← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§85.16-86.28

理念对存在无助益与混合论的困境

针对亚里士多德在991a12–14中批评理念对于可感事物的认识与存在毫无助益的观点,阿斯克勒庇俄斯阐释了分离的理念不能充当内在原因的论证,并分析了阿那克萨哥拉与欧多克索斯的混合论之困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Ἀλλὰ μὴν οὐδὲ πρὸς τὴν ἐπιστήμην οὐδὲν βοηθεῖ τὴν τῶν ἄλλων." Φησὶν ὅτι οὐδὲ πρὸς τὰς ἐπιστήμας συμβάλλονται ἡμῖν αἱ ἰδέαι, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. οὐ γὰρ οὐσία τούτων τῶν ἐνταῦθα αἱ ἰδέαι· αἱ δὲ ἐπιστῆμαι τῶν οὐσιῶν ὑπάρχουσιν, ἐπειδὴ αἱ ἐπιστῆμαι καὶ ὁρισμοί, οἱ δὲ ὁρισμοὶ οὐσιῶν δηλωτικοὶ τῶν συντεταγμένων. αἱ δὲ ἰδέαι οὐχ ὑπάρχουσι συντεταγμέναι· ἐν τούτοις γὰρ τοῖς αἰσθητοῖς ἔμελλον θεωρεῖσθαι· νῦν δὲ οὐ θεωροῦνται. λέγομεν οὖν ὅτι οὐσίαι ὑπάρχουσιν ὡς παρακτικαὶ τῶν τῇδε, οὐ μέντοι γε ὡς μέρη. οὔτε δὲ εἰς τὸ εἶναι συμβάλλονται τοῖς τῇδε, μὴ ἐνυπάρχοντα τοῖς μετέχουσιν·1 ἐξῃρημένα γὰρ αὐτὰ ὑποτίθενται. φαμὲν οὖν πρὸς τοῦτο πάλιν ὅτι τῷ ὄντι ὡς μέρη γινόμεναι τῶν αἰσθητῶν αἱ ἰδέαι οὐδὲν συμβάλλονται· πρὸς αὐτὰς γὰρ ἀποβλέπουσα ἡ φύσις παράγει ἃ ποιεῖ. φησὶν οὖν ὅτι οὐδὲν εἰς ἐπιστήμην τῶν ἐνταῦθα οὔτε εἰς γνῶσιν τῶν παρὰ τὰς ἰδέας αἱ ἰδέαι συντελοῦσιν. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γνῶσιν γίνεται· κατὰ τοῦτο γὰρ καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· αἱ δὲ ἰδέαι οὐκ εἴδη τῶν ἐνταῦθα. εἰ τοίνυν ἡ γνῶσις ἑκάστου κατὰ τὸ εἶδος αὐτοῦ, οὐκ εἰσὶ δέ γε αἱ ἰδέαι ἐν τοῖς ἐνταυθοῖ, εἴ γε καθ’ αὑτά τε καὶ κεχωρισμένα, δῆλον ὅτι οὐκ εἰσὶν ἐπιστήμης ἤγουν γνώσεως ποιητικαί.

“然而理念对其他事物的科学知识亦毫无助益。” 他说,正如在通论中所述,理念对我们而言对诸门科学知识亦毫无助益。因为理念并不是此地之物的实体;而科学知识属于实体,既然科学知识即是定义,而定义表明结合在一起的实体。然而理念并不结合在一起而存在;因为[若是如此],它们本应在这些可感事物之中被观察到,但现在并未被观察到。因此我们回答说,它们作为此地之物的产出者乃是实体,但绝非作为部分。而且,既然它们并不内在存在于分有者之中,它们对于此地之物亦无助于其存在;因为他们把理念设想为脱离开来的。因此我们对此再次回答说,事实上理念并非作为可感事物的部分而有所助益;因为自然正是观照它们才产生出它所制作之物的。因此他说,理念对于此地之物的科学知识,以及对于理念之外的事物的认识,毫无贡献。因为各物的认识是依照其形式本身的认识而产生的;因为依据此,亦有各物的“本质(何以是其所是)”;但理念并不是此地之物的形式。因此,如果各物的认识是依照其形式,而理念又不存在于此地之物中(如果理念确实是自身独立的且被分离开来的),那么显而易见,它们并不是科学知识即认识的产生者。

§1.105

"Ἀλλ’ οὐδὲ εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ." Δείξας ὅτι μήτε κινήσεως μήτε μεταβολῆς ὅλως τὰ εἴδη αἴτια τοῖς πρὸς αὐτὰ λεγομένοις2 οἷόν τε εἶναι, μήτε ἐπιστήμης τε καὶ γνώσεως, διὰ τὸ μηδὲ ἐνυπάρχειν αὐτοῖς, τούτῳ προσχρώμενος ἐφεξῆς τοῖς προειρημένοις δι’ ὧν λέγει δείκνυσιν ὅτι μηδὲ εἰς τὸ εἶναι τὰ εἴδη αὐτοῖς συντελεῖ. τὰ μὲν γὰρ [εἴδη] εἰς τὸ εἶναι συντελοῦντα ἐνυπάρχουσι τοῖς βοηθουμένοις εἰς τὸ αὐτό, ἢ ὕλη ὄντα αὐτῶν ἢ εἴδη, τὰ δὲ εἴδη οὐκ ἐνυπάρχει τούτοις, ἀλλ’ ἔστιν αὐτῶν κεχωρισμένα.

“而且对其存在亦无所助益。” 在表明了形式既不可能作为相对于它们而言的事物的运动原因,亦绝不可能作为变化原因,并且由于根本不内在存在于它们之中而亦不可能作为科学知识与认识的原因之后,他又凭借这一点,继已说过的论点之后,通过他所说的话表明,形式对于它们的存在亦无所助益。因为对存在有所助益之物,乃是作为质料或形式而内在存在于在此同一事物上受到助益之物之中的,而形式并不内在存在于这些事物之中,而是与它们相脱离的。

§1.106

"Οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια δόξειεν εἶναι." Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Ἀναξαγόραν καὶ Εὔδοξον τὸν ἀστρονόμον τὸν Πλατωνικόν (ἀκροατὴς γὰρ γέγονε Πλάτωνος, καί τινα τῶν Εὐκλείδου αὐτόν φασιν εἶναι), φησὶν οὖν ὅτι οὗτοι3 πάντα ἐν πᾶσιν ὑπετίθεντο εἶναι καὶ ἔλεγον ἐκ τοῦ ἐπικρατοῦντος ὀνομάζεσθαι σάρκα ἢ λευκὸν ἤ τι τοιοῦτον ἄλλο. οὗτοι οὖν λέγοντες ταῦτα πολλὰς ἔχουσιν ἀπορίας. εἰ γὰρ πάντα ἐν πᾶσι μέμικται, συμβήσεται τὰ συμβεβηκότα καὶ τὰ εἴδη αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι πρὸ τῆς μίξεως, ὅπερ ἐστὶν ἀδύνατον. τὰς γὰρ ὁμοιομερείας ἀρχὰς τῶν ὄντων ὑπετίθεντο οἱ περὶ Ἀναξαγόραν. φησὶν οὖν ὅτι οἱ λέγοντες πάντα ἐν πᾶσι μεμῖχθαι μᾶλλον κατορθοῦσι τῶν ὑποτιθεμένων εἶναι ἰδέας, ἐπειδὴ τὰ αἴτια τῶν γινομένων ἐν αὐτοῖς τοῖς γινομένοις ἐναποτίθενται, οἱ δὲ ἰδέας λέγοντες ἐξαιροῦσιν αὐτάς. † μᾶλλον δὲ βοηθῶν θεωρουμένων ἤ περ ἀφισταμένων. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια μᾶλλον δόξειεν εἶναι 〈ὡς〉 τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, διότι ἐνυπάρχει αὐτῷ. ἀλλ’ οὗτος μὲν ὁ λόγος λίαν ἐστὶν εὐανάτρεπτος, ὃν Ἀναξαγόρας μὲν πρῶτος, Εὔδοξος δὲ δεύτερος καὶ ἄλλοι τινὲς ἔλεγον· ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν τὴν λέγουσαν πάντα ἐν πᾶσι μεμῖχθαι. ἀδύνατον οὖν λέγειν τὰ εἴδη τοῖς πρὸς αὐτὰ λεγομένοις τὸ εἶναι ἔχειν ἐν τῷ μεμῖχθαι· λίαν γάρ ἐστιν οὗτος ὁ λόγος εὐκίνητος καὶ σαθρός.

“因为照这样,它们或许会被看作是原因。” 他所说的乃是这样的一回事:阿那克萨哥拉以及柏拉图学派的天文学家欧多克索斯那一派人(因为他成了柏拉图的学生,并且人们说他是欧几里得一派的一员),他说,这些人设想万物存在于万物之中,并声称依照占优势者而被称为肉、白或任何其他此类事物。因此,主张这些观点的人遇到了许多困难。因为如果万物混合在万物之中,就会导致偶性与形式本身在混合之前就自身独立持存,而这是不可能的。因为阿那克萨哥拉一派把同质分体设想为存在之物的原理。因此他说,主张万物混合在万物之中的人,比设想存在理念的人更为切中,因为前者把生成之物的原因置于生成之物自身之内,而主张理念的人则把它们脱离出去。[……]因此这便是他所说之意:照这样,它们或许更容易被看作是原因,〈正如〉混合在白色事物中的白那样,因为白内在存在于其中。然而阿那克萨哥拉最先、欧多克索斯次之以及其他某些人所说的这套理论,是极易被推翻的;因为针对这种主张万物混合在万物之中的见解,很容易推导出许多荒谬不可能的结论。因此,不可能说形式对于相对于它们而言的事物是通过混合而具有存在的;因为这套理论极不稳定且站不住脚。

语法注3 条
  1. 1.104μὴ ἐνυπάρχοντα τοῖς μετέχουσιν

    现在分词中性复数主格/宾格 ἐνυπάρχοντα 修饰主语诸形式(τὰ εἴδη / αὐτά),与否定词 μή 连用,充当表示条件或原因的状语分词(“既然/如果不内在存在于分有者之中”)。

  2. 1.105τοῖς πρὸς αὐτὰ λεγομένοις

    这是一个名词化短语,由中性复数与格被动分词与介词 πρός 及其宾格 αὐτά(理念/形式)构成,指“相对于形式而言的事物”,即可感个别物。

  3. 1.106Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Ἀναξαγόραν καὶ Εὔδοξον τὸν ἀστρονόμον τὸν Πλατωνικόν (ἀκροατὴς γὰρ γέγονε Πλάτωνος, καί τινα τῶν Εὐκλείδου αὐτόν φασιν εἶναι), φησὶν οὖν ὅτι οὗτοι

    破格句(anacoluthon):句子先以主格短语 οἱ περὶ Ἀναξαγόραν... 起首,但在插入括号中的说明成分(ἀκροατὴς γὰρ...)后语法结构发生中断,随后以 φησὶν οὖν ὅτι οὗτοι... 引入复指代词 οὗτοι 重新恢复句子的陈述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:85.16-86.28