← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§98.27-100.17

二中单位的在先性与数之统一性的辩护

针对亚里士多德就“二”中单位的在先性、数的统一性根据以及单位为相异或同质所引发的困难所作的批判,阿斯克勒庇俄斯从柏拉图学派立场为“二”的象征意义和一性的超越性辩护,并剖析了这一批判的逻辑后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.121

" Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι." Ἕτερον ἔγκλημα ἐπιφέρει αὐτοῖς, καί φησιν ὅτι τὴν δυάδα ἀρχὴν ὑποτίθενται, καὶ λέγοντες αὐτὴν εἶναι ἀρχὴν ἑτέραν ἀρχὴν ποιοῦσιν αὐτῆς τὴν μονάδα (ἐκ γὰρ τῶν δύο μονάδων σύγκειται ἡ δυὰς κατ’ αὐτούς), ὥστε ἡ ἀρχὴ ἐξ ἀρχῶν ἔσται. λέγομεν οὖν αὖθις πρὸς τοῦτο ὅτι εἰ τῷ ὄντι οὕτως ἀριθμὸν ἔλεγον τὴν δυάδα, καλῶς ἐλαμβάνετο ὁ Ἀριστοτέλης· νῦν δὲ συμβολικῶς λέγουσι τὴν δυάδα ἀρχὴν τῶν μεριστῶν πάντων, ἐπειδὴ πρώτη ἀρχὴ τοῦ μερίζεσθαί ἐστιν ἡ δυάς. τοῦτο οὖν φησιν ὅτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ὑπάρχουσαι ἑκατέρα αὐτῶν ἐκ μονάδος ὑπάρχει,1 ἐπειδὴ προτέρα τῆς δυάδος ἡ μονάς· καίτοι ἀδύνατον τῆς ἀρχῆς ἀρχὴν εἶναι.

“此外,二之中的诸单位。” 他对他们提出了另一条指责,说他们将“二”假定为原理,而在称其为原理的同时,又把“单位”确立为它的另一个原理(因为按照他们的说法,“二”是由两个单位构成的),从而原理将产生自诸原理。于是我们对此再次说道:如果在现实中他们真的是这样把“二”说成是一个数,亚里士多德的反驳是合理的;然而实际上他们是以象征的方式将“二”说成是一切可分之物的原理,因为“二”是分裂的首要原理。因此他所说的是,存在于“二”之中的诸单位,它们各自都产生自一个单位,因为单位先于“二”;然而,原理拥有原理乃是不可能的。

§1.122

"Ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος." Φησὶν ὅτι ὁ ἀριθμὸς συνεχές ἐστι, τὴν δὲ συνέχειαν ταύτην ἔχει ἐκ τῆς ἑνάδος· ὥστε πρώτου ἀριθμοῦ ἡ ἑνάς ἐστιν ἀρχὴ καὶ οὐκ ἀριθμός, ὥς φασιν αὐτοί. λέγομεν οὖν πρὸς τοῦτο ὅτι παγκάλως λέγεις, ὦ Ἀριστότελες, καὶ τὰ δοκοῦντα αὐτοῖς λέγεις· τὴν γὰρ τῶν πάντων ἀρχὴν τὴν ἑνάδα ὑποτίθενται καὶ αὕτη ἐστὶν ἡ διὰ πάντων τῶν ὄντων διήκουσα.

“此外,被统摄的数为何是一。” 他说,数是连续的,并且从一性获得这种连续性;因此,一性是首要之数的原理,而不是像他们所说的那样本身是一个数。于是我们对此说道:亚里士多德,你说得极为精当,并且你所说的正是他们所认同的;因为他们将一性假定为万物的原理,而这正是贯穿于一切存在者之中的东西。

§1.123

"Ἔτι πρὸς τοῖς εἰρημένοις εἴπερ εἰσὶν αἱ μονάδες διάφοροι." Εἴ φατε ταύτας τὰς μονάδας εἶναι διαφόρους ἐξ ὧν τὰ ἄλλα πάντα γεννᾶτε, ἐχρῆν ὑμᾶς οὕτως λέγειν ὥσπερ λέγουσιν οἱ τὰ στοιχεῖα τέσσαρα ἤγουν δύο ὑποτιθέμενοι· καὶ γὰρ τούτων ἕκαστος οὐ τὸ κοινὸν λέγει στοιχεῖον, οἷον ὅτι ἐκ σώματος ταῦτα πάντα, ἀλλὰ πῦρ καὶ γῆν, εἴτε τῷ ὄντι ἔστι τι σῶμα κοινὸν αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς ἄποιον, εἴτε μή, ὅπερ ἐστὶν ἀληθές. ἐχρῆν μὲν οὖν καὶ τούτους ὁμοίως ὁρίσαντας ἕν τι, ὥσπερ οἱ σῶμά τι τὸ στοιχεῖον λέγοντες, τοῦτο ἀρχὴν ὑποθέσθαι· νῦν δὲ ἁπλῶς τὸ ἓν λέγουσιν ἀρχήν, οὐχ ὡς πολλῶν οὐσῶν τῶν μονάδων καὶ κεχωρισμένων ἀλλήλων καὶ τοῦ ἑνὸς κατηγορουμένου κοινῶς κατ’ αὐτῶν, ἀλλ’ ὡς ὅλου τινὸς οὔσης τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας,2 ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ· καὶ γὰρ τούτων ἑκάτερον ἕν τι ὁμοιομερές· τὰ γὰρ μόρια τοῦ ὕδατος ὅμοια τῷ ὅλῳ.

“此外,除了所说的诸点之外,如果诸单位各不相同。” 如果你们说产生所有其余事物的这些单位是各不相同的,你们就应当像那些将元素假定为四个或两个的人那样说话;因为这些人中的每一个都不是在说共同的元素,比如并不是说所有这些都来自物体,而是在说火与土,无论在现实中是否存在某种自身单独存立的无性质的共同物体,还是不存在(后一种情况才是真实的)。因此他们也同样应当规定出某一个确定的东西,就像那些称某种物体为元素的人一样,把这个东西假定为原理。然而现在,他们只是单纯地称“一”为原理,并不是由于诸单位数量众多且彼此分离、而“一”被共同述说于它们之上,而是仿佛单位是一个整体、既是一又是同质的,并且把诸单位作为类似于自身的各部分包含在内,就像火和水一样;因为这两者中的每一者都是某种同质的一;水的部分类似于其整体。

§1.124

"Εἰ δὲ οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί." Τουτέστιν εἰ δὲ οὕτως λέγοιεν τὸ ἓν καὶ ὁμοιομερές τι, οὐκέτι αὐτοῖς οἱ ἀριθμοὶ οὐσίαι καὶ ἰδέαι ἔσονται ἀλλ’ ὑποκείμενον καὶ ὑλικά (τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ), καὶ ἔτι τὸ ὅλον οὐκ ἔσται τῶν αὑτοῦ μερῶν ἰδέα. ἔτι τε οὐσία ἑκάστου κυρίως τὸ εἶδος, οἱ δὲ ἀριθμοὶ ὕλης οὐκ εἴδους λόγον ἕξουσι. δύναται δὲ καὶ οὕτως τις εἰπεῖν· εἰ δὲ λέγοιεν τὸ ἓν τοιοῦτον εἶναι ὡς φύσιν τινὰ μίαν, ὡς τὸ πῦρ, ὡς τὸ ὕδωρ, καὶ τοιοῦτον ὂν ἀρχὴν εἶναι, οὐκέτι αὐτοῖς ἔσονται οὐσίαι τε καὶ ἰδέαι καὶ ἀρχαὶ οἱ ἀριθμοί· οὐ γὰρ ἐκ τῆς τοῦ τοιούτου ἑνὸς συνθέσεως ὁ ἀριθμός· ἓν γάρ τι καὶ τὸ αὐτὸ γίνεται ἐκ τῆς τούτων συνθέσεως. εἴπερ οὖν ἔστι τι ἓν αὐτὸ καὶ τοῦτό ἐστιν ἀρχή, πλεοναχῶς λέγεται τὸ ἕν· ἄλλως γὰρ ἀδύνατον. οὔτε γὰρ ὡς γένος πλεοναχῶς λέγεται οὔτε ὡς ὅμοιον, ἀλλ’ ὡς ὁμώνυμον· εἰ δὲ τοῦτο, οὐκέτι παράδειγμα. λέγομεν οὖν ὅτι τῷ ὄντι καὶ καλῶς λέγεις, καὶ πλεοναχῶς λέγεται τὸ ἕν· πάντα γὰρ λέγεται μετέχειν τῆς ἑνάδος καὶ διὰ τοῦτο καὶ ἓν λέγεται. εἰ τοίνυν ἁπλῶς λέγοντες τὸ ἓν οὕτως λέγουσιν ὡς ὁμοειδῶν καὶ ἀδιαφόρων οὐσῶν πασῶν τῶν μονάδων (τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· τὸ γὰρ μὴ διαφέρον τῶν μονάδων καὶ ὁμοειδὲς διὰ τοῦ ὁμοιομερὲς εἰπεῖν ἔδειξεν), ἀλλ’ εἰ οὕτως ἔχοιεν αἱ μονάδες, οὐκ ἂν εἶεν ἔτι οὐσίαι οἱ ἀριθμοί, τουτέστιν αἱ ἰδέαι· περὶ γὰρ ἐκείνων τῶν ἀριθμῶν λέγει. εἰ γὰρ ὁμοειδεῖς πᾶσαι αἱ μονάδες, ὡς ὁ παρ’ ἡμῖν ἀριθμὸς οὐκ ἔστιν οὐσία, οὕτως οὐδ’ ἂν ἐκεῖνος εἴη ὁ ἐξ ὁμοειδῶν τούτῳ τῷ ἀριθμῷ τῶν μονάδων συγκείμενος. ἀλλὰ δῆλον ὅτι οὐχ οὕτως λέγουσιν, ἀλλ’ ἔστι κατ’ αὐτοὺς ἕν τι αὐτὸ οὐχ ὁμοειδὲς τοῖς ἄλλοις, καὶ τοῦτο ἀρχή· εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς αἱ μονάδες, ἀλλὰ πλεοναχῶς τὸ ἓν λέγεται· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν τὴν ἀρχὴν λέγειν. ὥστε ἐχρῆν αὐτοὺς ποῖον λέγουσιν ἀρχὴν ὡρικέναι. ἔπειτα δὲ εἰ μὴ ὑπάρχουσιν ὁμοειδεῖς, ἕπεται ἄπορον, τίς ἡ τῶν μονάδων διαφορά.

“但如果这样,诸数将不是实体。” 也就是说,如果他们这样来论述“一”并且将其视为某种同质之物,对他们而言诸数将不再是实体和理念,而是基底和质料性的东西(因为同质之物就是这样的),并且整体将不再是其自身诸部分的理念。此外,各事物的实体严格而言是形相,而诸数将具有质料而非形相的界说。人们也可以这样说:如果他们说“一”是如同火或水一样的某种单一自然本性,并且作为这样的东西是原理,那么诸数对他们而言将不再是实体、理念和原理;因为数并非产生自这种“一”的结合;由这些[同质之物]的结合产生出的是单一且同一的东西。因此,如果存在某种“自身为一”并且这是原理,“一”就是按多种意义被述说的;否则就是不可能的。因为它既非作为属也非作为类似物被以多种意义述说,而是作为同名异义之物被述说;如果是这样,它就不再是范本了。于是我们说,在现实中你说得很对,“一”确实是按多种意义被述说的;因为万物都被说成分有一性,并正因如此也被称为一。因此,如果他们在单纯地称“一”时是假定所有单位都是同种且无差别的(因为他通过说“一”犹如火或水一般是同质的表明了这一点;他通过说“同质”指出了单位没有差异且同种),然而如果诸单位果真如此,诸数——即诸理念——就不再是实体了;因为他谈论的正是那些数。如果所有单位都是同种的,正如我们身边的数不是实体一样,由与此数同种的单位所构成的那个数也将不是实体。然而显然他们并不是这样主张的,相反,按照他们的说法存在着某种不与其余单位同种的“自身为一”,并且这是原理;而如果是这样,单位就不是同种的,而是“一”以多种意义被述说;因为在其他情况下说“一”是原理是不可能的。所以他们本应当规定他们所说的原理究竟是何种一。其次,如果它们并非作为同种而存在,那么难题随之而来:诸单位之间的差异究竟是什么?

语法注2 条
  1. 1.121ἑκατέρα αὐτῶν ἐκ μονάδος ὑπάρχει

    以 αἱ μονάδες αἱ ἐν τῇ δυάδι ὑπάρχουσαι 为主语,插入了分配性同位语 ἑκατέρα αὐτῶν,述谓动词 ὑπάρχει 与之保持单数一致。介词短语 ἐκ μονάδος 意为“产生自一个单位(即作为更高或在先原理的单位)”,表明了既然“二”由单位构成,则“二”中的各单位也必须依赖于在先的单位这一困难。

  2. 1.123ὡς ὅλου τινὸς οὔσης τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας

    在由 ὡς 引导的属格绝对结构中,先出现与阴性名词 τῆς μονάδος 一致的阴性分词 οὔσης,随后接中性形容词和分词 ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος。这是依据概念上的“整体”或“一”(τὸ ὅλον / τὸ ἕν)而作出的意念一致(constructio ad sensum)。αὐτῷ 指代此整体,而 τὰς μονάδας 则是 ἔχοντος 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:98.27-100.17