- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:89.10-90.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》991a27–991b1中提出的指责——即理念论导致同一事物有多个范型(使得理念本身既是范型又是摹像),且实体不能与其作为其实体的事物相分离——阿斯克勒庇俄斯通过论证普遍理则的包含性,以及理念作为超越的产出原因乃是感觉实体的根据,为理念论进行辩护。
" Ἔσται πλείω τοῦ αὐτοῦ παραδείγματα ὥστε καὶ εἴδη." Ἕτερον ἔγκλημα ἐπιφέρει κατ’ αὐτῶν· φησὶ γὰρ ὅτι ἐπεὶ ὁ ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον καὶ δίπουν, πάντων τῶν τοιούτων ἔσονται ἰδέαι, καὶ ἀνθρώπου καὶ δίποδος καὶ ζῴου, ὥστε ἄπειροι ἔσονται ἰδέαι. ἔπειτα καὶ ἰδέα ἰδέας ἔσται, καὶ τὸ αὐτὸ παράδειγμα καὶ εἰκών. τὸ γὰρ αὐτοζῷον παράδειγμα ἔσται τοῦ αὐτοανθρώπου, ἐπειδὴ τὸ μὲν καθολικώτερον τὸ δὲ εἰδικώτερον· πάλιν ὁ αὐτοάνθρωπος παράδειγμα μὲν τοῦ ἐνταῦθα ἀνθρώπου, εἰκὼν δὲ τοῦ αὐτοζῴου. φαμὲν οὖν πρὸς ταῦτα ὅτι ἡ μὲν ψυχὴ τῷ ὄντι καὶ εἰκὼν καὶ παράδειγμά ἐστι, παράδειγμα μὲν τῶν τῇδε ὡς ἔχουσα τοὺς λόγους τῶν εἰδῶν ἐν ἑαυτῇ, εἰκὼν δὲ τοῦ παντελείου νοῦ τοῦ ἀεὶ ἐνεργείᾳ ὄντος καὶ ἔχοντος τὴν ἐνέργειαν οὐσίαν·1 ἐπὶ μέντοι γε τῶν ἰδεῶν οὐ δυνατόν ἐστι τοῦτο· οἱ γὰρ λόγοι οἱ δημιουργικοὶ ἀεὶ παραδείγματα ὑπάρχουσιν. οὐκ ἔστι δὲ ἰδέα καὶ ἀνθρώπου καὶ ζῴου καὶ δίποδος, ἀλλὰ ἀνθρώπου μόνου. ἐν γὰρ τοῖς καθολικωτέροις ἐμπεριέχονται τὰ μερικά· ἐν οὖν τῷ λόγῳ τοῦ ἀνθρώπου καθολικῷ ὄντι ἐμπεριέχεται καὶ τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ δίπουν καὶ ὅσα ἄλλα τοιαῦτα, ὥσπερ καὶ ὁ ἰατρὸς ἔχει τὸν λόγον τῆς ἰατρικῆς, καὶ ἐμπεριέχεται ἐν τῷ λόγῳ τούτῳ καὶ τὸ χειρουργικὸν καὶ διαιτητικὸν καὶ τὰ ἄλλα μέρη, καὶ ὅμως οὔ φαμεν σύνθετον τὴν ἰατρικήν· ὁμοίως δὲ καὶ ἐπὶ πασῶν τῶν ἄλλων ἐπιστημῶν. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ εἴδους πλείονα ἔσονται παραδείγματα, ὥστε καὶ ἰδέαι· οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ δίπουν, ἅμα δὲ καὶ ὁ αὐτοάνθρωπος· ὥστε πλείονα ἔσονται τοῦ ἑνός. ἔτι δὲ οὐ μόνον τῶν αἰσθητῶν ἔσονται παραδείγματα αἱ ἰδέαι, ἀλλὰ καὶ αὐτῶν τῶν ἰδεῶν, οἷον τὸ γένος ὡς γένος εἰδῶν· τὸ γὰρ αὐτοζῷον ὡς γένος ἔσται ἰδέα τοῦ αὐτοανθρώπου εἴδους ὄντος. ὥστε ὁ αὐτοάνθρωπος ἔσται παράδειγμα μὲν τοῦ αἰσθητοῦ ἀνθρώπου, εἰκὼν δὲ τοῦ αὐτοζῴου.
“同一个事物将有多个范型,从而也有多个形式。” 他对他们提出了另一条指责;因为他说,既然人既是人又是动物且是两足的,那么对于所有这类事物都会有理念,既有人又有两足以及动物的[理念],从而理念将有无数之多。其次,也会有理念的理念,而同一个事物既会是范型又会是摹像。因为自体动物将是自体人的范型,因为前者更具普遍性而后者更具特殊性;而自体人又是此地之人的范型,却同时是自体动物的摹像。针对这些我们回答说,灵魂确实既是摹像又是范型:一方面作为在自身中拥有诸形式之理则者,它是此地之物的范型;另一方面,它又是始终处于现实活动之中并以现实活动为实体的全备智性的摹像。然而在理念上,这却是不可能的;因为创造性的诸理则始终作为范型而存在。并非既有人的理念,又有动物和两足的理念,而只有人的理念。因为在更普遍者之中包含着特殊者;所以在人之理则这一普遍者之中,既包含了动物,也包含了理性、两足以及所有其他此类事物,正如医生拥有医术的理则,而在这理则中既包含了外科学、饮食调理学以及其他分支,然而我们并不因此称医术是复合的一样;在所有其他科学上亦复如是。因此亚里士多德所说的就是:对于同一个形式将有多个范型,从而也有多个理念;例如对于人,有动物和两足,同时还有自体人;从而一个事物将有多个范型。此外,理念不仅会是可感觉之物的范型,而且也会是理念本身的范型,正如作为形式之属的属一样;因为自体动物作为属,将是作为形式的自体人的理念。从而自体人既会是感觉之人的范型,又会是自体动物的摹像。
"Ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία.2" Ἕτερον αὖθις ἐπιχείρημα τῶν ἰδεῶν ἀνασκευαστικὸν ὅτι ἀδύνατόν ἐστι τὴν οὐσίαν χωριστὴν εἶναι αὐτὴν καθ’ αὑτὴν οὗ τινός ἐστιν οὐσία. τὴν γὰρ οὐσίαν τοῦ ἀνθρώπου ἀδύνατόν ἐστιν εἶναι ἄνευ τοῦ ἀνθρώπου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. εἰ τοίνυν τὰς ἰδέας φατὲ εἶναι οὐσίας τῶν αἰσθητῶν, ταύτας δὲ ἐξῃρημένας ὑποτίθεσθε,3 συμβαίνει τὰς οὐσίας χωριστὰς εἶναι τῶν πραγμάτων ὧν οὐσίαι ὑπάρχουσιν· ὅπερ ἐστὶν ἀδύνατον. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ πρὸς τοῦτο ὅτι τῷ ὄντι αἱ ἰδέαι οὐσίαι τῶν αἰσθητῶν ὑπάρχουσιν οὐχ ὡς μέρη αὐτῶν οὖσαι, ἀλλ’ ὡς παρακτικαὶ αὐτῶν ὑπάρχουσαι καὶ αἰτίαι οὖσαι τῆς διαμονῆς αὐτῶν καὶ ἀϊδιότητος. ὡς γὰρ εἴρηται πολλάκις, πρὸς ταῦτα ἀφορῶσα ἡ φύσις ποιεῖ ἃ ποιεῖ. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι ἀδύνατον χωρὶς εἶναι τὴν οὐσίαν ἐκείνου τοῦ πράγματος οὗ ἐστιν οὐσία· ὥστε πῶς αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων ὑπάρχουσιν οὖσαι χωρισταὶ κατ’ αὐτούς; εἰ οὖν αἱ ἰδέαι οὐσίαι τῶν ἐνταῦθα ἦσαν, οὐκ ἂν ἦσαν αὐτῶν κεχωρισμέναι· ὥστε οὐκ εἰσὶν αὐτῶν οὐσίαι. ἀλλὰ μὴν οἱ λέγοντες τοὺς ὁρισμοὺς τῶν ἐνταῦθα γίνεσθαι κατὰ τὰς ἰδέας οὐσίας ποιοῦσι τὰς ἰδέας τῶν αἰσθητῶν. οἱ γὰρ ὁρισμοὶ τὰς οὐσίας τῶν πραγμάτων δηλοῦσι καὶ κατὰ τὰ οἰκεῖα εἴδη γίνονται· τὸ γὰρ εἶναι ἑκάστῳ, οὗ ὁρισμὸς δηλωτικός, κατὰ τὴν οἰκείαν οὐσίαν· οὕτως τε ἂν εἶεν ἰδέαι τὰ εἴδη.
“此外,实体与它作为其实体的事物相分离似乎是不可能的。” 这是驳斥理念的又一个论证:实体本身离开其作为其实体的事物而单独存在是不可能的。因为人的实体脱离人而存在是不可能的,在所有其他事物上亦复如是。那么,如果你们说理念是感觉之物的实体,却又设定它们是超越的,其结果就是实体与它们作为其实体的事物相分离;而这是不可能的。亚里士多德所说的就是这些;对此我们回答说,理念确实是感觉之物的实体,但并非作为它们的部分而存在,而是作为它们的产出者,并作为它们恒存与永恒的原因而存在。因为正如屡次言及的那样,自然正是观照着这些而产生其所产生之物的。因此他所说的就是:实体离开它作为其实体的那一事物而存在是不可能的;那么照他们所说理念既然是分离的,又如何能作为事物的实体而存在呢?因此,如果理念是此地之物的实体,它们就不会与它们分离;从而它们并非它们[感觉之物]的实体。然而,那些主张此地之物的定义是依照理念而成的人,却使理念成了感觉之物的实体。因为定义揭示事物的实体,并且是依照其固有的形式而成的;因为每一事物的所是(定义所揭示的对象)乃是依照其固有的实体;而这样一来形式就会是理念了。
- 1.109ἔχοντος τὴν ἐνέργειαν οὐσίαν
双宾格结构,其中 τὴν ἐνέργειαν 为直接宾语,οὐσίαν 为宾语补足语(述语性宾格),意为“以现实活动为其实体”。它表明在全备的智性中,实体与现实活动是同一的。
- 1.110χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία
由非人称短语 δόξειεν ἂν ἀδύνατον εἶναι 所支配的带不定式的宾格结构。其主语是由 καί 连接的两个成分:宾格名词短语 τὴν οὐσίαν 与省略先行词的关系代词属格分句 [ἐκείνου] οὗ ἡ οὐσία [ἐστίν],χωρίς 则充当述语性副词(“分离地存在”)。整句意为“实体与其实体所在之事物相分离”。
- 1.110ταύτας δὲ ἐξῃρημένας ὑποτίθεσθε
动词 ὑποτίθεσθε(“你们设定/假定”)带述语性宾格分词的结构。完成时被动分词 ἐξῃρημένας 作直接宾语 ταύτας(理念)的补足语,意为“设定它们是超越的/独立居于其外的”。
