- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:95.16-97.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据《形而上学》991b21–22,阿斯克勒庇俄斯指出许多数可以产生出一个数,而多个形式却不能产生出单一形式,以此反驳理念是数的观点,并展开了关于构成数的单位究竟是同种还是异种的诘难。
" Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίνεται." Φησὶν ὅτι δυνατόν ἐστιν ἐκ πολλῶν ἀριθμῶν γενέσθαι ἕνα ἀριθμόν, οἷον ἐκ πολλῶν μονάδων τὸν ἑκατόν, ἐξ εἰδῶν δὲ πολλῶν συνθέτων ἓν εἶδος οὐ γίνεται· ὥστε οὐ καλῶς φασι τὰς ἰδέας ἀριθμούς. † ἐκ γὰρ ἡμιόνου καὶ ἵππου οὐκ ἄν ποτε γένοιτό τι εἶδος ἕτερον, ὡς φησι καὶ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς, ἐκ μέντοι ἵππου καὶ ἡμιόνου δυνατόν, ἐκ δὲ ἵππου μόνου οὐ δυνατόν.
“此外,由许多数产生出一个数。” 他说,由许多数产生出一个数是可能的,例如由许多单位产生出一百,但由许多复合的形式却不能产生出一个形式;因此他们说理念是数,这是不对的。因为从骡与马绝不能产生出任何别的形式,正如波菲利在《导论》中所说,然而从马与骡是可能的,但单单从马则不可能。
"Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἀριθμῶν." Ἰστέον ὅτι ἐκ τοῦ ἑπτὰ καὶ τρία οὐδὲν γίνεται· ἕκαστος γὰρ ἀριθμὸς φυλάττει τὸ οἰκεῖον εἶδος, καὶ οὐδέποτε φθείρεται οὔτε ὁ ἑπτὰ καθὸ ἑπτὰ οὔτε ὁ τρία. ἡ οὖν σύνθεσις ἐκ τῶν μονάδων γίνεται. φησὶν οὖν ὅτι αἱ μονάδες αὗται, ἐξ ὧν συντίθεται ὁ ἀριθμός, πότερον ὁμοειδεῖς ὑπάρχουσιν ἢ ἀνομοειδεῖς; εἰ μὲν οὖν φῶσιν ἀνομοειδεῖς αὐτὰς εἶναι παρὰ τὰ δοκοῦντα αὐτοῖς λέγουσιν· ἡ γὰρ μονὰς πρὸς τὸ σημεῖον, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, θέσει καὶ μόνῃ διαφέρει,1 αὐτοὶ δὲ ταύτας τὰς ἰδέας οὐχ ὑποτίθενται θέσιν ἔχειν, εἴ γε καὶ νοητὰς αὐτὰς εἶναι πρεσβεύουσιν.2 ὥστε οὐ δυνατὸν εἶναι τὰς μονάδας κατ’ αὐτοὺς ἀνομοειδεῖς· οὐδὲν γὰρ ἀλλήλων διαφέρουσι, καθὸ νοηταὶ ὑπάρχουσιν. εἰ δὲ πάλιν φῶσιν αὐτὰς ὁμοειδεῖς εἶναι, δῆλον ὅτι πλῆθος μὲν γίνεται ἐκ τῆς συνθέσεως αὐτῶν, διάφορα δὲ εἴδη οὐ γίνονται· καὶ ἔσται ταὐτὸν ἄνθρωπος καὶ ἵππος κατὰ τὸ εἶδος, ὅπερ ἐστὶν ἀδύνατον. εἰ δέ φασιν ἐκ μὲν τῆς τριάδος γίνεσθαι τὸν ἵππον, ἐκ δὲ τῆς τετράδος τὸν ἄνθρωπον, ἐὰν προστεθῇ μία μονάς, γίνεται ἐξ ἵππου ἄνθρωπος, ὅπερ ἐστὶν ἀδύνατον. καὶ ἐνταῦθα μὲν οὐ λέγει τὰ ἄτοπα τὰ ἐπακολουθοῦντα, ἅπερ ἡμεῖς εἰρήκαμεν, ἀλλ’ ἐν τῷ Μ· ἀντιλέγει γὰρ ἐκεῖσε ταῖς ἰδέαις. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ Πλάτων, ὡς πολλάκις εἴρηται, συμβολικῶς πάντα ταῦτα ἐπρέσβευε καὶ ἐκάλει ἀριθμοὺς ὡς μετρητικοὺς καὶ συστατικοὺς τῆς ὕλης· τὰ γὰρ εἴδη ἐκεῖθεν προέρχονται καὶ καταλάμπουσι τὴν ὕλην καὶ ὁρίζουσιν αὐτὴν ἀόριστον οὖσαν.
“如果不是由它们自身,而是由诸数[产生]。” 必须明白,由七和三不能产生出任何东西;因为每个数都保持自身特有的形式,七就其为七而言决不毁灭,三亦然。因此结合是由单位产生的。于是他问道,构成数的这些单位,究竟是同种的还是异种的?如果他们说它们是异种的,他们所说的就违背了自己的学说;因为单位与点相比,正如在《后分析篇》中所说,仅在位置上有所不同,但他们自己并未假定这些理念具有位置,既然他们确实主张它们是可知解的。因此按照他们的观点,单位不可能是异种的;因为就它们是可知解的而言,它们彼此之间没有任何差异。但反过来,如果他们说它们是同种的,显然由它们的结合虽然产生了多数,却不能产生不同的形式;并且人和马在形式上将成为同一的,这是不可能的。而如果他们说马由三产生,人由四产生,那么若添加一个单位,就会由马变成人,这是不可能的。在此处他并未陈述我们所说的这些随之而来的荒谬后果,而是在第十三卷(M卷)中陈述的;因为他在那里反驳了理念。以上是亚里士多德的论点;然而柏拉图正如常常被指出的那样,乃是象征性地主张这一切,并将它们称为数,视其为质料的度量者和构成者;因为形式从那里流出,照耀质料,并将作为无定者的质料加以限定。
"Εἰ δὲ μὴ ἐξ αὐτῶν." Φησὶν ὅτι εἰ μὴ γίνεται ἡ σύνθεσις ἐξ αὐτῶν, τουτέστιν ἐκ τοῦ ἑπτὰ καὶ τοῦ τρία, διότι οὐκ ἀπολλύουσι τὰ οἰκεῖα εἴδη, ὡς εἴρηται, ἀλλ’ ἐκ τῶν ἀριθμῶν, τουτέστιν ἐκ τῶν μονάδων, ἐστὶν ἡ σύνθεσις (γράφεται δὲ ἐκ τῶν ἀριθμῶν, ἵνα δηλώσῃ τὸ ἐκ τῶν λόγων τοῦ ἀριθμοῦ),3 οἷον ἐν τῇ μυριάδι, ὡς φησιν αὐτός, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς,4 πολλὰ ἄτοπα συμβήσεται, ὡς εἴρηται, εἴτε μὴ ὁμοειδεῖς, μήτε αἱ αὐταὶ ἀλλήλαις μήτε δὲ αἱ ἄλλαι πᾶσαι πάσαις· ἀπαθεῖς γὰρ οὖσαι αἱ μονάδες, τίνι διοίσουσιν ἀλλήλων; οὔτε γὰρ αὐτῶν αἱ μὲν λευκαὶ ὑπάρχουσιν αἱ δὲ μέλανες. ὥστε οὔτε εὔλογά φασιν οὔτε δὲ τῇ νοήσει ὁμολογούμενα. δείκνυσιν οὖν ὅτι οὐχ ὑπάρχουσιν αἱ ἰδέαι ἀριθμοὶ καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντιθεμένων γίνεσθαι ἕνα ἀριθμόν (τὰ γὰρ τρία καὶ τέσσαρα συντεθέντα ἀλλήλοις ποιεῖ τὸν ἑπτὰ ἀριθμόν), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων ἓν εἶδος οὐ γίνεται· οὐ γὰρ τὸ τοῦ ἀνθρώπου εἶδος καὶ τὸ τοῦ κυνός, ἐὰν οὕτω τύχοι, συντεθέντα ἕν τι εἶδος ποιεῖ. οὐ γὰρ ἐπειδὴ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετος ὁ ἄνθρωπος ἔκ τε ζῴου καὶ ἄλλου εἴδους· οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτό τι ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ ζῴου εἶναι ἄνθρωπος δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν μέρος τοῦ ὅλου γίνεται σωζόμενος ὁ αὐτός· ὥστε οὐκ ἂν εἶεν ἰδέαι οἱ ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλειόνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ αἱ ἰδέαι αὐτῶν ἔσονται ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, ἔπειτα τὸ τοῦ ἀνθρώπου ἢ ἵππου. ἔτι ἐπὶ μὲν τῶν ἀριθμῶν ἐκ πάντων τῶν διαφερόντων συντεθέντων εἷς ἀριθμὸς γίνεται, ἐπὶ δὲ τῶν ἰδεῶν ἀδύνατον τοῦτο· οὐ γὰρ πάντα τὰ διαφέροντα εἴδη ἕν τι ποιεῖ συντεθέντα, οἷον ἵππος καὶ κύων. ἔτι τὰ μὲν συντεθέντα ἰδίᾳ προϋπάρχοντα συντίθενται· οὐχ οἷόν τε δὲ ἄνθρωπον καὶ ζῷον κεχωρισμένα ἢ λαβεῖν ἤγουν ἐπινοῆσαι.
“如果不是由它们自身。” 他说,如果结合不是由它们自身,即不是由七和三产生(因为正如所说,它们并不丧失自身特有的形式),而是由诸数,即由单位产生(写作“由诸数”是为了表明“由数的诸比例产生”),例如正如他自己所说在一万之中,单位处于何种状态?因为无论它们是同种的,就会随之产生许多荒谬后果,正如已经说过的;还是不同种的——既不彼此相同,其余的一切单位也不与一切单位相同——〔亦然〕;因为单位既不受变易,它们凭什么彼此相异?因为它们之中也并非一些是白的而另一些是黑的。因此他们所说的既不合情理,也不与思想相符。所以他也通过由许多结合的数产生出一个数(因为三与四结合在一起构成七这个数),而由多个结合的形式却不能产生出一个形式这一事实,证明理念不是数;因为比方说,人的形式与狗的形式结合在一起并不会构成单一的形式。因为并不能由于动物包含在人之中,人就是由动物和另一种形式复合而成的;因为动物既非独立自存的形式,人离开动物也不能成为人,相反,动物是具存的各动物的一部分。然而每个数在保持自身相同的同时成为整体的一部分;因此数不可能是理念。即使有人说各理念也是由多个理念构成的,比方说人是由动物和两足动物构成的,首先它们的理念将不是单纯的而是复合的,其次它们之中一些将是在先的,另一些将是在后的;因为动物的形式在先,然后才是人或马的形式。此外,在数的情况下,所有不同的数结合起来会产生出一个数,但在理念的情况下这是不可能的;因为并非所有不同的形式结合起来都能构成单一的东西,例如马和狗。再者,结合之物是作为各自预先存在的东西而结合的;但要将人和动物当作分离之物来把握或构想,是不可能的。
- 1.117θέσει καὶ μόνῃ διαφέρει
θέσει 是表示限定或观点的与格,意为“仅在位置上,且仅在此点上有所不同”。这指涉了《后分析篇》中的定义,即单位是没有位置的点,而点是具有位置的单位。
- 1.117εἴ γε καὶ νοητὰς αὐτὰς εἶναι πρεσβεύουσιν
εἴ γε 引导带有前提或因果语气的条件从句(“既然他们确实主张”)。καί 强调 νοητάς,突出了作为可知解实体与具有空间位置(θέσις)之间的不可并存性。
- 1.118γράφεται δὲ ἐκ τῶν ἀριθμῶν, ἵνα δηλώσῃ τὸ ἐκ τῶν λόγων τοῦ ἀριθμοῦ
非人称被动态 γράφεται(“写作”)指涉了文本的异读或词句意图。接续的 ἵνα δηλώσῃ 从句表示目的,构成解释性的补充说明:“写作‘由诸数’,是为了表明‘由数的诸比例产生’”。
- 1.118πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ ἄτοπα συμβήσεται, ὡς εἴρηται, εἴτε μὴ ὁμοειδεῖς
在承接疑问句(πῶς ἔχουσιν)之后,通过关联析取条件结构 εἴτε ... εἴτε ...(“无论……还是……”)展开两难诘难。在后一个 εἴτε 从句中省略了谓语动词,直接过渡到接下来的修辞疑问句(τίνι διοίσουσιν;)。
