- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:7.18-9.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》980b26–981a12,探讨从记忆到经验、再从经验上升到普遍技术的形成过程,并阐明为何在关涉个别事物的实践行动中,掌握经验往往比单纯掌握普遍技术的理论知识更为有效。
" Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις." Τὰ ἄλλα ζῷα, φησί, τὸ κῦρος ἔχουσιν ἐν τῇ φαντασίᾳ καὶ τῇ μνήμῃ, καθάπερ ὁ κύων καὶ ὁ ἔλαφος καὶ τὰ ἄλλα ζῷα διακρίνουσι τὸ ἀλλότριον ἐκ τοῦ οἰκείου. ἀντιστρέφουσι δὲ ταῦτα πρὸς ἄλληλα. τὰ γὰρ ἔχοντα μνήμην πάντως καὶ φαντασίαν καὶ τὸ ἀνάπαλιν.
“因此其他动物依靠表象与记忆而生活。” 他说,其他动物的支配权在于表象与记忆,正如狗、鹿以及其他动物区分外来之物与熟悉之物那样。而且这些能力彼此互换;因为凡具有记忆的动物无论如何也具有表象,反之亦然。
"Ἐμπειρίας δὲ μετέχει μικρόν." Μικρὸν λέγει ἢ οὐδὲ ὀλίγον, ὡς τὸ ‘ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς’1 ἀντὶ τοῦ οὐδ’ ὀλίγον, ἢ μικρόν φησιν ὀλίγον· ἔχουσι γὰρ τὰ ἄλλα ζῷα ὀλίγον ἐμπειρίας ἴχνος. διὸ ὁ κύων ἐὰν τυπτηθῇ διά τι πρᾶγμα, δέδιεν ἔστιν ὅτε πάλιν τὸ αὐτὸ ποιῆσαι· καὶ ἄλλα δὲ φανερὰ ζῷα.
“它们仅略微分有经验。” 他所说的“略微”,要么是指“根本不”——正如“提丢斯生下了一个很少像他自己的儿子”中以“很少”代替“根本不”,要么是指“略微”即“些许”;因为其他动物确实具有微弱的经验痕迹。因此狗如果因为某件事挨了打,有时就会害怕再次做同样的事;其他动物显然也是如此。
"Τὸ δὲ τῶν ἀνθρώπων γένος καὶ τέχνῃ καὶ λογισμοῖς. γίνεται δ’ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις· αἱ γὰρ πολλαὶ μνῆμαι τοῦ αὐτοῦ πράγματος μιᾶς ἐμπειρίας δύναμιν ἀποτελοῦσιν. καὶ δοκεῖ σχεδὸν ἐπιστήμῃ καὶ τέχνῃ καὶ ἐμπειρία ὅμοιον εἶναι." Ὥσπερ γὰρ πράττει ὁ ἔμπειρος, οὕτως καὶ ὁ τεχνίτης πράττει· ὁμοίως δὲ καὶ ὁ γεωμέτρης πράττει καταγράφων ἢ ἄλλο τι τοιοῦτο ποιῶν. ἔχει δὲ διαφοράν, καθὸ τὰ μὲν μετὰ λόγου, τὰ δὲ ἄνευ λόγου. αἱ οὖν ἐπιστῆμαι καὶ τέχναι διὰ τῆς ἐμπειρίας, φησί, τοῖς ἀνθρώποις προσγίνονται. αἱ γὰρ πολλαὶ ἐμπειρίαι ποιοῦσι τὴν τέχνην, ὥς φησι Πῶλος ὁ παρὰ τῷ Πλάτωνι “ἐμπειρία γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην.”
“而人类则还依靠技术与推论而生活。经验从记忆中为人生成;因为关于同一事物的多次记忆成就了一种经验的能力。并且经验似乎与科学和技术几乎相似。” 因为正如经验者行动一样,技术人员也同样行动;几何学家在作图或做任何其他类似事情时也同样行动。但这具有差异:一些事物伴随理性,而另一些事物不带理性。因此他说,科学与技术是通过经验附加于人类的。因为多次经验产生技术,正如柏拉图著作中的波洛斯所说:“经验使我们的生命依照技术而行,而无经验则使其依偶然之运而行。”
" Γίνεται δὲ τέχνη, ἡνίκα ἐκ πολλῶν νοημάτων τῆς ἐμπειρίας περὶ τῶν ὁμοίων καθόλου μία ὑπόληψις γένηται· τὸ μὲν γὰρ ἔχειν ὑπόληψιν ὅτι Καλλίᾳ νοσοῦντι τήνδε τὴν νόσον τοδὶ συνήνεγκε καὶ Σωκράτει καὶ ἄλλοις πλείοσιν, ἐμπειρίας ὑπάρχει· τὸ δὲ καθόλου ὅτι τι πᾶσι τοῖς νοσήσασι τὴν τοιανδὶ νόσον συνήνεγκεν, οἷον τοῖς πυρέττουσι καύσῳ ἢ φλεγματώδεσιν ἢ μελαγχολικοῖς, τέχνης." Καθόλου γάρ ἐστι· πολλῶν γὰρ ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν ἡ τέχνη. ἐξ ἐμπειρίας μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ βοήθημα χρήσιμον· ἐκ τέχνης δὲ τὸ τοῖς τὴν τοιάνδε νόσον νοσοῦσι τοιοῖσδε συμφέρειν χρῆσθαι. τέχνης γὰρ ἡ τοῦ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἐκ τῶν παραδειγμάτων ἔδειξεν.
“当从经验的许多概念出发,关于相似的事物产生一种普遍的把握时,技术便生成了;因为把握到卡利亚患此病时这有益处,对苏格拉底以及许多其他人也是如此,这属于经验;但把握到对于所有患此类疾病的人,例如因灼热发烧的人、或多痰质者、或多黑胆汁质者,某物普遍有益,则属于技术。” 因为技术是普遍的;技术是多次经验的总括。因为知道对于患此病的人这种救助是有用的,来自经验;而知道对于患此类疾病的人适于使用此类〔救助〕,则来自技术。因为跨越相似事物的过渡属于技术,正如他自己通过诸范例清楚展示的那样。
"Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν δοκεῖ διαφέρειν." Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι πρὸς τὰς πράξεις οὐδὲν διαφέρουσιν αἱ τέχναι τῶν ἐμπειριῶν, ἀλλὰ καὶ μᾶλλον ἐπιτυγχάνουσιν οἱ ἔμπειροι τῶν μὴ ἐχόντων πεῖραν ἀλλὰ λόγον. καὶ εἰκότως· αἱ γὰρ πράξεις μερικαὶ ὑπάρχουσιν, ἡ δὲ τέχνη τὸ καθόλου ζητεῖ· οὐδὲν οὖν ἄτοπον εἰδότα τὸ καθόλου ἀγνοεῖν τὸ καθ’ ἕκαστον, ὥς φησιν ἐν τῇ Ἀποδεικτικῇ, ὅτι ὁ εἰδὼς ἐπιστήμων ὅτι οὐδεμία ἡμίονος τίκτει, ὕστερον θεασάμενος ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα, ἠπατήθη καὶ ὑπέλαβεν αὐτὴν ἔγκυον εἶναι. ὥστε εἰκότως ὁ τὴν ἐμπειρίαν εἰδὼς μᾶλλον κατορθοῖ τοῦ ἔχοντος τὸν λόγον ἐν τοῖς ἔργοις, ἐπεὶ καὶ μερικαὶ αἱ πράξεις ὑπάρχουσιν. ὅτι γὰρ αἱ πράξεις καὶ αἱ γενέσεις περὶ τὰ καθ’ ἕκαστα ὑπάρχουσι, φανερὸν ἐντεῦθεν· ὁ γὰρ ἰατρεύων οὐκ ἄνθρωπον ὑγιάζει, ἀλλ’ ἢ κατὰ συμβεβηκός,2 ἀλλὰ Καλλίαν ἢ Σωκράτη, καὶ ἐπειδὴ συνέβη τῷ Καλλίᾳ τῷ ἰατρευομένῳ ἀνθρώπῳ εἶναι, λέγεται καὶ τὸν ἄνθρωπον ἰατρεύειν· ὥστε κατὰ συμβεβηκὸς τὸν ἄνθρωπον, Καλλίαν δὲ καθ’ αὑτό· οὐχ ὅτι ὁ ἄνθρωπος κατὰ συμβεβηκὸς ὑπάρχει, ἀλλ’ ὅτι κατὰ συμβεβηκὸς ἰατρεύεται, ὥσπερ ἔλεγε καὶ ἐν ταῖς Κατηγορίαις ἐν τῷ λόγῳ τῶν πρός τι, ὅτι δεσπότης δούλου ἐστὶ δεσπότης, κατὰ συμβεβηκὸς δὲ ἀνθρώπου, ἐπειδὴ συνέβη τὸν δοῦλον εἶναι ἄνθρωπον. ὡς οὖν πρὸς τὰ πρός τι συμβεβηκός· οὐ γὰρ ὡς πρὸς τὴν φύσιν τῶν ἀνθρώπων.
“因此对于行动而言,经验似乎与技术毫无差别。” 他所说的是这样的:对于诸行动而言,技术丝毫不异于经验,反倒是经验者比起那些没有实际经验而只有理性的人更为成功。而且这是合乎情理的;因为行动是具体的,而技术则寻求普遍;因此,正如他在《后分析篇》中所说,知晓普遍者对个别事物浑然不知,这毫不奇怪:知晓没有骡子会生育的有学问之人,后来看到一匹肚子隆起的骡子,受了欺骗并以为它怀孕了。因此,懂得经验的人在具体事务中比掌握理性的人更能成功,这是合乎情理的,既然行动也是个别的。事实上,行动与生成关涉个别事物,从下述情况即可显然看出:行医者并非医治人,除非是按附带性质,而是医治卡利亚或苏格拉底;既然被医治的卡利亚恰好是人,医者才被说成也医治了人;因此医治人是按附带性质,而医治卡利亚则是就自身而言。这并不是说人按附带性质存在,而是指人按附带性质被医治,正如他在《范畴篇》关于“关系者”的论述中所说的那样:主人是奴隶的主人,而按附带性质是人的主人,因为奴隶恰好是人。因此,就关系者而言这是附带的,因为就人的本性而言并非如此。
- 1.8ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς
引自荷马《伊利亚特》卷五第800行。阿斯克勒庇俄斯在此对文本中的“略微(μικρόν)”提出了两种句法与语义解读:一种是作为委婉否定(litotes)取“根本不(οὐδ’ ὀλίγον)”之意,正如荷马诗句中以ὀλίγον表示强烈否定;另一种则是字面意义上的“些许(ὀλίγον)”。
- 1.11ἀλλ’ ἢ κατὰ συμβεβηκός
惯用短语 ἀλλ’ ἤ(除……之外)紧承前项否定句 οὐκ ἄνθρωπον ὑγιάζει(并非医治人),引入限定条件“除非是按附带性质”。
