- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:97.6-98.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯进一步阐述了991b22中关于单位同种或异种所导致的荒谬后果,接着探讨了991b27中确立数学之数(居间之物)的必要性以及数学在灵魂认知上升过程中的作用。
" Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἀριθμῶν." Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντιθεμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδ’ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν ἀριθμῶν συντιθεμένων ἕνα γίνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων ἢ τετράδων, ὡς ἀνωτέρω ἐδείξαμεν, οἳ ἤδη εἰσὶν ἀριθμοί, ἡ τριὰς καὶ ἡ τετράς· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς, καθὸ γίνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκεινται), ἄξιον παρ’ αὐτῶν μαθεῖν,1 πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντιθέμεναι ὁμοειδεῖς ὑπάρχουσιν, ἢ οὔ. εἰ γὰρ πᾶσαι αἱ μονάδες ὁμοειδεῖς, τί δήποτε αἱ μὲν ἰδέαν ποιοῦσι κατ’ αὐτοὺς αἱ δὲ οὔ; ὥστε πᾶς ἀριθμὸς ἰδέα ἔσται, καὶ οὐδὲν διοίσουσιν ἀλλήλων τὰ ἐξ ἐκείνων γινόμενα. εἰ οὖν ὁμοειδεῖς ἀλλήλαις ὑπάρχουσι, κατ’ οὐδὲν ἄλλο διοίσουσιν ἢ κατὰ πλῆθος μονάδων· οὕτως δὲ 〈καὶ τὰ〉 μετασχόντα αὐτῶν ἀλλήλοις ὁμοειδῆ ἔσονται. ἀλλὰ τὸ λογικὸν καὶ τὸ ἄλογον οὐ δοκοῦσιν ἀλλήλων πλήθει διαφέρειν ἀλλὰ ποιότητι. εἰ γὰρ εἴποιεν ὅτι τὸ λογικὸν μιᾷ μονάδι ὑπερέχει τοῦ ἀλόγου, ἐὰν προστεθῇ ἡ μία μονάς, ἔσται τὸ ἄλογον λογικόν, ὅπερ ἀδύνατον. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν αὐτάς, αὐτὸς ἐπιφέρει τὰ ἄτοπα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς μήτε πᾶσαι πάσαις μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μηδὲ αἱ αὐταί), ἀλλ’ ἔστι τις ἐν αὐταῖς διαφορά, ὡς τάσδε μὲν εἶναι ἰδεῶν ποιητικὰς τὰς δὲ μή, τίς ἔσται αὐταῖς διαφορὰ ἀπαθέσι τε οὔσαις; οὔτε γὰρ αἱ μὲν λευκαὶ αἱ δὲ μέλανες. θέσιν δὲ οὐ δυνατὸν εἰπεῖν, ἐπεὶ οὕτως σημεῖα λέγουσι τὰς μονάδας· ἄλλως τε δὴ τὰ νοητὰ θέσιν ἔχειν οὐ βούλονται.
“如果不是由它们自身,而是由诸数[产生]。” 他说,如果有人说,由诸形式自身结合并不能产生出一个形式,其原因在于即使在数的情况下,也不是由诸数结合而产生出一个数,而是由单位结合而产生的(因为正如我们上面所指出的,每一个数都是由单位的结合构成的,而不是由三或四构成的,三和四本身已经是数;事实上,一万也是由单位构成的,而不是由千或百构成的;即使如此,理念至少不是在这方面,即在由它们产生出一个数这方面类似于数,而是在由单位构成这方面类似于数),那么值得向他们请教的是:构成理念的那些单位究竟是同种的还是不是?因为如果所有的单位都是同种的,究竟为什么按照他们的说法有些单位构成理念,有些则不构成?这样每一个数都将是理念,并且由它们产生的东西彼此之间将没有任何差异。因此,如果它们彼此同种,它们除了在单位的数量上之外就没有任何差别;这样一来,分有它们的事物彼此之间也将在形式上是同种的。然而理性的与非理性的似乎并不是在数量上相异,而是在性质上相异。因为如果他们说理性的比非理性的多出一个单位,那么一旦添加这一个单位,非理性的就会变成理性的,这是不可能的。而如果他们说它们是异种的,他自己便引出了荒谬的后果。因为如果它们既不彼此同种,也不全部与全部同种,在形式上也不是相同的(因为“也不相同”所表明的就是这一点),而是在它们之中存在某种差异,以至于这些单位能产生理念而那些不能,那么对于不受变易的单位来说,它们之间能有什么差异呢?因为它们既不是一些是白的另一些是黑的。也不能说是位置[不同],因为这样他们就会把单位称为点了;更何况他们根本不愿承认可知解之物具有位置。
"Ἔτι δὲ ἀναγκαῖον ἕτερόν τι γένος ἀριθμοῦ κατασκευάζειν." Παραλελοίπασι καὶ τὰς ἀρχὰς τὰς μαθηματικάς· μόνα γὰρ ὑποτίθενται νοητὰ καὶ αἰσθητά· οὐδὲν οὖν περὶ τῶν μαθηματικῶν εἰρήκασι. λέγομεν οὖν ἡμεῖς πρὸς αὐτὸν ‘καίτοι αὐτός, ὦ Ἀριστότελες, ἐγκαλεῖς αὐτοῖς ὡς διατρίψασι περὶ τὰ μαθήματα καὶ μὴ φροντίσασι φυσικῆς θεωρίας, ὡς εἴρηται ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς· καὶ προϊὼν δὲ τοῦτο ἐγκαλεῖς αὐτοῖς.’ εἰδέναι γὰρ χρὴ ὅτι ἐπειδὴ μέσην τάξιν ἀνεδέξατο ἡ ψυχὴ καὶ ποτὲ μέν ἐστιν ἐν τοῖς νοητοῖς ποτὲ δὲ ἐν τοῖς αἰσθητοῖς, ἐδεήθη καὶ φαντασίας, ἵνα δι’ αὐτῆς φυλάττῃ τοὺς τύπους τῶν αἰσθητῶν. χρεία οὖν ἐστι μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως· ἀπὸ γὰρ τῶν μαθημάτων ἄνιμεν ἐπὶ τὰ νοητά. οὔτε γὰρ ἀμέσως δυνατόν ἐστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ νοητὰ ἀνελθεῖν· οὔτε γὰρ δεῖ κατὰ τὸ εἰρημένον ὑπερβάθμιον πόδα ἀποτείνειν.2 διὰ τοῦτο οὖν καὶ διαφόρους ἐνεργείας προβάλλεται πρὸς τὸ ἀμφίβιον τῆς ζωῆς αὐτῆς, ποτὲ μὲν νοερῶς ποτὲ δὲ μετὰ αἰσθήσεως ἐνεργοῦσα· ἔχει δὲ καὶ φαντασίαν, ἥτις τῶν μερικῶν ἀντιλαμβάνεται· τὰ γὰρ καθόλου φαντασθῆναι τῶν ἀδυνάτων ἐστίν. ὥσπερ οὖν ἡ ψυχὴ μεταξύ ἐστι τῶν ἀϊδίων καὶ φθαρτῶν, οὕτως καὶ τὰ μαθήματα μεταξὺ τῶν πάντῃ χωριστῶν εἰδῶν τῆς ὕλης καὶ τῶν ἀχωρίστων τῇ ἐπινοίᾳ χωρίζομεν. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἔδει αὐτοὺς καὶ ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν, περὶ ὃ ἡ ἀριθμητικὴ καταγίνεται, τουτέστι τὰ μαθήματα. καὶ πάντα τὰ μεταξὺ λεγόμενα, τουτέστι τὰ μαθήματα, ὑπὸ τίνων ἐστὶν ἀρχῶν ἤγουν ἐκ τίνων καὶ ποῖαι ἀρχαὶ τῶν μαθημάτων ὑπάρχουσιν. εἰπεῖν δὲ ἔδει αὐτοὺς καὶ δι’ ἣν αἰτίαν μεταξύ ἐστι (τὰ μαθήματα γὰρ μεταξύ), εἰ μὴ ἐκ τῶν αὐτῶν ἐξ ὧν καὶ αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός, ἅτινα πάντων ἀρχὰς ὑπέθεντο. † τίνων κατὰ κοινωνίαν τινὰ καὶ οἰκειότητα μεταξύ τί ἐστι· ταῦτα δὲ ἑτέρου γένους καὶ ἑτέρας ὄντα φύσεως πῶς ἂν ἔτι μεταξὺ εἴη τῶν ἰδεῶν καὶ τῶν πρὸς αὐτὰς λεγομένων τὸ εἶναι ἔχειν, τῶν αἰσθητῶν καὶ τῶν νοητῶν;
“此外,还必须确立另一种数。” 他们也忽略了数学原理;因为他们只假定了可知解之物和感觉之物;所以他们关于数学对象未置一词。于是我们对他说:“然而你自己,亚里士多德,正如在《论灵魂》第一卷中所说的那样,指责他们沉湎于数学学科而不在意自然理论;并且随着论述的展开,你还在对此指责他们。”因为必须知道,既然灵魂承担了居间的等级,时而在可知解之物中,时而在感觉之物中,它也就需要想象,以便通过想象保持感觉之物的印迹。因此,为了习惯于无形体的本性,数学学科是必需的;因为从数学学科我们得以升入可知解之物。从自然之物直接升入可知解之物是不可能的;因为正如俗话所说,不可“跨步跃级伸出脚去”。正因如此,灵魂也针对其生命的两栖性展现出不同的活动,时而以智性方式活动,时而伴随感觉活动;并且它也具有把握个别事物的想象;因为构想普遍之物是不可能的。因此,正如灵魂介于永恒之物与可灭之物之间一样,我们也在思想中将数学对象区分为介于完全与质料分离的形式与不可分离的形式之间。亚里士多德所说的就是这个意思:他们本应当确立算术所从事的另一种数,即数学对象。并且被称为居间的一切事物,即数学对象,源自何种原理,或者说由何产生,数学对象的原理又是何种原理[,他们也应当说明]。他们还应当说明,由于什么原因它是居间的(因为数学对象是居间的),如果它不是由产生理念和形式之数——他们将这些假定为万物的原理——的相同原则产生的话。依据某种共同性与亲缘性,某物在某些事物之间是居间的;但既然这些对象属于另一类且具有另一种本性,它们又怎能仍然介于理念与那些被称为相对于理念而具有存在的事物,即感觉之物与可知解之物之间呢?
- 1.119Εἴ τις, φησί, λέγοι ... ἄξιον παρ’ αὐτῶν μαθεῖν
由 Εἴ τις ... λέγοι(祈愿语气)引导的长大条件从句,其主句由非人称句 ἄξιον [ἐστὶ] παρ’ αὐτῶν μαθεῖν 构成。在条件从句内部,依存于 λέγοι 的带否定词宾格不定式短语(μὴ ... γίνεσθαι)和表原因的 ὅτι 从句,以及括号内的补充说明(πᾶς γὰρ ... σύγκεινται)构成了多重嵌套,其中 εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι 也是依存于 λέγοι 的间接引语不定式结构的延续。
- 1.120ὑπερβάθμιον πόδα ἀποτείνειν
正如前面的 κατὰ τὸ εἰρημένον(如俗话所说)所明示的,这是一个比喻性、谚语性的习惯表达,字面意为“跨过台阶伸出脚去”,在此用于告诫人们不可不经由中间阶段而企图一蹴而就。
