- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:93.33-95.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德在《形而上学》991b13中针对理念论者的第二项反驳(“事物是数的比例”),论证了若感觉事物是质料中数的比例,则作为其范型的理念也必定是比例(复合者)而非单纯的数,从而最终导致“数本身”被否定这一荒谬后果。
" Εἰ δὲ ὅτι λόγοι ἀριθμῶν τὰ ἐνταῦθα." Πρόκειται μὲν αὐτῷ δεῖξαι ὅτι 〈εἰ〉 αἱ ἰδέαι ἀριθμοί εἰσιν, οὐ δύνανται [δὲ] αἴτιαι εἶναι τοῖς ἐνταῦθα. ὃ δεῖξαι βουλόμενος πρῶτον μὲν ἔλαβε τὸ καὶ τὰ ἐνθάδε, ἅ φασι πρὸς ἐκεῖνα γίνεσθαι, ἀριθμοὺς λέγεσθαι εἶναι ὑπ’ αὐτῶν1 ἴσους ἐκείνοις ἀϊδίοις οὖσιν, οὐκ ὄντας αὐτοὺς ἀϊδίους, καὶ ἔδειξεν ὅτι οὐδὲ ἴσοι ἀριθμοὶ τοῖς ἴσοις ἀριθμοῖς αἴτιοι εἶναι τοῦ εἶναι δύνανται, οὐδὲ εἰ οἱ μὲν εἶεν ἀΐδιοι οἱ δὲ μή. νῦν οὖν πάλιν λαμβάνει τὰ ἐνταῦθα μὴ ἀριθμοὺς εἶναι λέγεσθαι ὑπ’ αὐτῶν, ἀλλ’ ἐν λόγῳ τινὶ ἀριθμῶν συνεστάναι, ὃ καὶ βούλονται λέγειν· καὶ δείκνυσιν ὅτι οὐδὲ οὕτως αἱ ἰδέαι καὶ ἐκεῖνοι οἱ ἀριθμοὶ αἴτιοι δύνανται εἶναι τοῖς ἐνθάδε οὖσιν ἐν ἀριθμῶν λόγῳ. βουλόμενος δὲ δεῖξαι τί ἐστι τὸ λέγειν λόγους ἀριθμῶν τὰ ἐνταῦθα εἶναι παρέθετο τὴν συμφωνίαν· καὶ γὰρ ἡ συμφωνία οὐκ ἀριθμός ἐστιν ἀλλὰ λόγος τις ἀριθμῶν, τουτέστι πράγματά τινα λόγον ἀριθμῶν πρὸς ἄλληλα ἔχοντα. τὸ γὰρ ἐν διπλασίῳ εἶναι ἐν λόγῳ ἀριθμῶν ἐστιν εἶναι, ὅπερ ἔχει ἡ διὰ πασῶν συμφωνία· ἐν ταύτῃ γὰρ αὐτῇ τὸ εἶναι, καὶ αὖ πάλιν ἄλλη ἐν ἡμιολίῳ καὶ ἄλλη ἐν ἐπιτρίτῳ, ἃ πάντα ἀριθμῶν εἰσι λόγοι. εἰ δὲ καὶ τὰ ὄντα πάντα λέγοι τις λόγους ἀριθμῶν εἶναι, οὐδὲ οὕτως αἴτιαι αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ ἐκεῖνοι τούτοις ἔσονται. εἰ γὰρ τοῦτο, οὐδὲ ἐκεῖναι ἀριθμοὶ ἔτι ἔσονται. εἰ γάρ εἰσι τὰ ἐνταῦθα λόγοι τινὲς ἀριθμῶν, δῆλον ὅτι ἔστι τινὰ ἐν αὐτοῖς, ἃ τὸν λόγον ἔχει τοῦτον ἐν ᾧ ἑκάστῳ αὐτῶν τὸ εἶναι, ὥσπερ ἡ συμφωνία λόγος ἀριθμῶν οὖσα ἔχει τι ὑποκείμενον καὶ φύσιν τινὰ ὑποκειμένην, ἧς ἀριθμός ἐστι καὶ λόγος ἡ συμφωνία, καὶ ἔστι τοῦτο οἱ φθόγγοι. εἰ δὲ καὶ τὰ πράγματα τὰ πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχειν ἐν λόγῳ ἀριθμῶν ἐστιν, ἔστι τι αὐτοῖς ὑποκείμενον, ὅπερ τὸν τῶν ἀριθμῶν λόγον ἀναδεχόμενον ποτὲ μὲν ἄνθρωπος γίνεται ποτὲ δὲ ἄλλο τι, κατὰ τοὺς διαφέροντας λόγους ἄλλοτε ἄλλο γινόμενον, ὡς αἱ συμφωνίαι τῇ τῶν ἐν τοῖς φθόγγοις λόγων ἑτερότητι. τοῦτο δὲ οὐκ ἄλλο τι εὑρεθήσεται ὂν ἢ τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἧς ἐν ἀριθμῷ καὶ ἐν λόγῳ τινὶ ἕκαστον ἔσται τῶν ὄντων, οἷον πυρὸς ἀέρος ὕδατος, ἢ ὅ τί ποτ’ ἂν καὶ ᾖ τούτων· ἐν γὰρ τῷ τούτων λόγῳ πρὸς ἄλληλα τὸ εἶναι τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι. εἰ δὲ τοῦτο, δεήσει καὶ τὰς ἰδέας παραδείγματα τούτων οὔσας καὶ αὐτὰς λόγους ἀριθμῶν εἶναι καὶ οὐκ ἀριθμοὺς ἁπλῶς· εἰ γὰρ ὁ Καλλίας φέρε εἰπεῖν ἢ ὁ ἄνθρωπος ὡμοιωμένος τῇ ἰδέᾳ λόγος ἐν ἀριθμοῖς2 τισίν ἐστι πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος ἢ ἄλλων τινῶν ὑποκειμένων, ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ αὐτοάνθρωπος, πρὸς ὃν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς, ἤτοι ἀριθμῶν αὐτῶν, εἰ εἴη τοῦτο ὑποκείμενον ἐν αὐτοῖς, ἢ ἄλλου τινὸς ὅ τί ποτ’ ἂν ᾖ ἐν αὐτοῖς· τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἴτε ἀριθμός. οὐ γὰρ δὴ ὁ ἀριθμὸς αἴτιος τοῦ ἐν ἀριθμῶν λόγῳ εἶναι· ἐν γὰρ τῷ αὐτῷ ἀριθμῷ διαφέροντες γίνονται οἱ λόγοι· ἐν γὰρ τῷ ἓξ καὶ ὁ διπλάσιος καὶ ὁ ἡμιόλιος. εἰ δὲ τοῦτο, οὐκ ἀριθμὸς ἁπλῶς ἡ ἰδέα· οὐ γάρ ἐστι ταὐτὸν ἀριθμός τε καὶ λόγος ἐν ἀριθμοῖς· οὐδὲ ἔστιν ἄρα τις αὐτοαριθμὸς ἡ ἰδέα. * * * ἔχουσιν ἐν λόγῳ ἀριθμῶν. οὗτος δὲ ὁ λόγος πρῶτον μὲν ἀναιρεῖ τὸ εἶναι ἀριθμοὺς τὰς ἰδέας, ἔπειτα καὶ συνθέτους δείκνυσιν αὐτάς, οὐχ ἁπλᾶς. εἰ γάρ εἰσι λόγοι ἀριθμῶν, ἐκ πλειόνων τε ἔσονται καὶ ἔσται αὐταῖς ὑποκείμενόν τι, οὗ ἐν λόγῳ ἀριθμῶν τὸ εἶναι αὐτῶν ἑκάστῃ. ἀκολουθήσει τε τούτοις μηδὲ εἶναί τινα ἀριθμόν· εἰ γὰρ μὴ ἔστιν αὐτοάριθμος, οὐδ’ ἂν ἀριθμὸς εἴη, † οὐδ’ εἴ γε τῶν ὄντων πρὸς παράδειγμα ἀριθμός. ἀλλὰ μὴν μὴ ὄντος ἀριθμοῦ οὐδὲ λόγος ἀριθμῶν εἴη ἄν, ὥστε οὐδ’ ἐν λόγῳ ἀριθμῶν οἷόν τε λέγειν αὐτοῖς τὰ ὄντα εἶναι. τὸ δὲ οὐδ’ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἂν εἴη τῷ οὐδὲ ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός,3 ἐπεὶ μὴ τὸ ἐν λόγῳ ἀριθμῶν ὂν ἀριθμός.
“或者如果因为此地之物是数的比例[形式才是因]。” 他的既定任务是证明:即使理念是数,它们也不能成为此地之物的因。为了表明这一点,他首先设定了一个前提,即他们所说依那些永恒之物而生成的此地之物,也被他们称为与那些永恒之数相等的数,尽管它们自身并非永恒;并且他表明,相等的数不能成为相等的数的存在之因,即使一者永恒而另一者非永恒亦然。因此现在,他再次假定此地之物被他们称为不是数,而是在数的某种比例中构成的,而这正是他们所想要表达的;并且他表明,即使这样,理念和那些数也不能成为存在于数的比例中的此地之物的因。为了表明说此地之物是数的比例是什么意思,他引证了协和音;因为协和音也不是数,而是数的某种比例,即某些彼此具有数的比例的事物。因为处于双倍比例之中就是处于数的比例之中,八度协和音就具有这一比例;因为其存在就在于这一比例本身,而另一种协和音又处于一又二分之一比例(五度)中,另一种处于一又三分之一比例(四度)中,这些全都是数的比例。但即使有人说所有存在之物都是数的比例,即便如此,理念和那些数也不会成为这些事物的因。因为如果是这样,那些理念也将不再是数。因为如果此地之物是数的某种比例,显然在它们之中存在着某些承载此比例的事物,它们各自的存在就在于这比例之中,正如协和音作为数的比例,拥有一个底层载体和某种潜在的本性,协和音正是它的数和比例,而这载体就是乐音。如果依理念而被言说拥有存在的事物是处于数的比例之中,那么它们也有某种载体,它接受数的比例,有时变成人,有时变成别的事物,按照不同的比例在不同的时候变成不同的事物,正如协和音依据乐音中比例的差异[而变成不同的协和音]一样。而这载体将不会被发现是别的任何东西,只能是底层载体和质料,各存在物都将处于其数和某种比例之中,例如火、气、水,或这些之中的无论何物;因为由它们构成之物的存在和形式化,就在于它们彼此的比例之中。但如果这样,诸理念作为这些事物的范型,自身也必须是数的比例,而不是单纯的数。比方说,如果卡利亚斯或被同化于理念的人是火、土、水、气或某些其他载体在某些数中的比例,那么理念——即被称为数的人本身,人正是相对于它而存在的——也将是数中的比例,或者如果数本身是它们之中的载体,那就是数本身的比例,或者如果是它们之中的别的什么,那就是该事物的比例;因为这就是他通过“无论它是数”这句话所表明的意思。因为数决不是处于数的比例之中的因;因为在同一个数中会产生不同的比例;例如在六中既有一倍半比例也有双倍比例。但如果这样,理念就不是单纯的数;因为数与数中的比例不是同一回事;因此理念也不是某种数本身。[……]在数的比例中持有。而这一论证首先取消了理念是数这一说法,其次表明它们是复合的而非单纯的。因为如果它们是数的比例,它们就将由多个部分构成,并且它们将具有某种载体,它们各自的存在就在于这载体之数的比例中。由此还将推论出甚至没有任何数存在;因为如果没有数本身,也就不会有数[……]。然而如果数不存在,数的比例也不会存在,以至于他们甚至不可能说存在之物是在数的比例之中。而“因此也不会有任何数存在”这句话,就等同于“因此理念也不会是数,因为处于数的比例之中的事物并非数”。
- 1.115τὸ καὶ τὰ ἐνθάδε, ἅ φασι πρὸς ἐκεῖνα γίνεσθαι, ἀριθμοὺς λέγεσθαι εἶναι ὑπ’ αὐτῶν
由中性单数宾格定冠词 τό 引导的定冠词不定式短语,充当动词 ἔλαβε 的直接宾语。其骨干结构为 ἔλαβε [τὸ ... ἀριθμοὺς λέγεσθαι εἶναι ...],其中 τὰ ἐνθάδε 是 λέγεσθαι 的逻辑主语(宾格主语),而 ἀριθμοὺς εἶναι 则作谓语不定式补足语。
- 1.115ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ αὐτοάνθρωπος, πρὸς ὃν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς
包含倒装(hyperbaton)与分隔修饰的复合结构。主句的主动词是 ἔσται,主语是 ἡ ἰδέα,同位语 ὁ αὐτοάνθρωπος 紧随其后,并受到分词短语 ἀριθμὸς εἶναι λεγόμενος(被称为数)与关系分句 πρὸς ὃν ὁ ἄνθρωπος[省略 ἐστίν]的修饰。而作表语补足语的 λόγος ἐν ἀριθμοῖς(数中的比例)则被后置隔开。
- 1.115τὸ δὲ οὐδ’ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἂν εἴη τῷ οὐδὲ ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός
该句通过中性单数定冠词 τό 将亚里士多德的原句(991b20-21)名词化作为主语,谓语 ἴσον ἂν εἴη(等同于)后接与格短语 τῷ ...(冠词名词化的阐释句)作为补足语。这是注解家用来对原文难解词句进行转述与解释的标准句式。
