← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§90.19-91.26

援引斐多篇与作为生成原因的理念

阿斯克勒庇俄斯注解了亚里士多德援引《斐多篇》并称“我们说”(991b3)之处,讨论了该对话的真伪问题与学派认同的用语,阐释了亚里士多德关于形式不能作为存在与生成的动力因的反驳,并最后提出了阿摩尼奥斯关于自然内含创造性理则的护教式阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.111

" Ἐν δὲ τῷ Φαίδωνι οὕτως λέγομεν." Ὅτι τοῦ Πλάτωνός ἐστιν ὁ Φαίδων σαφῶς ὁ Ἀριστοτέλης δηλοῖ· ἀντιλέγων γὰρ πρὸς τὸν Πλάτωνα παράγει μαρτυρίαν ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων ἐν τῷ Φαίδωνι. καὶ ἐν τοῖς Μετεώροις δὲ παρήγαγε τὸν Φαίδωνα, ἡνίκα περὶ τοῦ Ταρτάρου λόγον ἐποιεῖτο. Παναίτιος γάρ τις ἐτόλμησε νοθεῦσαι τὸν διάλογον. ἐπειδὴ γὰρ ἔλεγεν εἶναι θνητὴν τὴν ψυχήν, ἐβούλετο συγκατασπάσαι καὶ τὸν Πλάτωνα· ἐπεὶ οὖν ἐν τῷ Φαίδωνι σαφῶς ἀπαθανατίζει τὴν λογικὴν ψυχήν, τούτου χάριν ἐνόθευσε τὸν διάλογον. ἐν δὲ τῷ Φαίδρῳ φησὶν ὁ Πλάτων ὅτι πᾶσα ψυχὴ ἀθάνατος, καὶ ὡς ὁ ἡμέτερος φιλόσοφος ἔφασκε, περὶ τῆς τοῦ κόσμου ψυχῆς λέγει. καὶ ἐν τῇ Πολιτείᾳ δὲ ἀπαθανατίζει τὴν ψυχήν, ἀλλ’ οὐχ ὁμοίως ὡς ἐν τῷ Φαίδωνι. τὸ οὖν λέγομεν ὁμοίως εἴρηται τοῖς πρόσθεν· κοινοῦται γὰρ τὴν δόξαν ὡς οὖσαν καὶ αὐτοῦ,1 ἐπειδὴ τοῦ αὐτοῦ διδασκαλείου ἦν. δείκνυσι δὲ ψεῦδος ὂν τὸ εἰρημένον ἐν τῷ Φαίδωνι· εἴρηται μὲν γὰρ ὅτι καὶ τοῦ εἶναι τὰ ἐνταῦθα καὶ τοῦ γίνεσθαι αἴτια τὰ εἴδη. καὶ τοῦ μὲν εἶναι λέγει περὶ τῶν θείων σωμάτων, ἐπειδὴ ἀεὶ ὑπάρχουσι, τοῦ δὲ γίνεσθαι περὶ τῶν τῇδε. ἢ τὸ εἶναί φησι περὶ τῶν τῇδε καὶ τὸ γίνεσθαι· εἰσὶ μὲν γὰρ ἀεὶ τὰ εἴδη, γινόμενα δὲ τὰ καθ’ ἕκαστα. ὅμως πάντων φασὶν εἶναι ἰδέας τῶν σωμάτων, ὡς καὶ ἀνωτέρω εἰρήκασι. τοῦτο δὲ οὐκ ἀληθὲς εἶναι ἰδέας, εἴ γε ἀδύνατον, ὡς προείρηται, χωρὶς τὴν οὐσίαν εἶναι καὶ τὸ οὗ ἐκείνη οὐσία ἦν. νῦν οὖν δείκνυσιν ὅτι οὐκ εἰσὶν αἴτια τὰ εἴδη τοῦ εἶναι καὶ γίνεσθαι. καὶ τῶν ἰδεῶν γὰρ ὑπαρχουσῶν ὅμως οὐ γίνονται τὰ μετέχοντα, ἐὰν μὴ ὑπάρχῃ τὸ κινητικόν, τουτέστι τὸ ποιητικὸν αἴτιον· οὐδὲ γὰρ αἱ ἰδέαι αὐτοῖς εἰσιν αἴτιαι ὡς ποιοῦσαι. ὅτι γὰρ τὸ ποιοῦν τοῖς γινομένοις αἴτιον καὶ οὐ τὸ παράδειγμα, ἔδειξε διὰ τοῦ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι, ὧν οὔ φαμεν ἰδέας εἶναι, ὥσπερ τὰ τεχνητά· οἰκία γὰρ καὶ δακτύλιος οὐ πρὸς ἰδέαν. εἰ δὲ ταῦτα οὐ κωλύονται γίνεσθαι καὶ εἶναι καὶ μὴ οὐσῶν ἰδεῶν, διὰ τὸ εἶναι τὸ ποιητικὸν αἴτιον, οὐδὲ ἐκεῖνα ὧν φασιν ἰδέας εἶναι κωλυθήσεται εἶναί τε καὶ γίνεσθαι καὶ μὴ οὐσῶν τῶν ἰδεῶν. δι’ ἃς γὰρ αἰτίας γίνεται ἐκεῖνα ὧν οὐ λέγουσιν εἶναι ἰδέας, φημὶ δὲ τὰ τεχνητά, διὰ τὰς ὁμοίας αἰτίας ἔσται καὶ ἐκεῖνα, ὧν φασιν εἶναι ἰδέας, ἄνευ ἰδεῶν· ὡς γὰρ ἐκεῖνα κατὰ τέχνην γίνεται οὐ πρὸς ἰδέαν τινά, οὕτως καὶ τὰ φύσει ἐστὶ κατὰ τὴν φύσιν χωρὶς παραδείγματος, ἀνάλογον ὄντος τοῦ μὲν γεννῶντος τῷ τεχνίτῃ, τοῦ δὲ θήλεος τὴν τῆς ὕλης χώραν ἐπέχοντος·2 τὰ μὲν γὰρ παραδείγματα ἄχρηστα μὴ ὄντος τοῦ ποιοῦντος πρὸς ταῦτα, τὸ δὲ ποιοῦν τι οὐ κεκώλυται ποιεῖν καὶ χωρὶς παραδείγματος, ὡς αὐτοὶ συγχωροῦσιν ἔχειν ἐπὶ τῶν τεχνητῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφος προσέχων τῷ δόγματι, μᾶλλον δὲ τῷ πατρὶ τοῦ δόγματος ἔλεγεν ὅτι τῶν φύσει ὑπάρχουσιν αἱ ἰδέαι, καὶ τῶν εἰδῶν· οὐ γὰρ τῶν καθ’ ἕκαστα, ἐπεὶ οὕτως ἄπειροί εἰσιν αἱ ἰδέαι· τῶν δὲ τεχνητῶν οὔ φαμεν εἶναι ἰδέας ἀλλὰ λόγους ἐν τῇ ψυχῇ τῶν ποιούντων. οὐκ ἠδύνατο οὖν φύσις ποιεῖν μὴ ἔχουσα ἐν ἑαυτῇ τοὺς δημιουργικοὺς λόγους, ὥσπερ οὐδ’ ὁ ἰατρὸς ἐποίει ὑγείαν μὴ ἔχων ἐν ἑαυτῷ τοὺς λόγους τῆς ὑγείας· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.

“但是在《斐多篇》中我们这样说。” 亚里士多德明确表明《斐多篇》是柏拉图的作品;因为他在反驳柏拉图时,引证了柏拉图在《斐多篇》中所说的话作为证据。而且在《气象学》中,当他论述塔耳塔罗斯时,也引证了《斐多篇》。因为有个帕奈提乌斯竟敢将这篇对话判定为伪作。因为他主张灵魂是必死的,便企图将柏拉图也拉下水;那么,既然在《斐多篇》中柏拉图明确使理性灵魂不死,为此缘故他便将这篇对话定为伪作。然而在《斐德罗篇》中柏拉图说一切灵魂皆不死,而正如我们的哲学家所言,他是就宇宙灵魂而言的。在《理想国》中他也使灵魂不死,但并不像在《斐多篇》中那样。因此,“我们说”这一用语是与先前的情况相类似而言的;因为他把这一观点当作自己的观点一样共同分担,既然他也出自同一学派。他进而证明《斐多篇》中所说的乃是虚假的;因为那里说,形式既是此地之物存在的原因,又是其生成的原因。所谓“存在的”,他是就神圣天体而言的,因为它们始终存在;而所谓“生成的”,则是就此地之物而言的。或者他说“存在”与“生成”都是就此地之物而言的;因为形式始终存在,而个别事物则是生成的。然而正如他们上文所言,他们主张有一切物体的理念。但存在理念这一点并非真实,如果真如前文所述,实体与那曾以它为实体之物相分离是不可能的话。因此现在他证明形式并非存在与生成的原因。因为即使理念存在,但只要推动的原因即作用原因不存在,分有者终究不会生成;因为理念也并非作为促成者而成为它们的原因。因为对于生成之物而言,原因乃是促成者而非范型,他通过许多既生成又存在、而我们却说没有理念的事物(正如人造物)证明了这一点;因为房屋和戒指并非对照理念而成的。如果这些事物因作用原因的存在,即使没有理念也不妨碍其生成与存在,那么他们声称有理念的那些事物,即使没有理念也不妨碍其存在与生成。因为那些他们声称没有理念的事物(我指的是人造物)是由于何种原因而生成的,那么他们声称有理念的那些事物,也将由于类似的原因在没有理念的情况下存在;因为正如那些事物是依照技艺而非对照某种理念生成的,同样自然之物也是依照自然而无须范型便存在的,其中产生者与工匠相对应,而雌性则占据质料的地位。因为若没有对照这些范型进行制作的造作者,范型便是无用的;而制作某物的造作者即使没有范型也不妨碍其进行制作,正如他们自己承认在人造物上是这样的一样。亚里士多德所说的就是这些;然而我们的哲学家关注着该学说,或者更确切地说是关注着该学说的创始人,他常说理念是针对自然之物和形式而存在的;因为并不存在针对个别事物的理念,否则理念就会有无数之多;但对于人造物,我们并不说有理念,而是在制造者的灵魂中有理则。因此,自然若不在自身中拥有创造性的诸理则,便无法进行制作,正如医生若不在自身中拥有健康的理则便无法产生健康一样;在所有其他事物上亦复如是。

语法注2 条
  1. 1.111κοινοῦται γὰρ τὴν δόξαν ὡς οὖσαν καὶ αὐτοῦ

    中动动词 κοινοῦται(“使共有”、“同负”)带宾格直接宾语 τὴν δόξαν,其后由 ὡς 引导与 δόξαν 一致的阴性单数宾格分词 οὖσαν,表示主观认定的理由或状态(“视作亦属于其自身”)。

  2. 1.111ἀνάλογον ὄντος τοῦ μὲν γεννῶντος τῷ τεχνίτῃ, τοῦ δὲ θήλεος τὴν τῆς ὕλης χώραν ἐπέχοντος

    由 μὲν...δέ 对举并列的两个属格独立分句:前一分句以 τοῦ μὲν γεννῶντος 为逻辑主语,前置的 ἀνάλογον ὄντος(“相对应”)作表语性分词并支配与格补足语 τῷ τεχνίτῃ;后一分句以 τοῦ δὲ θήλεος 为逻辑主语,分词 ἐπέχοντος 带宾格宾语 τὴν τῆς ὕλης χώραν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:90.19-91.26