← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§87.33-89.9

理念作为范型的批判与创制理则的辩护

针对亚里士多德对“理念是范型”这一说法的批判(斥其为虚妄空谈和诗意隐喻),阿斯克勒庇俄斯依据德米乌尔戈斯和自然内在理则的创制进行了辩护,辨析了偶然相似与恒常生成的差别,并论证了普遍者形相的永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.108

" Τὸ δὲ λέγειν παραδείγματα ταῦτα εἶναι." Φησὶν ὅτι τὸ ὑποτίθεσθαι τὰς ἰδέας παραδείγματα εἶναι τῶν τῇδε κενολογεῖν ἐστιν· οἱ γὰρ τοιοῦτοι μεταφοραῖς κέχρηνται, καθάπερ καὶ οἱ ποιηταί φασι πόδας Ἴδης. οὐ δεῖ οὖν τοὺς ζητοῦντας τὰς τῶν πραγμάτων φύσεις κεχρῆσθαι μεταφοραῖς καὶ ὀνοματοθετεῖν. διὰ τί δὲ ὅλως παράδειγμα ἐκάλεσεν ἄν τὰς ἰδέας ἢ τί ἐστι τὸ ἐργαζόμενον ἀποβλέπον πρὸς τὰς ἰδέας; φαμὲν οὖν πρὸς τοῦτο ὅτι ὁ δημιουργὸς ἀποβλέπων πρὸς τὰς ἰδέας, καὶ ἡ φύσις οὕτως παράγει ἃ παράγει· ἀποβλέπων πρὸς τοὺς λόγους τοὺς δημιουργικοὺς τοὺς ἐν αὐτῷ, ὥσπερ καὶ ὁ ἰατρὸς ἀνασκοπῶν τοὺς λόγους τῆς ὑγείας τοὺς ἐν αὐτῷ ὄντας οὕτως ποιεῖ τὴν ὑγείαν. τὸ δὲ κεχρῆσθαι μεταφοραῖς καὶ καλεῖν αὐτὰ παραδείγματα οὐδέν ἐστιν ἄτοπον, ἐπειδὴ πρὸς αὐτὰ ἀποβλέπων ὁ δημιουργὸς οὕτως παράγει· ὥστε ἐκεῖ μὲν παραδείγματα, ἐνταῦθα δὲ εἰκόνες. μήποτε δὲ καὶ νεμεσητὸν τὸ οὕτως λέγειν·1 καὶ αὐτός γὰρ κέχρηται μεταφοραῖς, ἡνίκα λέγει “ὅρον δὲ καλῶ εἰς ὃν ἀναλύεται ἡ πρότασις”, καὶ πάλιν πρῶτον σχῆμα καὶ δεύτερον καὶ τρίτον τὰ ἐν τοῖς συλλογισμοῖς ἀπὸ μεταφορᾶς τῶν εἰρημένων ἐν γεωμετρίᾳ· ἐπεὶ τίνα ἔχει κοινωνίαν σχῆμα πρὸς συλλογισμόν; ὃ οὖν λέγει ὁ Ἀριστοτέλης, τοῦτό ἐστιν, ὅτι τὸ λέγειν παραδείγματα καὶ ὅτι μετέχει ἐκείνων τὰ τῇδε κενολογεῖν ἐστι καὶ μεταφοραῖς κεχρῆσθαι ποιητικαῖς· τοῦτο δέ, ὅτι τοῖς ποιηταῖς οἰκεῖον τὸ χρῆσθαι μεταφοραῖς. μετενήνεκται δὲ ἀπὸ τῶν γραφέων τὸ παράδειγμα, οἳ γράφειν λέγονται πρὸς παράδειγμα. ὅτι δὲ κενολογοῦσιν οἱ τὰς ἰδέας παραδείγματα λέγοντες, ἔδειξε διὰ τοῦ εἰπεῖν τί γάρ ἐστι τὸ ἐργαζόμενον ἀποβλέπον πρὸς τὰς ἰδέας; ἐνδέχεται γὰρ καὶ εἶναι καὶ γίνεσθαι ὁτιοῦν ὅμοιον καὶ μὴ εἰκαζόμενον πρὸς ἐκεῖνο. δυνατὸν γάρ ἐστι μὴ μόνον τὸν Θεαίτητον ὅμοιον εἶναι Σωκράτους, ἀλλὰ καὶ ἐν Περσίδι γενέσθαι ὅμοιον αὐτοῦ κατὰ τύχην τινά. λέγομεν οὖν αὖθις πρὸς τοῦτο ὅτι τὸ κατὰ τύχην τῶν σπανίων ἐστὶ καὶ ἐνταῦθα ἔχει χώραν, ἐπὶ μέντοι γε τῶν ἀεὶ γινομένων οὐ θεωρεῖται τὸ κατὰ τύχην, ἀλλὰ δεῖ πάντως παραδείγματος, πρὸς ὃ γίνεται τὸ γινόμενον. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος δυνατόν ἐστι γενέσθαι ὅμοιον αὐτοῦ. ὁμοίως δὲ καὶ εἰ ὑπῆρχε Σωκράτης ἀΐδιος καὶ μὴ ἐφθείρετο, δυνατὸν ἦν γενέσθαι ὅμοιον αὐτοῦ, ἀλλὰ κατὰ τύχην, ὡς εἰρήκαμεν. δύναται οὖν καὶ ὅμοιός τις Σωκράτει εἶναί τε καὶ γίνεσθαι. εἰ δὲ μηκέτι ὄντι τινὶ ὅμοιόν τι γίνεται, ἐναργές ἐστιν ὅτι μὴ πάντως εἰκάζοντός τινος καὶ πρὸς παράδειγμα ποιοῦντος ὅμοιά τισί τινα γίνεται. ὡς γὰρ 〈ὁ τῷ〉 μηκέτι ὄντι ὅμοιος ὢν οὐ πρὸς ἐκεῖνο γέγονεν,2 οὕτως οὐδ’ ἂν ἀΐδιόν τι εἶδος εἴη καὶ συγχωρηθείη γοῦν τις τοιαύτη φύσις, ἡ πρὸς αὐτὸ ὁμοιότης ὡς πρὸς παράδειγμα ἔσται, [καὶ] μηδενός γε ὄντος τοῦ πρὸς ἐκεῖνο ποιοῦντος. τοῦτο δ’ ἂν λέγοιτο καὶ πρὸς τοὺς 〈λόγους τινὰς〉 λέγοντας εἶναι τὰς ἰδέας καὶ νοήματα. καὶ γὰρ εἰ ἔστιν, οὐ διὰ τοῦτο ἤδη καὶ γίνονται ταῦτα πρὸς ἐκεῖνα, μηδενὸς τοῦ πρὸς αὐτὰ ποιοῦντος ὄντος. ἄλλως τε δὴ ὁ ἵππος καὶ ὁ ἄνθρωπος κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ αἰτίαν καὶ ἀρχὴν καὶ δύναμιν ποιεῖ· οὔτε γὰρ πρός τι παράδειγμα ἀποβλέπων ποιεῖ ὁ ἵππος ἵππον ἢ ὁ ἄνθρωπος ἄνθρωπον, ἀλλὰ κατὰ τὴν ἐν αὐτῷ οὐσίαν. εἰ δὲ ἀΐδιος, ὥς φασιν, ὁ κόσμος, φανερὸν ὅτι οὐκ εἰσὶν ἰδέαι· ἀεὶ γὰρ ἵππος ἐξ ἵππου καὶ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ τὰ ἄλλα ὁμοίως μὴ πρὸς ἰδέας ἀποβλέποντα. λέγομεν οὖν ὅτι οὐ τῶν καθ’ ἕκαστα ὑπάρχουσιν ἰδέαι ἀλλὰ τῶν καθόλου· οὐ γὰρ Σωκράτους ἀλλ’ ἀνθρώπου· διὸ καὶ τὸ εἶδος μένει ἀεὶ διὰ τὸν λόγον ὃν ἔχει ἡ φύσις καὶ οὕτως ποιεῖ.

“而说这些是范型……” 他说,设定理念是此地之物的范型乃是说空话;因为这些人使用了隐喻,正如诗人们说“伊达山之足”那样。因此,探求事物本性的人不应当使用隐喻和随意命名。然而,究竟为何要称理念为范型,或者说,观照着理念来进行制作的究竟是什么?于是针对这一点我们回答说,德米乌尔戈斯观照着理念,自然亦是照此产出其所产出之物的;[德米乌尔戈斯]正是观照着自身之中的创造性理则,正如医生审察自身之中存在的健康理则,照此产生健康那样。而使用隐喻并将它们称为范型并无任何荒谬之处,因为德米乌尔戈斯观照着它们而照此产出;从而在那里的乃是范型,而在此地的则是摹像。或许作如此说本身就应受到指责;因为他本人亦使用过隐喻,当他说“我将前提所分解成的部分称为项”时,以及再次通过借用几何学中的说法将三段论中的格称为第一格、第二格和第三格时;因为图形(格)与三段论究竟有何相通之处?因此亚里士多德所说的就是:说它们是范型以及此地之物分有那些理念,乃是说空话并使用诗意隐喻;而这[是因为]使用隐喻是诗人的特长。而“范型”一词是从画家那里借用来的,据说他们是依照范型来作画的。他通过说“因为观照着理念来进行制作的究竟是什么呢?”表明了那些称理念为范型的人是在说空话。因为任何事物即使不是照着它摹造出来的,也完全可能是并且生成为与它相似的。因为不仅泰阿泰德可能与苏格拉底相似,而且由于某种偶然,在波斯也可能出现一个与他相似的人。因此我们针对这一点再次回答说,出于偶然的事物属于罕见之事并在此类情形中占有一席之地,然而在始终生成的事物上则见不到出于偶然者,而是完全需要一个范型,生成之物乃是朝向它而生成的。因此亚里士多德所说的就是:无论苏格拉底存在与否,都可能产生一个与他相似的人。同样,即便苏格拉底是永恒的且不曾毁灭,也可能产生一个与他相似的人,但正如我们所说,乃是出于偶然。因此,某人既可能与苏格拉底相似,也可能生成为与他相似。但如果某物生成为与某不再存在者相似,则显然并非在任何情况下某物生成为与某些事物相似,都是由于某人在进行摹造并依照范型来制作。因为正如那与已不存在之人相似者并非以之为对照而生成,同样,即便存在某种永恒的形式且承认了这样一种本性,对它的相似性也不会是如同对范型的相似性,毕竟没有任何以它为对照进行制作的制作者。而这一点亦可用来反对那些主张理念是某些理则和思想的人。因为即便它们存在,也并非就因此使得此地之物以它们为对照而生成,毕竟并不存在任何以它们为对照进行制作的制作者。尤其是马和人乃是按照其自身之中的本性、原因、本原和潜能来进行生育的;因为无论马生马还是人生人,都不是观照着某种范型而生育的,而是按照其自身之中的实体来进行的。而如果正如他们所说宇宙是永恒的,则显见并不存在理念;因为始终是马生自马、人生自人,其他事物亦复如是,而无需观照理念。因此我们回答说,存在的不是各个别个体的理念,而是普遍者的理念;因为并非有苏格拉底的[理念],而是有人的[理念];因此,形相正是由于自然所拥有并据以制作的理则而始终留存。

语法注2 条
  1. 1.108μήποτε δὲ καὶ νεμεσητὸν τὸ οὕτως λέγειν

    μήποτε 在此表示委婉的推测(“或许甚至……”),νεμεσητόν 意为“招致义愤的、应受谴责的”。由于紧接着指出亚里士多德本人在三段论中借用几何学词汇(如“项”和“格”)同样使用了隐喻,故本句构成针对亚里士多德批判的反驳:“作如此说[即指责柏拉图派使用隐喻]本身或许就应受到责难”。

  2. 1.108ὡς γὰρ 〈ὁ τῷ〉 μηκέτι ὄντι ὅμοιος ὢν οὐ πρὸς ἐκεῖνο γέγονεν

    由 ὡς ... οὕτως ... 构成的比照句式。与比照从句“正如与已不存在之人相似者并非以之为对照而生成”相对,主句指出即便承认永恒形式的存在,只要缺乏以它为对照进行制作的制作者(独立属格 μηδενός... ὄντος),对它的相似性就不能算作对范型的相似。这揭示了亚里士多德以摹造动因之缺失为核心的论证骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:87.33-89.9