一位〔工匠〕的部分。
- 5.0λόγον ἐπέχειν φησὶν αὐτὴν τριγχοῦ πρὸς τὴν φιλοσοφίαν
成语结构 λόγον ἐπέχειν τινός πρὸς... 意为“相对于……具有……的关系(地位/角色)”。属格 τριγχοῦ 由 λόγον ἐπέχειν 所支配,表明逻辑学相对于哲学所扮演的顶石或胸墙的角色。
- 5.0οὐ γὰρ εἶχέν ποτε τολμῆσαι καὶ εἰπεῖν ἀδολεσχίαν καὶ γυμνασίαν τὸ μέρος
未完成过去时 εἶχεν 加上否定词 οὐ 与不定式 τολμῆσαι 构成表示能力或潜在可能性的句式(“他决不可能敢于……”)。καὶ εἰπεῖν 接续 τολμῆσαι,支配 τὸ μέρος 作为其直接宾语,ἀδολεσχίαν καὶ γυμνασίαν 则作宾语补足语(双宾格结构)。
- 5.0προβάλλεται
动词 προβάλλω 的被动语态(现在时直陈式,施事者为 ὑπὸ τῆς φιλοσοφίας),意为“(作为盾牌/防壁)被推上前”;其对应的中动语态带有“在自己面前推出/置于自身之前”的反身含义,这在文末的 ἑαυτῷ 〈ἄκμονα〉 προβάλλεται 中得到了印证。
