← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§91.27-92.39

批判形式即数学说与象征性解释

阿斯克勒庇俄斯注解了亚里士多德对“形式即数”学说的批判(991b9),指出即使将感觉事物视为数的比例也会导致理知之物落入质料的谬论,并引用阿摩尼奥斯的解释,指出将理念称为数只是表明其对质料具有规定作用的象征性说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.112

" Ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται; πότερον ὅτι ἕτεροι ἀριθμοί εἰσι τὰ ὄντα." Ἔστιν ἔνστασις αὐτῷ πρὸς τὰς ἰδέας. λέγει οὖν πρὸς αὐτοὺς ὅτι οἱ ἀριθμοί, τουτέστι τὰ αἰσθητὰ πράγματα, καθὸ ἀριθμοὶ ὑπάρχουσιν, οὐδὲν ἀλλήλων διαφέρουσι· πῶς οὖν φατε τοὺς νοητοὺς ἀριθμοὺς παρακτικοὺς εἶναι τῶν αἰσθητῶν ἀριθμῶν; εἰ πάλιν τοὺς νοητοὺς ἀριθμοὺς ἀϊδίους ὑποτίθεσθε, τοὺς δὲ αἰσθητοὺς φθαρτούς, οὐκ ἤδη διὰ τοῦτο, ἐπειδὴ ἀΐδιοι ὑπάρχουσιν οἱ νοητοί, παρακτικοὶ ὑπάρχουσι τῶν τῇδε· καὶ ἡ ψυχὴ γὰρ ἀθάνατος καὶ ἀΐδιος ὑπάρχει, καὶ ὅμως οὐκ ἔστι παρακτικὴ τῶν αἰσθητῶν. οὕτως οὖν φημι καὶ περὶ τῶν ἰδεῶν ὅτι κἂν ἀϊδίους αὐτὰς ὑποθῶνται, οὐκ ἔχουσιν ἐνταῦθα συνάξαι ὅτι παρακτικαὶ ὑπάρχουσι· τὰ γὰρ παράγοντά τι κατὰ τὴν παραγωγὸν αὐτῶν δύναμιν παράγουσιν, οὐ κατὰ τὴν ἀϊδιότητα. δειξάτωσαν οὖν τὸ τοιοῦτον ὑπάρχειν τοῖς εἴδεσιν. εἰ δὲ πάλιν φῶσι μὴ εἶναι ἀριθμοὺς τὰ αἰσθητὰ πράγματα ἀλλὰ λόγους ἐξ ἀριθμῶν συγκειμένους, ὥσπερ καὶ ὁ Ἐμπεδοκλῆς ἔλεγε περὶ τοῦ ὀστέου ὅτι ἐκ τοσῶνδε λόγων σύγκειται, οἷον πυρὸς μὲν ἔχει τοσόνδε, γῆς δὲ τοσόνδε, καὶ οὕτως ῥᾴδιόν ἐστι διελέγξαι αὐτούς. εἰ γὰρ λόγοι ὑπάρχουσι τὰ αἰσθητὰ πράγματα ἐξ ἀριθμῶν συγκείμενοι, ἵνα ὑποθώμεθα1 τὸν ἄνθρωπον συγκεῖσθαι ἐκ τοῦ λόγου τοῦ πυρὸς καὶ τῆς γῆς καὶ τῶν ἑξῆς, ὑπάρχουσι δὲ ὅμοια κατ’ αὐτοὺς τὰ αἰσθητὰ τοῖς νοητοῖς, φανερὸν ὅτι λόγοι ἔσονται καὶ τὰ νοητά· ὥστε καὶ σχέσις θεωρηθήσεται ἐν αὐτοῖς (ὅπου γὰρ λόγος, ἐκεῖσε καὶ σχέσις ὑπάρχει), ὥσπερ ἐπὶ τῆς συμφωνίας φαμὲν τὸν ἐπίτριτον ἕτερον λόγον τοῦ φθόγγου καὶ τὸν ἡμιόλιον, οἷον, εἰ τύχοι, ὁ ἓξ πρὸς τὸν τέσσαρα ἡμιόλιον ἔχει λόγον, καὶ διὰ τοῦτο ὁ μέν ἐστι τετραπλάσιος, ὁ δὲ ἑξαπλάσιος· καὶ ὅτι τοῦ ἐπιτρίτου ἐλάττων κατ’ ἀριθμὸν καὶ τὸν μείζονα καὶ τὸν ἐλάττονα· καὶ τοῦ μέν, εἰ τύχοι, ἐστὶν ἐπίτριτος τοῦ δὲ ἐπιτέταρτος· ὁμοίως καὶ ἐπὶ τῆς διὰ πασῶν ἁρμονίας, ἥτις ἐστὶ καὶ κατακορεστάτη· ἔστι δ’ ὁ τοιοῦτος λόγος διπλάσιος. διὸ ἐάν τις πλαγίαν θείη τὴν κιθάραν, ἐμβάλοι δὲ κάρφος εἰς τὴν νευρὰν τὴν ἀποτελοῦσαν τὸν διπλάσιον λόγον, κρούσῃ δὲ πρὸς ἣν ἡ σχέσις, ἀποπάλλεται τὸ κάρφος· τοσαύτη ἐστὶν ἡ συμπάθεια, καίτοι ἄλλων καρφῶν, εἴπερ εἶεν, μὴ κινουμένων. εἰ τοίνυν λόγον ἔχουσι πρὸς ἄλληλα οἵ τε αἰσθητοὶ ἀριθμοὶ καὶ οἱ νοητοί, δῆλον ὅτι καὶ σχέσιν ἕξουσιν. εἰ δὲ σχήσουσι σχέσιν πρὸς ἄλληλα, φανερὸν ὅτι ὁμογενῆ εἰσιν ὥσπερ πατὴρ καὶ υἱός· εἰ δὲ τοῦτο, καὶ ὁμόυλα· ὥστε ἐν ὕλῃ ἔσονται τὰ νοητά, ὅπερ οὐδὲ αὐτοὶ βούλονται λέγειν. καὶ ταῦτα μὲν τὰ παρὰ Ἀριστοτέλους· ὁ δὲ ἥρως Ἀμμώνιος ὁ Πρόκλου μὲν γεγονὼς ἀκροατὴς ἐμοῦ δὲ Ἀσκληπιοῦ διδάσκαλος ἔλεγεν ὅτι συμβολικῶς ἐκεῖνοι ἔλεγον τὰς ἰδέας ἀριθμούς· οὔτε γὰρ τούτους τοὺς ψηφιζομένους,2 ἐπεὶ τῷ ὄντι εὐλόγως 〈ἂν〉 αὐτῶν ἐλαμβάνετο ὁ Ἀριστοτέλης, ἀλλ’ ἐπειδὴ οἱ ἀριθμοὶ περατοῦσι καὶ περιορίζουσι τὰ πράγματα ὧν εἰσιν ἀριθμοί, τοιαῦτα δὲ καὶ τὰ εἴδη περιοριστικὰ τῆς ὕλης, συμβολικῶς ἀριθμοὺς προσηγόρευσαν τὰς ἰδέας. διὸ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ ἀριθμοὺς ἔλεγον· ὥσπερ γὰρ λέγεται καὶ τὸ μέτρον ξέστης καὶ τὸ μετρούμενον, οὕτως ἔφασκον καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ ἀριθμούς, ἀλλὰ τὰ μὲν νοητὰ ἀριθμοὺς μετρητικούς, τὰ δὲ αἰσθητὰ ἀριθμοὺς μετρουμένους.

“再者,如果形式是数,它们将如何成为原因?是否因为存在的事物是另外的数?” 他对理念持有异议。因此他对他们说,数即感觉事物,就其作为数而言,彼此毫无差异;那么你们怎么说理知之数是感觉之数的产生者呢?如果你们转而假定,理知之数是永恒的,而感觉之数是生灭的,并不立刻因此——因为理知之数是永恒的——它们就是此地之物的产生者;因为灵魂也是不灭且永恒的,然而它却不是感觉事物的产生者。因此关于理念我也同样主张,即使他们假定理念是永恒的,他们也无法由此推论出理念是具有产生性的;因为产生某种事物者是依照其产生能力来产生,而不是依照永恒性。那么,就让他们证明诸形式具有这样的能力吧。但如果他们反过来主张,感觉事物不是数,而是由数构成的比例——正如恩培多克勒谈到骨头时也说,它是由如此这般的比例构成的,比如含有这么多火和这么多土——即使这样也很容易驳倒他们。因为如果感觉事物是由数构成的比例——让我们假设人是由火、土等等的比例构成的——并且按照他们的说法,感觉之物与理知之物是相似的,那么显然理知之物也必定是比例;因而在它们之中也将观察到关系(因为凡有比例之处,那里亦存在关系),正如在协和音中我们说三分之四的比例(四比三)是与二分之三的比例(三比二)不同的声音比例,例如,比方说六对四具有一又二分之一的比例,为此缘故一者为四倍,另一者为六倍;而且在较大数和较小数两方面,它在数上都小于三分之四的比例;并且一者比方说是三分之四的比例,另一者则是四分之五的比例;在作为最完满的八度音程的和谐中亦复如是;而这样的比例是双倍的。因此,如果有人将琴平放,把草屑放在构成双倍比例的琴弦上,并弹奏与它具有对应关系的那根琴弦,草屑就会被弹开;其同感竟是如此之大,即使其他草屑(若有的话)丝毫未动。既然感觉之数与理知之数彼此具有比例,那么显然它们也将具有关系。而如果它们彼此具有关系,显然它们是同类的,就像父亲与儿子一样;如果这样,它们也是同质料的;从而理知之物将处于质料之中,而这正是他们自己也不愿主张的。亚里士多德的论证便是这些;然而曾师从普罗克洛斯、亦是我阿斯克勒庇俄斯之导师的英豪阿摩尼奥斯常说,他们是将理念象征性地称为数;因为他们所说的并非这种可计算的数——否则亚里士多德攻击他们确实就是合情合理的了——而是因为数限制并规定了其为其数的那些事物,而形式同样也是对质料具有规定性的,所以他们象征性地将理念称为数。为此,他们将感觉之物与理知之物都称为数;因为正如量度与被量度之物都被称为“升”一样,他们也主张理知之物与感觉之物都是数,但理知之物是量度的数,而感觉之物则是被量度的数。

语法注2 条
  1. 1.112ἵνα ὑποθώμεθα

    ἵνα 引领的虚拟式在此用作假设性插入语(“让我们假设……”),用以在论证中引入一个具体假定,而非表示纯粹的目的从句(“为了让我们假设……”)。

  2. 1.112οὔτε γὰρ τούτους τοὺς ψηφιζομένους

    承前文省略了动词 ἔλεγον(“他们称/指”)。通过 οὔτε ... ἀλλ' ἐπειδὴ ... 的对照结构,表达“因为他们指的并不是这种可计算的数,而是因为……[才将它们称为数]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:91.27-92.39