- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:16.38-18.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯在强化漫步学派论据的同时,引介柏拉图的观点,调和了两派立场,指出逻辑学就纯粹规则而言是哲学的工具,而在应用于具体事物时则是哲学的一部分。
εἴληπται οὖν ἡ λογικὴ ὡς μεθόδους ἡμῖν παρέχουσα, δι’ ὧν εὑρίσκειν δυνησόμεθα τὰ ὑπὸ τῆς φύσεως κεκρυμμένα· διὰ γὰρ τῶν ὑπ’ αὐτῆς δειχθέντων ἡμῖν τὰ μὴ δειχθέντα εὑρίσκομεν. καλῶς οὖν ἄρα συλλελόγισται ἡμῖν ὅτι δι’ ἕτερον παραλαμβάνεται ἡ λογικὴ καὶ διὰ τοῦτο ὄργανον ἂν κληθείη. Ὅτι δὲ εὖ λέγουσιν οἱ Περιπατητικοί, δείξωμεν καὶ ἡμεῖς δι’ ἑτέρων λόγων ὄργανον οὖσαν τὴν λογικήν, ἐπισφραγίζοντες τοὺς ἤδη εἰρημένους λόγους ὡς ἀληθείας μετέχοντας. τὸ μέρος συμπληρωτικόν ἐστι τῆς οὐσίας τοῦ πράγματος· ἀμέλει τοι παρὸν μὲν σώζει τὸ ὅλον ἀπὸν δὲ φθείρει· ἡ φιλοσοφία χωρὶς τῆς λογικῆς δύναται θεωρηθῆναι κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική· ἡ λογικὴ ἄρα οὐκ ἔσται μέρος φιλοσοφίας ἀλλ’ ὄργανον. ἀλλ’, ὡς εἴρηται, ἡμεῖς οἱ ἄνθρωποι τῆς λογικῆς ἐδεήθημεν πρὸς ἀπόδειξιν, τῆς δὲ ἀποδείξεως εἰς κατάληψιν τῶν κεκρυμμένων. ἔστι δὲ καὶ ἕτερον λόγον κατασκευαστικὸν τοῦ αὐτοῦ εἰπεῖν τοιοῦτον· τὸ ὄργανον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸ ὅλον, ὡς ἔχει ἐπὶ σκεπάρνου καὶ τεκτονικῆς (τὸ γὰρ σκέπαρνον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸν τέκτονα)· ἡ λογικὴ ἀναιρουμένη οὐκ ἀναιρεῖ τὴν φιλοσοφίαν· ἡ λογικὴ ἄρα ὄργανον τῆς φιλοσοφίας. καὶ ἔστι τὸ αὐτὸ ἐπιχείρημα τοῦτο τῇ δυνάμει τῷ προλαβόντι, διαφέρον τῇ διαφόρῳ ἐπιβολῇ. Οἱ μὲν οὖν τῶν Περιπατητικῶν καὶ τῶν Στωϊκῶν λόγοι τοῦτον ἔχουσι τὸν τρόπον, ὁ δὲ θεῖος Πλάτων καὶ μέρος αὐτὴν οἴεται εἶναι καὶ ὄργανον, ὅθεν οὐ δεῖται κατασκευῆς· ἀμφότεροι γάρ, φησίν, ἐμοὶ νικᾶτε·1 διὰ τοῦτο γὰρ ἐπιχειρήματα εὐπορεῖτε ἑκάτεροι, διότι ἡ λογικὴ τῆς φιλοσοφίας καὶ μέρος ἐστὶ καὶ ὄργανον, καὶ ἀληθεύετε, ἄνδρες, καὶ μάχεσθε πρὸς ἀλλήλους μὴ μαχόμενοι· καὶ γὰρ μέρος ἐστὶ καὶ ὄργανον. καὶ μὴ νομίσητε κατὰ τὸ αὐτὸ λέγειν με τοῦτο· κατ’ ἄλλο γὰρ καὶ ἄλλο μέρος ἐστὶ καὶ ὄργανον, ὡς ἔστι ἐπὶ χειρὸς ἐξετάσαι τὸν λόγον καὶ τοῦ ξέστου· καὶ γὰρ ἡ χεὶρ καὶ μέρος ἐστὶ καὶ ὄργανον, μέρος μὲν τοῦ ὅλου σώματος ὄργανον δὲ δόσεως καὶ λήψεως. ὁμοίως καὶ ὁ ξέστης καὶ μέρος καὶ ὄργανόν ἐστι· ἐπειδὴ γὰρ διττὸς ὁ ξέστης, ὁ μὲν μετρῶν ὁ δὲ μετρούμενος, δυνατὸν μέρος μὲν εἰπεῖν τὸν μετρούμενον ὄργανον δὲ τὸν μετροῦντα. ὥσπερ οὖν ἐπὶ τούτων ἐδείξαμεν ὅτι οὐκ ἀπεικὸς τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο καὶ μέρος εἶναι καὶ ὄργανον, οὕτω καὶ ἐπὶ τῆς λογικῆς οὐδὲν ἄτοπον ἡμῖν συμβήσεται λέγουσιν αὐτὴν εἶναι καὶ μέρος καὶ ὄργανον· ὄργανον μὲν ὅτε ἐν ψιλοῖς κανόσι θεωρεῖται, ὡς ὅτε εἴπω ὅτι ‘ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγεται συμπέρασμα’, μέρος δὲ ὅτε μετὰ τῶν πραγμάτων αὐτῶν παραλαμβάνεται, ὡς ὅτε εἴπω ὅτι ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’, καὶ πάλιν ‘πᾶν δίκαιον ἀγαθόν, πᾶν ἀγαθὸν καλόν, πᾶν ἄρα δίκαιον καλόν’. καὶ ἄξιον θαυμάσαι τόν τε Πλάτωνα καὶ Ἀριστοτέλη, καὶ τοῦ μὲν Ἀριστοτέλους ὡς χωρίσαντος2 καὶ ἐφευρόντος ἄνευ πράγματος τοὺς κανόνας, Πλάτωνος δὲ χωρὶς κανόνων κεχρημένου τῇ ἀποδείξει· οἱ γὰρ παλαιοὶ ἀποδεῖξαι μὲν ᾔδεισαν, ἀπόδειξιν δὲ ποιῆσαι [ἀντὶ τοῦ μέθοδον ἀποδεικτικήν] οὐκ ᾔδεισαν, ταὐτὸ πάσχοντες τοῖς κεχρημένοις μὲν ὑποδήμασι, σκυτοτομεῖν δὲ ἀγνοοῦσι. καὶ οὐ διὰ τοῦτο χείρονα τὸν Πλάτωνα τοῦ Ἀριστοτέλους οἰητέον, ἀλλὰ τὸ ἐναντίον καὶ κρείττονα· οὐδὲ γὰρ ἀποδεικνὺς ἐκεῖνος τῆς Ἀριστοτέλους ἀποδεικτικῆς μεθόδου ἐδεήθη, ἀλλὰ τοὐναντίον Ἀριστοτέλης τῆς Πλάτωνος ἀποδείξεως. οὕτω γοῦν καὶ Ὅμηρος καὶ Δημοσθένης οὐκ ἐδεήθησαν οὔτε τοῦ Περὶ ποιητικῆς Ἀριστοτέλους οὔτε τῆς Ἑρμογένους τέχνης, ἀλλὰ τοὐναντίον αὐτοὶ τούτων ἐδεήθησαν, ἵνα τὰς μεθόδους συστήσονται ἐκ τῶν συγγραμμάτων αὐτῶν. τοῦτο πέρας τῆς προκειμένης θεωρίας, ἐπειδὴ καὶ περὶ τῆς ζητήσεως τῆς λογικῆς, πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας, καθέστηκεν.
因此,逻辑学被采纳乃是作为向我们提供方法的东西,通过这些方法我们能够发现被自然隐藏的事物;因为我们正是通过自然向我们显明的事物,去发现未显明的事物。因此,逻辑学是为了他者而被采纳、并且因这缘故可被称为工具,对我们而言已经妥善地推导出来了。为了说明漫步学派言之有理,我们自己也通过其他论述来证明逻辑学是工具,从而印证已经阐述的论述,视其分有真理。部分乃是对事物本质的补充;确实,在场时它保全整体,不在场时它破坏整体;哲学在没有逻辑学的情况下仍可被观照,在本性上既是理论的又是实践的;因此逻辑学将不是哲学的一部分,而是工具。但是,正如已经说过的,我们人类需要逻辑学是为了论证,而需要论证则是为了把握隐藏的事物。也可以陈述另一条确立同样结论的论述,如下所示:工具被除去并不除去整体,正如在手斧与木工术的情形中那样(因为手斧被除去并不除去木工);逻辑学被除去并不除去哲学;因此逻辑学是哲学的工具。这一推论在效力上与前一个推论相同,只是切入点不同而已。漫步学派与斯多亚派的论述固然具有这种方式,然而神圣的柏拉图则认为它既是部分又是工具,因此不需要特别的论证确立;因为他说:“在我看来,你们双方都是胜者;因为你们各自都有丰富的论据,正是由于逻辑学对于哲学而言既是部分又是工具;诸位,你们说的都是真话,你们相互交战却又并非在交战;因为逻辑学确实既是部分又是工具。你们切不可以为我是就同一方面说这话的;因为它是就不同方面而言既是部分又是工具的,正如人们可以在手以及量筒(容量单位)的情形中检验这一说法那样;因为手确实既是部分又是工具:是整个身体的一部分,同时又是给予和接受的工具。同样,量筒也既是部分又是工具;因为量筒有双重含义,一是测量者,一是被测量者,因此可以称被测量者为部分,而称测量者为工具。那么,正如我们在这些情形中表明,同一事物就不同方面而言既是部分又是工具绝非不近情理,同样在逻辑学的情形中,当我们说它既是部分又是工具时,也不会遇到任何荒谬:当它在纯粹的规则中被观照时乃是工具,例如我说‘从两个全称肯定前提推导出全称肯定的结论’;而当它与事物本身结合在一起被采纳时则是部分,例如我说‘灵魂是自我运动的,自我运动者是不朽的,因此灵魂是不朽的’,又如‘一切正义之物皆善,一切善之物皆美,因此一切正义之物皆美’。”柏拉图和亚里士多德两者都值得赞叹:亚里士多德值得赞叹,是因为他脱离了具体事物而分离并发现了诸规则;而柏拉图值得赞叹,则是因为他在没有规则的情况下运用了论证;因为古人固然懂得如何论证,却不懂得制造论证[意思是建立论证的方法],正与那些穿着鞋子却不知如何制鞋的人处境相同。绝不可因此而认为柏拉图劣于亚里士多德,反而应当认为他更为优越;因为他在论证时并未需要亚里士多德的论证方法,恰恰相反,亚里士多德需要柏拉图的论证。无论如何,正如荷马和德摩斯梯尼既不需要亚里士多德的《诗学》,也不需要赫尔墨革涅斯的技艺,恰恰相反,是他们自己〔亚里士多德和赫尔墨革涅斯〕需要这些人〔荷马和德摩斯梯尼〕,以便能从他们的著作中建构起各种方法。这就是当前考察的终结,因为它正是围绕逻辑学究竟是哲学的一部分还是哲学的工具这一探究而展开的。
- 5.0ἀμφότεροι γάρ, φησίν, ἐμοὶ νικᾶτε
ἐμοί 作为判断者与格(“在我看来”或“依我之见”),修饰动词 νικᾶτε。插入语 φησίν 引出了柏拉图以戏剧化拟人方式发表的直接引语。
- 5.0καὶ ἄξιον θαυμάσαι τόν τε Πλάτωνα καὶ Ἀριστοτέλη, καὶ τοῦ μὲν Ἀριστοτέλους ὡς χωρίσαντος
不定式 θαυμάσαι 首先支配宾格作为直接宾语(τόν τε Πλάτωνα καὶ Ἀριστοτέλη),但在随后的句段中,格支配转变为带有 ὡς 与分词的原因属格结构(τοῦ μὲν Ἀριστοτέλους ὡς χωρίσαντος... Πλάτωνος δὲ...),用以说明赞叹各自的缘由。
