- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:9.15-10.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》981a21–981b10,亚里士多德在此对比了经验在行动上的优势与技术及科学在认识上的卓越性,并通过建筑总监与手艺人等例证论述智慧在于对原因的知晓。
" Ἐὰν οὖν ἄνευ τῆς ἐμπειρίας ἔχῃ τις λόγον καὶ τὸ μὲν καθόλου γνωρίζῃ, τὸ δὲ ἐν τούτῳ καθ’ ἕκαστον ἀγνοῇ, πολλάκις διαμαρτήσεται τῆς θεραπείας." Ὡς ἐπὶ τῆς ἡμιόνου εἰρήκαμεν· ἔστι γὰρ ὅτε ἀπατᾶται περὶ τὸ μερικόν· τὸ γὰρ μερικόν ἐστι τὸ θεραπευόμενον.
“因此,如果有人没有经验而拥有理性,并且认识普遍者,却对包含在其中的个别事物一无所知,他就常常会在治疗中失误。” 正如我们在骡子的例子中所说的那样;因为有时他在个别事物上受了蒙骗;因为被治疗的正是个别事物。
"Τὸ δὲ εἰδέναι καὶ ἐπαΐειν τῇ τέχνῃ τῆς ἐμπειρίας ὑπάρχειν οἰόμεθα μᾶλλον." Ἐπειδὴ ἔδοξεν ὥσπερ πλέον ἀποδέχεσθαι τοὺς ἐμπείρους τῶν τεχνιτῶν, φησὶ τὸ δὲ εἰδέναι καὶ ἡ γνῶσις μᾶλλον ὑπάρχει τοῖς τεχνίταις τοῖς λόγον ἔχουσι τοῦ πράγματος, ἤπερ τοῖς ἐμπειρικοῖς. ἐπιτάττουσι γὰρ οἱ ἐπιστήμονες τοῖς ἐμπειρικοῖς, ὥσπερ καὶ ὁ ἀρχιτέκτων τῷ τέκτονι. ἐθαύμαζον γὰρ οἱ ἄνθρωποι τοὺς σοφοὺς καὶ διαφέροντας τῶν ἄλλων. ἅμα δὲ δι’ αὐτῶν δείκνυσιν τὴν ἐπὶ τὴν σοφίαν καὶ τελειοτάτην γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ τῶν τιμιωτάτων κτῆσις καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τε καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων.1 ὥστε σοφωτέρους τοὺς τεχνίτας τῶν ἐμπείρων πάντες ὑπολαμβάνομεν, ἐπειδὴ κατὰ τὸ εἰδέναι καὶ τὴν γνῶσιν πᾶσιν ἕπεται ἡ σοφία. οἱ μὲν γὰρ ἔμπειροι τὸ ὅτι ἴσασιν, οἱ δὲ τεχνῖται καὶ τὸ διότι· ὅπερ ἐστὶ σοφίας ἔργον, τὸ ἀποδιδόναι τὰς αἰτίας τῶν πραγμάτων. ἀμέλει τοι καὶ τοὺς ἀρχιτέκτονας τιμιωτέρους νομίζομεν καὶ μᾶλλον ἐπίστασθαι τῶν χειροτεχνῶν, καὶ σοφωτέρους αὐτοὺς λέγομεν, ἐπειδὴ ἴσασι τὰς αἰτίας καὶ ἐπιτάττουσιν· ὁμοίως δὲ καὶ τοὺς στρατηγούς. διό φησιν ‘οὐ γάρ πω σάφα ἴσμεν, οἷος νόος Ἀτρείδαο.’ ἐοίκασιν οὖν οἱ ἐμπειρικοὶ τοῖς ἀψύχοις· ὥσπερ γὰρ τὸ πῦρ καίει, οὐκ οἶδε δὲ διὰ τί καίει, καὶ ἡ χιὼν ψύχει, οὐκ οἶδε δὲ διὰ τί ψύχει, οὕτως καὶ οἱ ἐμπειρικοὶ ποιοῦσι μέν, οὐκ ἴσασι δὲ διὰ τί ποιοῦσιν. χρὴ μέντοι εἰδέναι, ὅτι διαφέρουσι τῶν ἀψύχων τὰ ἔμψυχα. τὰ μὲν γὰρ ἄψυχα ἀλόγως ποιοῦσιν ἃ ποιοῦσιν, οἷον, εἰ τύχοι, τὸ πῦρ ἀλόγως καίει· τὰ δὲ ἄλογα φυσικῶς, οἷον φυσικῶς ἡ χελιδὼν ποιεῖ τὴν νεοττιάν, καὶ ὁ μύρμηξ συνάγει καὶ θησαυρίζει· οἱ μέντοι γε ἐμπειρικοὶ μετὰ λόγου τινός, εἰ καὶ μὴ τελείου. διό φησι τοὺς δὲ χειροτέχνας δι’ ἔθος, οὐκ ὄντας σοφωτέρους κατὰ τὸ εἶναι πρακτικοὺς τῶν ἄλλων, ἀλλὰ κατὰ τό τινα λόγον ἔχειν αὐτοὺς καὶ τὰς αἰτίας γνωρίζειν, εἰ καὶ μὴ ὁμοίως τοῖς ἐπιστήμοσιν.2 σημεῖον δὲ μέγιστον τοῦ εἰδότος καὶ τοῦ μὴ εἰδότος τὸ δύνασθαι διδάσκειν ἐστίν. διὰ τοῦτο λέγουσι τὴν τέχνην μᾶλλον εἶναι ἐπιστήμην τῆς ἐμπειρίας, ἐπειδὴ ἡ μὲν διδάσκει, ἡ δὲ οὐ διδάσκει. διὸ καὶ ἔλεγεν ὁ Σωκράτης ἐν τῷ Ἀλκιβιάδῃ, ὅτι οὐκ ἔστιν ἐπιστήμων ὁ Περικλῆς· οὐδὲ γὰρ δύναται διδάσκειν· οὐδένα γὰρ ἐποίησε καλόν, οὔτε τοὺς παῖδας οὔτε ἄλλον τινά.
“然而我们认为,知晓与理解更多属于技术而非经验。” 既然他此前似乎更加推崇经验者而非技术人员,他说,知晓与认识更多属于那些掌握事物的理性的技术人员,而非那些仅凭经验的人。因为具备科学知识的人向仅凭经验的人发号施令,正如建筑总监向木工发号施令一样。因为人们一向赞叹那些智者以及超越常人的人。与此同时,他通过这些内容指明了通往智慧与最完满认识的道路,以及智慧、即最可尊贵之物的获得与沉思,是如何传到人类之中的:因为在发现了必需与实用之物后,人类得以享有闲暇,去思考更加超逸与自由的事物。因此我们全都认为技术人员比经验者更为聪明,因为依据知晓与认识,智慧伴随着所有人。因为经验者知道事实如此,而技术人员则还知道为何如此;这正是智慧的作用:指出诸事物的原因。显然,我们也认为建筑总监比手艺工人更为尊贵、知晓更多,并且称他们更为聪明,因为他们知道原因并发布指令;将军们也是同样。因此诗云:“因为我们尚不清楚,阿特柔斯之子怀有怎样的心意。”因此,仅凭经验的人类似于无生命之物;因为正如火会燃烧,却不知为何燃烧,雪会致冷,却不知为何致冷,同样,仅凭经验的人虽付诸行动,却不知为何行动。然而应当知晓的是,有生命之物不同于无生命之物。因为无生命之物做其所做之事是不具理性的,例如在特定情况下火毫无理性地燃烧;而无理性的动物则是出于自然本性,例如燕子出于本性筑巢,蚂蚁出于本性搜集并储藏;然而仅凭经验的人则是伴随着某种理性的,即便不是完满的理性。因此他说,手艺工人们是出于习惯,他们比其他人更为聪明并非在于善于行动,而是在于他们自身具有某种理性并认识到原因,即便不像具备科学知识的人那样完备。而知者与不知者的最大标志是能够施教。因此人们说技术比经验更是科学,因为前者能够施教,而后者不能施教。所以苏格拉底在《阿尔西比亚德篇》中也曾说,伯里克利不是有科学知识的人,因为他根本无法施教,因为他未曾使任何人成为优秀之人,无论其子女还是其他任何人。
"Τῶν δὲ αἰσθήσεων οὐδεμίαν ἡγούμεθα εἶναι σοφίαν· καίτοι τῶν καθ’ ἕκαστα γνώσεων κυριώτεραι αὗται ὑπάρχουσιν· ἀλλ’ οὐ λέγουσι τὸ διὰ τί περὶ οὐδενός, οἷον διὰ τί θερμὸν λέγεται τὸ πῦρ, ἀλλ’ ὅτι μόνον θερμόν." Ἡ δὲ ἐπιστήμη λέγει καὶ τὸ διὰ τί, ἐπειδὴ καὶ καίει καὶ ξηραίνει.
“但我们认为诸感觉中没有一种是智慧;尽管在对个别事物的认识中这些感觉最具支配权;但它们关于任何事物都不说出为什么,例如为什么火被称为热的,而只说出它是热的。” 而科学则还要说出为什么,因为[火]既能燃烧又能使其干燥。
- 1.13ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τε καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων
由 ὅτι 引导的原因从句,内部包含介词短语及属格独立结构(σχολαζόντων τῶν ἀνθρώπων)。不定式 νοεῖν 依附于 σχολαζόντων,意为“有闲暇思考”,而 περιττότερόν τε καὶ ἐλεύθερον 则作为 νοεῖν 的宾语(中性单数形容词用作实质概念)。
- 1.13διὸ φησι τοὺς δὲ χειροτέχνας δι’ ἔθος, οὐκ ὄντας σοφωτέρους κατὰ τὸ εἶναι πρακτικοὺς τῶν ἄλλων, ἀλλὰ κατὰ τό τινα λόγον ἔχειν αὐτοὺς καὶ τὰς αἰτίας γνωρίζειν, εἰ καὶ μὴ ὁμοίως τοῖς ἐπιστήμοσιν.
此句属于间接引语中的宾格不定式句式,但在 δι’ ἔθος 前后省略了主动词(如 ποιεῖν 或 πράττειν),意为“手艺工人们[出于习惯而行事]”。宾格分词 ὄντας 的主语为 τοὺς χειροτέχνας,而比较属格 τῶν ἄλλων 隔着 κατὰ τὸ εἶναι πρακτικούς 依附于比较级 σοφωτέρους。
