← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§86.29-87.32

事物出于理念的含义与作为原因的辩护

针对亚里士多德在《形而上学》991a19中关于其他事物并非“出于形式”而生成的论述,注疏者考察并排除了“出于(ἐκ)”的各种习用含义(质料、形式、对立面、完全化、时间先后及动力因),随后从柏拉图学派立场辩护称,理念乃是作为协助制作因的永恒性原因而发挥作用的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.107

" Ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἐστι τὰ ἄλλα." Φησὶν ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι δυνατόν ἐστιν ἐκ τῶν ἰδεῶν λέγειν γίνεσθαι τὰ ἄλλα. ἢ γὰρ ὡς ἀπὸ ὑλικοῦ αἰτίου γίνονται τὰ γινόμενα, ὡς ὅταν λέγωμεν ὅτι ἀπὸ τοῦ ξύλου γέγονε κλίνη καὶ ἀπὸ τοῦ χαλκοῦ ἀνδριάς. οὐ δυνατὸν οὖν ἐστιν ὑλικὸν αἴτιον τὰς ἰδέας ὑποτίθεσθαι καὶ οὕτως ἐξ αὐτῶν λέγειν γίνεσθαι τὰ τῇδε· ἐξῃρημένας γὰρ βούλονται εἶναι τὰς ἰδέας, ὡς πολλάκις εἴρηται. ὁμοίως δὲ καὶ ἐκ τοῦ εἴδους φαμὲν τὰ ἔνυλα γίνεσθαι πράγματα, τοῦ εἴδους ἐν τῇ ὕλῃ θεωρουμένου· αὐτοὶ δὲ τοῦτο οὐ βούλονται. ἢ ὡς τὸ μεθ’ ὅ, ὥσπερ φαμὲν ἐκ χειμῶνος ἔαρ γίνεσθαι. λέγεται δὲ ἔκ τινος καὶ ὡς ἐκ τοῦ ποιοῦντος, καὶ ὡς ἐκ τοῦ ἀτελοῦς τὸ τέλειον (οὕτω γὰρ λέγομεν ἐκ παιδὸς ἄνδρα γίνεσθαι), καὶ ἐκ τῶν μερῶν τὸ ὅλον, καὶ ὡς ἐκ τῶν ἐναντίων τὰ ἐναντία. λέγεται ἔκ τινος καὶ τὸ μετά τι γινόμενον, ὡς ἐξ Ὀλυμπίων Ἴσθμια ἤγουν ἐκ χειμῶνος ἔαρ. κατ’ οὐδένα οὖν τρόπον τοῦ ἔκ τινος ἐκ τῶν ἰδεῶν τὰ ἐνταῦθα· οὔτε γὰρ ὕλη αὐτῶν, ὡς ἐδείχθη, οὔτε εἶδος αἱ ἰδέαι, εἴ γε τὰ μὲν εἴδη ἐνυπάρχουσιν, αἱ δὲ ἰδέαι οὐκ ἐνυπάρχουσιν· ἀλλ’ οὐδὲ μέρη. ἀλλ’ οὐδ’ ὡς ἐξ ἐναντίων ταῦτα ἐκείνων. τὸ γὰρ ἐξ ἐναντίου γινόμενον ὑπομένοντος τοῦ αὐτοῦ ὑποκειμένου καὶ μεταβάλλοντος ἐκ τοῦ ἐναντίου γίνεται· εἰ δὲ οὕτως, εἴη ἂν ταὐτὸν ὑποκείμενον ταῖς τε ἰδέαις καὶ τοῖς πρὸς αὐτάς, ὥστε αἱ ἰδέαι ἐναντίαι ἂν εἶεν τοῖς πρὸς αὐτὰς γινομένοις ἀλλ’ οὐχ ὅμοιαι. ἔτι φθειρόμεναι ἐν τῇ τούτων γενέσει.1 ἔτι ὡς ἐξ ἐκείνων ταῦτα, καὶ ἐκ τούτων ἐκεῖναι· τοιαύτη γὰρ ἡ ἐξ ἐναντίων γένεσις. ἀλλ’ οὐδ’ ὡς ὑπομενουσῶν καὶ τελειότητά τινα προσλαμβανουσῶν2 γίνονται τὰ πρὸς αὐτάς, ὡς ἐκ τοῦ παιδὸς ἀνὴρ ἐλέγετο γίνεσθαι· οὔτε γὰρ ἐνυπάρχει τούτοις οὔτε τελειοῦται οὕτως ὑπὸ τούτων. εἴη γὰρ ἂν ἀτελέστερα τούτων καὶ οὕτως φθαρτά· ἡ γὰρ τῶν τελείων φθορὰ κἀκείνων ἐστὶ φθορά. ἀλλ’ οὐδὲ ποιητικαὶ αἱ ἰδέαι τῶν ἐνταῦθα, ὡς ὁ πατὴρ τοῦ τέκνου· ἀκίνητοι γὰρ ἐκεῖναι, καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ ὁ καθ’ ἕκαστα τὸν καθ’ ἕκαστα, ἀλλ’ οὐχ ὁ αὐτοάνθρωπος. ἀλλ’ οὐδὲ οὕτως ὡς ἐξ Ὀλυμπίων Ἴσθμια· χρόνου γὰρ παράτασίς ἐστιν ἐπὶ τούτων. φαμὲν οὖν ἡμεῖς πρὸς ταῦτα ὅτι τῷ καλῶς φησιν3 ὁ Ἀριστοτέλης ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαί φαμεν τὰ τῇδε γινόμενα ὑπὸ τῶν ἰδεῶν, εἴ γε ἐξῃρημέναι ὑπάρχουσιν· ἀλλ’ οὕτω φαμὲν γίνεσθαι ἐκ τῶν ἰδεῶν ὡς παρακτικὰ καὶ αἴτια τῆς ἀϊδιότητος. οὔτε γὰρ ὡς τελικὸν οὔτε ὡς ὑλικὸν ἢ εἰδικόν, ἀλλ’ ὡς συμβαλλόμενον τῷ ποιητικῷ· πρὸς γὰρ τούτους τοὺς λόγους ἀποβλέπουσα ἡ φύσις δημιουργεῖ, καὶ διὰ τὴν ἀϊδιότητα τῶν ἰδεῶν ὑπάρχει ἡ διαμονὴ καὶ ἀϊδιότης τοῖς ἐνταῦθα γινομένοις.

“然而其他事物亦非出于形式。” 他说,按照习惯所说的任何一种方式,都不能说其他事物是出于理念而生成的。因为生成之物,要么是出于质料因,正如当我们说床出于木头、雕像出于青铜那样。因此,不可能把理念设想为质料因,并照此说此地之物出于它们而生成;因为正如多次说过的,他们主张理念是脱离开来的。同样,我们说具质料之物出于形式而生成,是因为形式在质料中被观察到;但他们自己并不主张这一点。或者[生成之物]是作为“在某物之后者”[而生成],正如我们说春天出于冬天那样。“出于某物”亦被说成出于制作者,以及完全者出于不完全者(因为照这样我们说成人出于小孩),还有整体出于部分,以及对立者出于对立者。并且在某物之后生成的事物也被说成“出于某物”,正如地峡运动会出于奥林匹亚运动会,或者春天出于冬天。因此,按照“出于某物”的任何一种方式,此地之物都不是出于理念;因为正如已被表明的,理念既非它们的质料,亦非它们的形式——如果形式确实是内在存在的,而理念并不内在存在——更绝非部分。然而这些事物亦非作为出于对立者而出于那些理念。因为出于对立者而生成的事物,乃是在同一底层留存并从对立面发生转变时生成的;但若如此,理念与相对于它们而言的事物就将具有同一底层,以至于理念将与相对于它们而生成的事物相反对,而非相似。此外,[理念]将在这些事物的生成中毁灭。此外,正如这些事物出于那些理念,那些理念亦当出于这些事物;因为出于对立者的生成便是如此。然而,相对于它们而言的事物,亦非通过[理念]留存并额外获得某种完满性而生成,正如人曾被说成出于小孩那样;因为它们既不存在于这些事物之中,亦不以这种方式被这些事物所完善。因为理念将比这些事物更为不完满,从而亦是可灭的;因为完满者的毁灭亦是那些不完满者的毁灭。而且理念亦非此地之物的制作因,正如父亲之于孩子那样;因为那些理念是不动的,并且是具体的个别人生成具体的个别人,而不是“人自身”在生成。然而亦不是像地峡运动会出于奥林匹亚运动会那样的方式;因为在它们身上存在着时间的延伸。因此针对这些,我们回答说,亚里士多德说得很对,即如果理念确实是脱离而存在的,那么按照习惯所说的任何方式,我们都不能说此地生成之物是由理念产生的;但我们说它们出于理念,乃是由于理念是产出者和永恒性的原因。因为这既非作为目的因,亦非作为质料因或形式因,而是作为对制作因有所贡献者[而生成];因为自然正是观照着这些理则来进行创造的,并且由于理念的永恒性,此地生成之物才具有持久性与永恒性。

语法注3 条
  1. 1.107ἔτι φθειρόμεναι ἐν τῇ τούτων γενέσει.

    承接前一条件句的结句(εἰ δὲ οὕτως, εἴη ἂν...),此处仅用与主语 αἱ ἰδέαι 一致的阴性复数主格分词 φθειρόμεναι,省略了谓语动词(如 εἶεν ἄν)。

  2. 1.107ἀλλ’ οὐδ’ ὡς ὑπομενουσῶν καὶ τελειότητά τινα προσλαμβανουσῶν

    这是一个以理念(αἱ ἰδέαι)为逻辑主语的属格独立结构,结合了否定词 οὐδέ 与连接词 ὡς(“如同……”),用于否定类似小孩成长为成人那样“底层留存并获得完满”的生成方式。

  3. 1.107τῷ καλῶς φησιν

    中性单数与格 τῷ 用以修饰并加强副词 καλῶς,在此起副词性作用,相当于“诚然切中地”或“确实正当地”(类似于 τῷ ὄντι 的省略或表示程度、原因的与格用法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:86.29-87.32