← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§100.18-101.14

几何对象还原至原理与相互内在之辩护

针对亚里士多德(992a10)对柏拉图学派将几何对象(长、面、体)还原为对立原理导致其无法作为从属属而相互包含的批判,注疏者引用其师(阿摩尼乌)的观点进行辩护,指出它们并非作为属,而是作为相互的接受者而内在存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#1

" Βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχάς." Βουλόμενοι ὑμνεῖν τὴν δυάδα ὡς ἀρχὴν οὖσαν καὶ τὰς οὐσίας τῶν πραγμάτων ἀνάγειν εἰς αὐτήν, φασὶν οὕτως ὅτι τὰ μήκη ἐστὶν ἐκ βραχέος καὶ μακροῦ· τὰς δὲ ἐπιφανείας ἐκ πλατέος καὶ στενοῦ, τὰ δὲ στερεὰ ἐκ βαθέος καὶ ἐπιπολαίου. ταῦτα δὲ οὐχ ὑπάρχουσιν ὑπάλληλα γένη. φανερὸν 〈οὖν〉 ὅτι οὐ θεωρηθήσονται ἐν ἀλλήλοις· τὰ γὰρ ὑπάλληλα γένη ἅμα θεωροῦνται ὡς τὸ ἔμψυχον καὶ τὸ ζῷον. τὸ γοῦν μακρὸν καὶ βραχὺ ὑπὸ ἄλλο γένος τελεῖ καὶ τὸ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ τὸ ἐπιπόλαιον· ὥστε οὐ δυνατόν ἐστι κατ’ αὐτοὺς τὸ ἐπίπεδον θεωρεῖσθαι ἐν τῷ στερεῷ οὔτε δὲ τὴν γραμμὴν ἐν τῷ ἐπιπέδῳ, ὥσπερ οὐδὲ ὁ ἀριθμὸς ὑπάρχει ἐν αὐτοῖς, ὅτι τὸ μὲν πολὺ καὶ ὀλίγον ἐπὶ ἀριθμοῦ λέγεται, τὸ δὲ βαθὺ καὶ ἐπιπόλαιον ἐπὶ σώματος, καὶ οὐ λέγομεν τὸν ἀριθμὸν ὑπάρχειν ἐν τῷ σώματι, διότι ὑπὸ ἄλλο ἐστὶ γένος τὸ πολὺ καὶ τὸ ὀλίγον ὑπὸ τὸ διωρισμένον, τὸ δὲ βαθὺ καὶ ἐπιπόλαιον ὑπὸ τὸ συνεχές. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφός φησι πρὸς αὐτὸν ὅτι θεωροῦνται ταῦτα ἐν ἀλλήλοις οὐχ ὡς ὑπάλληλα γένη ἀλλ’ ὡς δεκτικὰ ἀλλήλων· δεκτικὴ γὰρ ἡ μὲν ἐπιφάνεια τῶν γραμμῶν, τὰ δὲ σώματα τῶν ἐπιφανειῶν, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ἀριθμοὺς θεωρεῖσθαι ἐν τοῖς μεγέθεσι. λέγομεν γὰρ δέκα μεγέθη οὐχ ὡς ὑπάλληλα γένη ἀλλ’ ὅτι δεκτικόν ἐστι τὸ μέγεθος τῶν ἀριθμῶν. ἐπὶ μὲν γὰρ τοῦ μεγέθους θεωρεῖται τὸ μέγα καὶ τὸ μικρόν, ἐπὶ δὲ τοῦ ἀριθμοῦ τὸ πολὺ καὶ τὸ ὀλίγον· ταῦτα δὲ οὐχ ὁμογενῆ ὑπάρχουσιν, ἀλλὰ τὸ μέν ἐστι τοῦ συνεχοῦς τὸ δὲ τοῦ διωρισμένου. βουλόμενοι οὖν, φησί, τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχὰς μήκη μὲν τίθεμεν (ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων)1 ἐκ μακροῦ καὶ βραχέος. ἀρχαὶ οὖν αὐτῶν τὸ μέγα καὶ τὸ μικρόν· ταύτην γὰρ ἔλεγον τὴν ἀόριστον εἶναι δυάδα. εἰς ταύτην οὖν θέλοντες πάντα ἀνάγειν τοῦ μὲν μήκους ἀρχὴν ἔλεγον τὸ βραχὺ καὶ τὸ μακρόν, ὡς ἐκ μακροῦ τινος καὶ βραχέος τὴν γένεσιν ἔχοντος τοῦ μήκους, ἅπερ ἐστὶ μέγα καὶ μικρόν, τοῦ δὲ στερεοῦ τό τε βαθὺ καὶ ταπεινόν, ὄντα καὶ αὐτὰ μέγα καὶ μικρόν. εἰπὼν δὲ ταῦτα καὶ ἐκθέμενος τὴν δόξαν αὐτῶν ἐπὶ τούτοις ἐπιφέρει τὸ ἄτοπον λέγων καὶ πῶς ἕξει τὸ ἐπίπεδον2 γραμμήν, ἢ τὸ στερεὸν γραμμὴν ἢ ἐπίπεδον;

“而希望把诸实体还原为诸原理。” 由于希望颂扬“二”作为原理的存在,并把事物的诸实体还原为它,他们便这样说道:长产生自短与长,面产生自宽与窄,立体产生自深与浅。但这些并不是从属的属。因此显然,它们不会在彼此之中被观察到;因为从属的属才是同时被观察到的,例如有灵魂之物与动物。无论如何,长与短归于另一个属,窄与宽以及深与浅亦然;因此按照他们的说法,在立体中观察到平面,或者在平面中观察到线,都是不可能的,正如数也不存在于它们之中一样;因为“多与少”是就数而言的,而“深与浅”是就物体而言的,我们不会说数存在于物体之中,因为多与少属于另一个属,即离散量,而深与浅属于连续量。以上是亚里士多德的观点;但我们的哲学家针对他说道,这些东西在彼此之中被观察到,并不是作为从属的属,而是作为彼此的接受者;因为面接受线,而物体接受面,正如亚里士多德自己也说数在诸大小之中被观察到一样。因为我们说“十个大小”,并不是作为从属的属,而是因为大小能够接受数。因为在大小上观察到的是“大与小”,而在数上观察到的是“多与少”;这些并非同属,而是一者属于连续量,另一者属于离散量。因此他说,“由于希望把诸实体还原为诸原理,我们”(作为属于同一学派的人)“把长设定为产生自长与短”。因此它们的原理是大与小;因为他们曾说这就是不定之二。因此,由于希望将一切事物还原为此,他们称长的原理是短与长,因为长产生自某种长与短,而这也就是大与小;他们又称立体的原理是深与浅,这些本身也是大与小。在说了这些并阐述了他们的观点之后,他接着指出了荒谬之处,说道:“那么,平面将如何拥有线,或者立体如何拥有线或平面呢?”

语法注2 条
  1. 1.125ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων

    解释亚里士多德在《形而上学》原文中使用第一人称复数(“τίθεμεν”,我们设定)原因的附加分词短语。意为“作为属于同一学派[学园派]的人”,指出亚里士多德是以自身曾作为柏拉图学派成员的立场来说话的。

  2. 1.125ἐπιφέρει τὸ ἄτοπον λέγων καὶ πῶς ἕξει τὸ ἐπίπεδον γραμμήν, ἢ τὸ στερεὸν γραμμὴν ἢ ἐπίπεδον;

    λέγων 之后的引语直接对应亚里士多德《形而上学》992a13–14的原文。它并非间接引语,而是由疑问词 πῶς 引导的直接反问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:100.18-101.14