← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§10.26-11.36

周期性灾难与从实用技艺到智慧的复兴

针对亚里士多德谈及早期发明家受人赞叹之处(981b13),注解阐述了在天灾毁灭与复兴的周期中,人类如何从生存必需的技术与生活便利(如货币)逐步提升,最终重获对自然与第一原因沉思的智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Τὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην." Πρόκειται αὐτῷ ἐντεῦθεν εἰπεῖν τὸν χρόνον, καθ’ ὃν ἐφοίτησεν εἰς ἡμᾶς ἡ σοφία· οὐχ ὅτι φησὶν ἐν χρόνῳ ἐφοίτησεν, ἀλλ’ ὡς πρὸς τὴν ἡμετέραν περίοδον·1 ἦν γὰρ καὶ πρώην. γίνονται γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀφανίζονται τὰ πράγματα καὶ πάλιν εὑρίσκονται, ὥς φησι καὶ αὐτὸς Ἀριστοτέλης ἐν τοῖς Μετεώροις περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενομένου ἐν τῇ Ἀχαΐᾳ. καὶ ὅτι ἐπὶ τοῦ Δευκαλίωνος, φησί, ἐγένετο μέγας κατακλυσμὸς καὶ πολλοὶ ἠφανίσθησαν τόποι, καὶ πᾶσαι αἱ πεδιάδες ἀπώλοντο, καὶ μόνοι ἠδυνήθησαν περισωθῆναι οἱ ἐν ταῖς ἀκρωρείαις τῶν ὀρέων ὄντες, ὡς δηλοῖ καὶ ὁ ποιητὴς εἰρηκώς ‘κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔπω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων ἀλλ’ ἔθ’ ὑπωρείας ἔναιον πολυπίδακος Ἴδης.’ εἶτα λοιπὸν μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν κατῆλθον οἱ περισωθέντες ἐν ταῖς πεδιάσι καὶ ἦσαν πατέρες μετὰ τέκνων, ὡς δεσπόται δούλοις κελεύοντες καὶ συμβουλεύοντες, καὶ οὐκ ἦν ἐν ἐκείνοις ἀδικία· διὸ καὶ τὸ συμβουλευτικὸν εἶδος πρότερόν ἐστιν. ὕστερον δὲ ἐφρόντιζον τῶν ἀναγκαίων μόνων, οἷον ἀρτοποιίας καὶ ὑφαντικῆς, ὧν ἄνευ οὐ δυνατὸν εἶναι ἡμᾶς. εἶτα λοιπὸν μετὰ τὸ περιγενέσθαι τούτων, ἐφρόντιζον καὶ τῶν πρὸς εὐκολίαν τοῦ βίου, οἷον τοῦ νομίσματος, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς, ὅτι ἐγγυητοῦ τάξιν ἐπέχει τὰ νομίσματα, καὶ πολλὴ ῥᾳστώνη γίνεται ἐντεῦθεν τοῖς ἀνθρώποις. ἐπόρισε γὰρ λόγου χάριν ὁ ὑφάντης ἱμάτιον καὶ ἀπήρχετο εἰς τὴν ἀγορὰν ἄρτου δεόμενος, καὶ περιέμενεν, ἕως ὅτε ἔλθῃ ὁ ἀρτοποιὸς ἐσθῆτος δεόμενος καὶ δοίη ἄρτους καὶ λάβοι ἐσθῆτα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συναλλαγμάτων. ἐπενοήθη οὖν τὸ ἀργύριον ὥσπερ ἐγγυώμενον ἕκαστον, καὶ διδόντες ἀπαλλάττονται καὶ οὐκέτι ἀναμένει τις ἄλλον, ἐπειδὴ ἕκαστος δέχεται τὰ νομίσματα ἀντὶ ἐγγυητοῦ ἀσφαλοῦς· βούλεται γὰρ καὶ αὐτὸς δι’ αὐτοῦ ὠνεῖσθαι. εἶτα πάλιν ἐπενοήσαντο τὰ λουτρὰ δυνάμενα ἐπὶ πολὺ σῴζειν τὰ τῶν ἀνθρώπων σώματα. καὶ ἔστι τὰ τοιαῦτα ἀντὶ ἐγγυητοῦ ἀναγκαίου. μετὰ τοίνυν τὸ εὑρεῖν τὰ ἀναγκαῖα καὶ τὰ ῥᾳστώνην ἐμποιοῦντα καὶ εὐκολίαν, ἤρξαντο καὶ ἐπὶ τὰ μείζονα ἀνιέναι, ἅτινα κρείττονα ὑπάρχει ἢ κατ’ αἴσθησιν.2 οὐδεὶς γὰρ θαυμάζεται ἔχων αἴσθησιν· φύσεως γὰρ δῶρόν ἐστι καὶ θεοῦ. τὸ οὖν ζητεῖν τὰ ὑπὲρ τὴν αἴσθησιν τῷ ὄντι λογικῆς ψυχῆς ἐστιν ἴδιον. καὶ πρῶτον μὲν τὰ ἐπιπολαιότερα ἐζήτησαν, οἷον, εἰ τύχοι, διὰ τί οὐκ αὔξεται ἡ θάλαττα τοσούτων ποταμῶν εἰς αὐτὴν ἐμβαλλόντων. καὶ ἡ αἰτία τούτου εἴρηται ἐν τοῖς Μετεώροις· διὰ τὸ ἐξατμίζεσθαι πάλιν ἐξ αὐτῆς τὸ ὕδωρ ὑπὸ τοῦ ἡλίου καὶ καταφέρεσθαι καὶ ποιεῖν τοὺς ποταμούς. ἔπειτα καὶ βαθύτερα ἐζήτησαν, διὰ τί ἡ σελήνη τοιῶσδε αὔξεται ἢ διὰ τί ἐκλιμπάνει συνοδεύουσα τῷ ἡλίῳ, καὶ περὶ τῶν ἄλλων κινήσεων τοῦ οὐρανοῦ, καὶ ἦλθον μέχρι τοῦ πρώτου αἰτίου· καὶ τότε πάλιν ἤρξαντο νοερῶς ἐνεργεῖν. οὕτως οὖν κατὰ μέρος ἦλθον εἰς ἔννοιαν τῆς σοφίας καὶ κατὰ νοῦν ἐνήργουν ἁπλαῖς ἐπιβολαῖς ἀντιλαμβανόμενοι τῶν νοητῶν καὶ φανοτάτων δυνάμεων.

“因此起初,发现无论何种技术的人[受人赞叹]大概是理所当然的。” 自此他的任务是说明智慧来到我们之中的时间;这并不是说智慧是在时间中[初次]到来的,而是相对于我们的周期而言;因为智慧在此之前亦已存在。因为大洪水和地震屡屡发生,事物消亡又复被发现,正如亚里士多德自己在《气象论》中关于在阿哈伊亚发生的大地震所说的那样。而且他说,在丢卡利翁时代发生了一场大洪水,许多地方被淹没,一切平原皆遭毁损,唯有身处山巅之人得以幸存,正如诗人所言指明的那样:“他建立了达尔达尼亚,因为神圣的伊利昂尚未在平原建起,成为有言语之人的城邦,人们仍居住在泉源丰富的伊达山麓。”其后,大洪水止息之后,幸存之人走下平原,如同父亲与子女相处,像主人对待奴仆一样发号施令并提出劝告,在这些人之中并无不公;因此劝告的类型在先。其后,他们仅考虑必需之物,例如制作面包与纺织,没有这些我们便无法存活。随后在克服了这些困难之后,他们亦开始考虑便于生活之事,例如货币,正如他自己在《伦理学》中所说,货币充当着保证人的角色,人们由此获得了极大的便利。因为比方说织工织成了一件外衣,带着它去市场需要面包,他就要等待,直到面包师需要衣服并来到这里,给出面包而取走外衣;在其他交易中亦是如此。于是银钱被设计出来,仿佛为每个人作保,人们付出银钱便可离去,不再需要一人久候另一人,因为每个人都接受货币作为可靠的保证人;因为他自己也希望通过货币来购买物品。随后他们又设计出了能够在长久时间内保全人体健康的浴场。此类事物便充当了必需的保证人。因此,在发现了必需之物以及带来便利与舒适的事物之后,他们便开始上升到更宏大的事物,即超越感觉的卓越之物。因为没有谁会因为拥有感觉而受人赞叹;因为这是自然本性与神的恩赐。因此,探求超越感觉的事物才真正属于理性灵魂的特性。首先他们探求了较为浅显的事物,例如倘若碰巧问起,为什么有如此多的江河流入大海而大海却不曾涨溢。对此的原因已在《气象论》中说明:因为海水再次被太阳蒸发,降下并形成江河。随后他们又探求了更深奥的事物,例如月亮为何以这种方式盈亏,或为何在与太阳会合时发生亏蚀,以及关于天体的其他运动,并一路探求直至第一原因;那时他们再次开始以理智的方式活动。因此,他们就这样循序渐进地获得了智慧的观念,并依照理智活动,以单纯的直观把握可知解且最明晰的诸种力量。

语法注2 条
  1. 1.15οὐχ ὅτι φησὶν ἐν χρόνῳ ἐφοίτησεν, ἀλλ’ ὡς πρὸς τὴν ἡμετέραν περίοδον

    连词短语 οὐχ ὅτι 引入被否定的表述(“并非是说……”),插入的 φησίν 说明亚里士多德的立论意图。与之相对的 ἀλλ’ ὡς πρὸς... 属于省略结构,承接前文动词 ἐφοίτησεν,意为“[而是]相对于我们的周期[而言]”。

  2. 1.15κρείττονα ὑπάρχει ἢ κατ’ αἴσθησιν

    比较级形容词 κρείττονα 后接 ἤ 以及介词短语 κατ’ αἴσθησιν。此类“比较级 + ἤ + 介词短语”结构表示超出某一层面的尺度或超越性,意为“超越感觉界限的”或“优于依据感觉之物的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:10.26-11.36