← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§93.1-93.32

以数和比例解释原因之难及等数间的因果否定

阿斯克勒庇俄斯在对991b9的逐字逐句注解中,阐发了将感觉事物与理知事物视为数或比例的困难,并引用阿芙罗狄西亚的亚历山大的解释,论证相等的数之间绝不可能构成因果关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.113

" Ἔτι εἴπερ εἰσὶν ἀριθμοί." Εἴ φατε ἀριθμοὺς εἶναι τὰ εἴδη, πῶς αἴτιοι ἔσονται τῶν αἰσθητῶν πραγμάτων; πότερον ὅτι καὶ τὰ ἐνθάδε, τουτέστι τὰ αἰσθητά, ἕτεροι ἀριθμοὶ ὑπάρχουσιν; οἷον ὅδε μὲν ὁ ἀριθμὸς ἄνθρωπος, ὁδὶ δὲ Σωκράτης, ὁδὶ δὲ Καλλίας. οὔτε οὖν ἐκεῖνοι οἱ ἀριθμοὶ οἱ νοητοὶ τούτοις αἴτιοι ὑπάρχουσιν· οὐ δὴ γάρ, εἰ τοὺς μὲν νοητοὺς ἀριθμοὺς ἀιδίους ὑποθώμεθα, τοὺς δὲ αἰσθητοὺς φθαρτούς, ἤδη διὰ τὸ ἀίδιον οἱ νοητοὶ παρακτικοὶ ὑπάρχουσι τῶν αἰσθητῶν, ὡς ἐν τῇ θεωρίᾳ μεμαθήκαμεν. εἰ δέ τις πάλιν ὑποθῆται ὅτι λόγοι ἀριθμῶν εἰσι τὰ ἐνταῦθα, οἷον συμφωνία τις, δῆλον ὅτι ὡς λόγοι ὄντες σχέσιν ἕξουσι πρὸς ἀλλήλους οἵ τε νοητοὶ ἀριθμοὶ καὶ οἱ αἰσθητοί· εἰ δὲ σχέσις, φανερὸν ὅτι καὶ ἕν τι ἔσονται, ὥστε καὶ ὁμόυλα, καθάπερ ἐδείξαμεν· ὥστε καὶ αὐτοὶ οἱ ἀριθμοὶ λόγοι τινὲς ἔσονται ἑτέρου πρὸς ἕτερον. οἷον εἰ ἔστι Καλλίας λόγος ἐν ἀριθμοῖς ἐκ πυρὸς καὶ ὕδατος καὶ γῆς· καὶ αὐτοάνθρωπος, τουτέστιν ἡ ἰδέα, εἴτε ἀριθμός1 τίς ἐστιν εἴτε καὶ οὔ, ὅμως ἔσται λόγος ἐν ἀριθμοῖς τινων ἡ ἰδέα καὶ οὐκ ἀριθμός· αὐτοὶ δὲ τὰς ἰδέας ἀριθμοὺς βούλονται εἶναι.

“再者,如果[形式]是数。” 如果你们说诸形式是数,它们将如何成为感觉事物的因?是否因为此地之物,即感觉之物,亦作为另外的数而存在?例如,这个数是人,这个是苏格拉底,这个是卡利亚斯。因此那些理知之数并不是这些〔感觉之数〕的因;因为绝非只要我们假定理知之数是永恒的而感觉之数是生灭的,理知之数就凭其永恒性立刻成为感觉之物的产生者,正如我们在通论中所学到的那样。但如果有人再次假定此地之物是数的比例,例如某种协和音,显然既然它们是比例,理知之数与感觉之数彼此之间就将具有关系;而如果有关系,显然它们也将是某种单一之物,从而如我们所证明的那样也是同质料的;以至于数本身也将是一物对另一物的某种比例。例如,如果卡利亚斯是由火、水和土在数中构成的比例,那么人本身即理念,无论它是否是某种数,都同样将是某些事物在数中的比例而非数;然而他们自己却希望理念是数。

§1.114

"Ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται;" Ὁ ἐξ Ἀφροδισιάδος ἐξηγητὴς οὕτως ἑρμηνεύει τὸ χωρίον. πειρᾶται καὶ κατὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον·2 εἰ γὰρ ἀριθμοὺς μὲν ἔλεγον αὐτὰς εἶναι, μὴ δύνανται δὲ ἀριθμοὶ εἶναι, δῆλον ὅτι οὐδὲ εἶεν ἂν κατ’ αὐτούς. ζητεῖ δὲ ὅτι, εἴπερ εἰσὶν αἱ ἰδέαι ἀριθμοί, πῶς αἴτιοι ἔσονται τοῖς ἐνθάδε; πότερον ὅτι καὶ τὰ ἐνθάδε εἰσὶν ἀριθμοὶ ὥσπερ καὶ αἱ ἰδέαι, ἕτεροι δὲ ἐκείνων τε δηλονότι ἀλλὰ καὶ ἀλλήλων, ὥσπερ κἀκεῖναι ἀλλήλων ἕτεραι, καὶ ἄλλος μέν ἐστιν ἀριθμὸς ἄνθρωπος, ἄλλος δὲ ἵππος, ἄλλος δὲ Πλάτων καὶ ἄλλος Σωκράτης, ὡς κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρειν ἀλλήλων τὰ ὄντα;3 ἀλλ’ εἰ τοῦτο, πῶς αἴτιοι ἐκεῖνοι οἱ ἀριθμοὶ 〈οἱ〉 τῶν ἰδεῶν τοῖς ἐνθάδε ἀριθμοῖς, ἐν οἷς ἐστι τὰ ὄντα, ἔσονται; εἰ γὰρ καὶ εἶεν ἴσοι οἱ ἐνταῦθα ἐκείνοις, ὡς εἶναι φέρε εἰπεῖν πεντάδα τόν τε αὐτοάνθρωπον καὶ τὸν αἰσθητόν, ἀλλὰ τὴν μὲν ἀίδιον πεντάδα τὴν δὲ μὴ ἀίδιον, πῶς ἐκείνη ἡ πεντὰς ταύτῃ τῇ πεντάδι αἰτία ἔσται τοῦ εἶναι; οὐ γὰρ δὴ οἱ ἴσοι ἀριθμοὶ ἀλλήλοις αἴτιοι τοῦ εἶναι· πῶς γὰρ ὅλως ἀριθμὸς ἀριθμῷ αἴτιος τοῦ εἶναι;

“再者,如果形式是数,它们将如何成为原因?” 来自阿芙罗狄西亚的注解者这样解释该段落。他试图也依据他们将理念称为数的这一见解来审查这一说法;因为如果他们曾说理念是数,但它们却不可能成为数,显然按照他们自己的说法它们甚至就不会存在。他追问:如果理念确实是数,它们将如何成为此地之物的因?是否因为此地之物正如理念一样也是数,但显然不仅不同于那些〔理念〕,而且也彼此不同,正如那些理念彼此不同一样,并且一个数是人,另一个数是马,另一个是柏拉图,另一个是苏格拉底,仿佛存在的事物按照数的差异而彼此相异?但如果这样,理念的那些数将如何成为存在物存在于其中的此地那些数的因呢?因为即使此地的数与彼处的数相等,比方说人本身与感觉的人都是五,但一者是永恒的五,另一者是非永恒的五,那个五又如何将成为这个五的存在之因?因为相等的数绝不会互为存在之因;总之,数如何可能成为数的存在的因呢?

语法注3 条
  1. 1.113οἷον εἰ ἔστι Καλλίας λόγος ἐν ἀριθμοῖς ἐκ πυρὸς καὶ ὕδατος καὶ γῆς· καὶ αὐτοάνθρωπος, τουτέστιν ἡ ἰδέα, εἴτε ἀριθμός τίς ἐστιν εἴτε καὶ οὔ, ὅμως ἔσται λόγος ἐν ἀριθμοῖς τινων ἡ ἰδέα καὶ οὐκ ἀριθμός

    句子的骨架为条件从句 οἷον εἰ ἔστι Καλλίας λόγος...(例如,如果卡利亚斯是……比例)与主句 καὶ αὐτοάνθρωπος... ὅμως ἔσται λόγος(人本身也……同样将是比例)相呼应。主句开头的连词 καὶ 起到副词性呼应作用(“同样”、“也”)。

  2. 1.114πειρᾶται καὶ κατὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον

    πειρᾶται 省略的主语并非前文的注解者亚历山大,而是被注解的亚里士多德本人。其互补不定词为 εὐθύνειν,中间插入的介词短语 καὶ κατὰ ταύτην τὴν δόξαν... 表示让步性的内部批判(“即便依据理念论者自身的这一见解”)。

  3. 1.114ὡς κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρειν ἀλλήλων τὰ ὄντα

    此处采用 ὡς + 不定词(διαφέρειν)结构,以副词性/比较性的方式阐明前述疑问句(“一个数是人,另一个数是马……”)所隐含的前提,意为“仿佛存在的事物按照数的差异而彼此相异”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:93.1-93.32