← 小奥林匹奥多罗斯

亚里士多德《逻辑学》导论及《范畴篇》注释

§12.23-14.11

著作阅读的前置要点与伪书产生的原因

阐释者依次讲解了研读亚里士多德著作前所需预先把握的其余几项内容(目的、用处、位次、标题、真伪性、结构划分),结合历史例证详细讨论了伪书产生的诸种原因(君王的好胜心、门生的善意、同名现象),并总结了通论引论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0#2

* * εἴ γε μιμητὴς ὢν τῆς φύσεως ὁ φιλόσοφος ἅπαντα ἕνεκά του λέγει, ὡς δῆλον ἐντεῦθεν εἶναι τὸν σκοπὸν τῶν συγγραμμάτων, ὥσπερ κἀκείνη οὐδὲν ἁπλῶς ἀλλ’ ἕνεκά του πάντα πράττει. τὸ δὲ χρήσιμον τῶν συγγραμμάτων ζητοῦμεν, ὅτε δοκεῖ τὸ σύγγραμμα πρὸς κακοῦ ἐπινενοῆσθαι, ὡς ἐπὶ τῶν Σοφιστικῶν ἐλέγχων· νομίζεται γὰρ τοῦτο τὸ βιβλίον βλαπτικὸν ὑπάρχειν, διότι κανόνας τινὰς ἐκεῖ παραδίδωσι, δι’ ὧν δυνησόμεθα ἀπατᾶν. ἀλλ’ ἡμεῖς φαμεν ὅτι παραδίδοται ταῦτα οὐχ ἵνα ἀπατῶμεν, ἀλλ’ ἵνα μὴ ἀπατώμεθα, καὶ οὐχ ἵνα ποιῶμεν, ἀλλ’ ἵνα μὴ πάθωμεν, ὥσπερ καὶ τοῖς ἰατροῖς τὰ δηλητήρια οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς φυγὴν παραδίδοται. τὴν δὲ τάξιν ζητοῦμεν οὐ τὴν καθολικήν (ἤδη γὰρ ταύτην μεμαθήκαμεν, ὅτε ἐλέγομεν τὴν μὲν λογικὴν προηγεῖσθαι, ἕπεσθαι δὲ τὴν ἠθικήν, μετὰ δὲ ταύτην τὴν φυσικήν, καὶ μετὰ τὴν φυσικὴν τὴν μαθηματικήν, μετὰ δὲ ταύτην τὴν θεολογίαν), ἀλλὰ τὴν μερικήν, οἷον τὴν ἐν τοῖς ὁμοστοίχοις· εἰ λογικὸν ὑπάρχοι τὸ σύγγραμμα, τὴν ἐν τοῖς λογικοῖς ὑπάρχουσαν τάξιν δῆλον ὅτι ζητοῦμεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς πολυπραγμονοῦμεν, ὅτε μὴ σύμφωνος εἶναι δοκεῖ τῷ σκοπῷ, ὥσπερ ἐπὶ τῶν Τόπων· ἄλλη μὲν γάρ ἐστιν ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, ἄλλα δὲ τὰ ἐν τούτῳ παραδιδόμενα. πολλάκις δὲ καὶ συναναφαίνεται ταῦτα τὰ τρία, ὁ σκοπός, ἡ χρεία, ἡ ἐπιγραφή, ὡς ἐν τῷ Περὶ ψυχῆς συγγράμματι. περὶ δὲ τοῦ γνησίου δύο ταῦτα ζητήσωμεν· πρῶτον μὲν διὰ πόσους τρόπους ἐνοθεύοντο τὰ βιβλία καὶ ποῖά εἰσιν κριτήρια τὰ δυνάμενα διαχωρίζειν τὰ γνήσια ἀπὸ τῶν νόθων. Ἐνοθεύοντο τοίνυν τὰ βιβλία τὸ παλαιὸν κατὰ τρεῖς τρόπους· ἢ διὰ φιλοτιμίαν τῶν βασιλέων ἢ δι’ εὔνοιαν τῶν μαθητῶν ἢ διὰ ὁμωνυμίαν. καὶ δι’ ὁμωνυμίαν τριχῶς· ἢ συγγραφέως ἢ συγγραμμάτων ἢ ὑπομνημάτων. ἀλλ’, εἰ δοκεῖ, μάθωμεν πῶς τὸ τῶν βασιλέων φιλότιμον αἴτιον ἦν τοῦ τὰς βίβλους νοθεύεσθαι. ἰστέον τοίνυν ὅτι οἱ παλαιοὶ βασιλεῖς ἐρασταὶ ὄντες λόγων ἔσπευδον διὰ φιλοτιμίας συναγαγεῖν τὰ τῶν ἀρχαίων συγγράμματα. οὕτως οὖν Ἰοβάτης ὁ τῆς Λιβύης βασιλεὺς ἐραστὴς ἐγένετο τῶν Πυθαγορικῶν συγγραμμάτων καὶ Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος τῶν Ἀριστοτελικῶν καὶ Πεισίστρατος ὁ τῶν Ἀθηναίων τύραννος τῶν Ὁμηρικῶν 〈καὶ〉 χρημάτων δωρεαῖς ἔσπευδον ταῦτα συναγαγεῖν. πολλοὶ οὖν χρημάτων ὀρεγόμενοι ἔσπευδον ἢ συγγράψασθαι ἤγουν καὶ τὰ τυχόντα συναγαγεῖν καὶ ἐπιγράφειν τοῖς τῶν ἀρχαιοτέρων ὀνόμασι καὶ προσφέρειν καὶ καρποῦσθαι δωρεὰς διὰ τούτου μνηστευόμενοι.1 καὶ συνέβαινεν, ὡς προείπομεν, νοθεύεσθαι τὰ βιβλία 〈ἔσθ’ ὅτε〉 διὰ φιλοτιμίαν βασιλέων. διὰ δὲ ὁμωνυμίαν συγγραφέων ἐνοθεύοντο ἔσθ’ ὅτε τὰ βιβλία, διότι μὴ εἷς καὶ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης ἐγένετο, ἀλλὰ καὶ ὁ ἐπίκλην Μῦθος, ἀλλὰ δὴ καὶ ὁ καλούμενος Παιδοτρίβης. δι’ ὁμωνυμίαν δὲ συγγραμμάτων ἐνοθεύοντο τὰ βιβλία, διότι μὴ μόνος Ἀριστοτέλης ἔγραψε Κατηγορίας, ἀλλὰ καὶ Θεόφραστος καὶ Εὔδημος, οἱ τούτου μαθηταί. πολλάκις οὖν τις περιτυχὼν ταῖς Κατηγορίαις Θεοφράστου, εἰ τύχοι, ἐνόμισεν αὐτὰς εἶναι Ἀριστοτέλους. ἔσθ’ ὅτε δὲ οὐδὲ διὰ ὁμωνυμίαν συγγραφέων ἐνοθεύοντο τὰ βιβλία οὐδὲ διὰ ὁμωνυμίαν συγγραμμάτων, ἀλλὰ διὰ ὁμωνυμίαν ὑπομνημάτων, διότι πολλάκις ὑπόμνημά τις ἐποίησεν εἰς ὁμώνυμον πραγματείαν καὶ ἐνομίσθη ἄλλης εἶναι· ὥσπερ οὖν καὶ Θεόφραστος ἐποίησεν ὑπόμνημα εἰς τὰς οἰκείας Κατηγορίας, καὶ πολλάκις τις ἀποπλανᾶται ὅτι τῶν Ἀριστοτέλους ἐστὶ τὸ ὑπόμνημα. ἢ πολλάκις ἐντυγχάνων τις τῷ ὑπομνήματι Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως εἰς τὰς Κατηγορίας ἐνόμιζεν αὐτὸ πάντως εἶναι τῶν Ἀριστοτέλους, λανθάνον ὅτι οὐ μόνον γέγραπται αὐτῷ εἰς τὰς Ἀριστοτέλους ἀλλὰ καὶ εἰς τὰς Θεοφράστου.2 ἔστι δὲ ὅτε δι’ εὐγνωμοσύνην μαθητῶν πρὸς διδάσκαλον ἐνοθεύοντο τὰ βιβλία, ὥσπερ πάντα τὰ συγγράμματα τὰ ἐπιγεγραμμένα Πυθαγόρου· ὁ γὰρ Πυθαγόρας οὐκ ἀπέλειψεν οἰκεῖον σύγγραμμα, λέγων ὅτι οὐ δεῖ ἄψυχα καταλιμπάνειν συγγράμματα, ἐπειδὴ μὴ δύναται ὑπὲρ ἑαυτῶν ἀπολογεῖσθαι, ἀλλὰ δὴ καταλιμπάνειν ἔμψυχα συγγράμματα, τοῦτ’ ἔστι μαθητάς, οἵτινες καὶ ὑπὲρ ἑαυτῶν καὶ τῶν ἰδίων διδασκάλων δύνανται συμμαχεῖν. οἱ οὖν μαθηταὶ αὐτοῦ δι’ εὔνοιαν ποιήσαντες συγγράμματα ἐπέγραψαν τὸ ὄνομα Πυθαγόρου. καὶ διὰ ταύτην τὴν αἰτίαν νόθα εἰσὶ πάντα τὰ ἐξ ὀνόματος Πυθαγόρου προσφερόμενα συγγράμματα. Ἡ δὲ εἰς τὰ μόρια διαίρεσις σαφής ἐστι περὶ Ἀριστοτέλους καὶ σύνοπτος κατὰ ζῆλον γεωμετρικῶν· ὥσπερ γὰρ ἐκεῖνοι πρῶτα παραλαμβάνουσι τὰ λήμματα καὶ τὰ αἰτήματα, καὶ εἶτα οὕτως ἐπιφέρουσι τὰ θεωρήματα, οὕτω καὶ Ἀριστοτέλης πρῶτα διδάσκει τὰ πρὸς τὴν χρείαν τοῦ συγγράμματος καὶ οὕτως αὐτὰ τὰ προκείμενα. ὡς ἐντεῦθεν σαφῆ γίνεσθαι τὰ κεφάλαια. καὶ ἐν τούτοις στήσωμεν τὴν παροῦσαν θεωρίαν, ἐπειδὴ καὶ πέρας εἴληφεν ἡ διδασκαλία τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας.

[……]既然这位哲学家作为自然的摹仿者,是为了某种目的而述说一切,从而著作的目的由此得以显明,正如自然也绝非无端、而是为了某种目的而行一切事那样。我们探究著作的用处,是在该著作似乎是为有害之目的而构想出来的时候,正如在《辩谬篇》的情形中那样;因为人们认为这部书是有害的,因为他在其中传授了某些我们凭以能够骗人的规则。但我们说,传授这些并非为了让我们去欺骗,而是为了让我们不被欺骗,也非为了让我们去施加[欺骗],而是为了让我们不遭受[欺骗],正如传授毒物给医生并非为了使用,而是为了防范一样。我们探究位次,并非普遍的位次(因为我们此前在说明逻辑学先行、伦理学随之、在其之后是自然学、自然学之后是数学、在其之后是神学时,已经明了了这一点),而是局部的位次,即在同列著作中的位次;若该著作属于逻辑学,显然我们所探究的就是存在于逻辑学诸著作之中的位次,在自然学诸著作的情形中亦是如此。我们追究标题的缘由,是在标题看似与目的不相契合的时候,正如在《论题篇》的情形中那样;因为该著作的标题是一回事,而在其中所传授的内容则是另一回事。但往往目的、效用与标题这三者也会同时显现,正如在《论灵魂》这部著作中那样。关于著作的真伪,让我们探究这两件事:首先,书籍是通过多少种方式被伪造的;其次,能够将真作与伪作区分开来的标准究竟是什么。 古时伪造书籍乃是依照三种方式:或因君王们的好胜心,或因门生们的善意,或因同名现象。因同名现象伪造的又有三种:或因作者同名,或因著作同名,或因注释同名。但若可行,让我们了解君王们的好胜心是如何成为书籍被伪造的原因的。于是应当知道,古代君王热衷言辞,出于好胜心急于搜集古人的著作。因而,利比亚国王朱巴热衷于毕达哥拉斯派的著作,绰号“爱弟者”的托勒密热衷于亚里士多德的著作,雅典人的僭主庇西特拉图热衷于荷马的著作,他们都急于用金钱赏赐来搜集这些著作。许多贪图金钱的人便急于撰写,或是将随意搜罗之作题上更古之人的名字并献上,图谋借此博取赏赐。于是,正如我们此前所说,有时便因君王们的好胜心而发生了书籍被伪造之事。而有时书籍是因作者同名被伪造,因为并非只有斯塔吉拉人亚里士多德一人,还有绰号为“神话”的亚里士多德,甚至还有被称为“体育教师”的亚里士多德。书籍因著作同名而被伪造,是因为并非仅有亚里士多德撰写了《范畴篇》,他的门生泰奥弗拉斯托和欧德谟也撰写了。于是,某人往往偶然遇到泰奥弗拉斯托的《范畴篇》时,便以为它是亚里士多德的。有时书籍既非因作者同名、亦非因著作同名被伪造,而是因注释同名而被伪造,因为某人往往为一部同名的论著撰写了注释,而这注释被误认为是针对另一部著作的;正如泰奥弗拉斯托为其自身的《范畴篇》撰写了注释,而某人往往误以为该注释是针对亚里士多德的著作。或者某人往往在读到阿芙洛狄西亚的亚历山大对《范畴篇》的注释时,在未察觉到他不仅针对亚里士多德的著作撰写、也针对泰奥弗拉斯托的著作撰写的情况下,便断定该注释必定是针对亚里士多德的著作。有时书籍则是因门生对导师的感恩(善意)而被伪造,正如所有题有毕达哥拉斯之名的著作那样。因为毕达哥拉斯并未留下自己的著作,他说不应当留下无生命的著作,因为它们无法为自己辩护,而应当留下有生命的著作,即门生们,他们既能为自己作战,也能为自己的导师作战。于是他的门生们出于善意撰写了著作,并题上了毕达哥拉斯的名字。正因这个缘由,凡以毕达哥拉斯之名献出的著作全都是伪作。 关于亚里士多德著作对各部分的划分,是清晰且因效法几何学家而一目了然的;因为正如几何学家们首先提出引理和公设,然后以此方式引出定理一样,亚里士多德也是首先讲授有助于著作所需的事项,然后以此方式讲授论题本身。由此各章变得清晰明了。让我们在此打住当前的考察,因为关于亚里士多德哲学预备事项的讲授亦已告一段落。

语法注2 条
  1. 4.0καρποῦσθαι δωρεὰς διὰ τούτου μνηστευόμενοι

    分词 μνηστευόμενοι 修饰主要动词 ἔσπευδον,表示目的或意图(“图谋借此博取赏赐”)。不定式 καρποῦσθαι 作为补足语受 μνηστευόμενοι 支配。

  2. 4.0λανθάνον ὅτι οὐ μόνον γέγραπται αὐτῷ εἰς τὰς Ἀριστοτέλους ἀλλὰ καὶ εἰς τὰς Θεοφράστου

    分词 λανθάνον 为中性单数(主格/宾格),作非人称的绝对宾格(accusative absolute)副词性用法,意为“在……未被察觉/被忽略的情况下”。其意义上的主语为整个 ὅτι 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:12.23-14.11