← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§84.4-85.15

理念是否有助于原因、知识与运动的探讨

针对亚里士多德对理念论提出的难题——即理念不属于四因中的任何一种,亦无助于知识或运动——阿斯克勒庇俄斯辩护称理念有助于自然与理智知识,并梳理了关于永恒可感物体与生灭事物的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102

" Πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις 〈τί〉 ποτε συμβάλλεται. " Ἔτι ἐνίσταται πρὸς τὰς ἰδέας καί φησιν ὅτι μάτην ὑπάρχουσιν αἱ ἰδέαι· οὐδὲν γὰρ ἡμῖν συμβάλλονται. οὔτε γὰρ ποιητικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτὰς οὔτε δὲ εἰδικὸν οὔτε ὑλικὸν οὔτε τελικόν. ποιητικὸν μὲν οὖν αἴτιον, ὅτι1 τὰ μὲν τῇδε ἐν κινήσει καὶ μεταβολῇ εἰσιν, αἱ δὲ ἰδέαι ἀκίνητοι ὑπάρχουσι. δεῖ δὲ τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς κινούμενον οὕτως ποιεῖν· ὁ γὰρ πατὴρ καὶ ὁ τέκτων κινούμενοι οὕτως ποιοῦσι τὰ τῇδε· ὁμοίως δὲ καὶ ὁ οὐρανός. ὥστε οὐ δυνατόν ἐστιν εἶναι ποιητικὰ αἴτια τὰς ἰδέας. ἀλλ’ οὐδὲ εἰδικά· τὰ γὰρ εἰδικὰ αἴτια ἐν αὐτοῖς ὑπάρχουσιν ὧν εἰσιν αἴτια, τὰς δὲ ἰδέας ἐξῃρημένας τίθενται τῆς ὕλης καὶ οὐδαμῶς φασιν αὐτὰς ἐνυπάρχειν τῇ ὕλῃ. οὔτε δὲ πάλιν ὡς τελικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτάς· οὔτε γὰρ τῶν ἰδεῶν ἐφιέμενα τὰ γινόμενα οὕτως γίνονται, ἀλλὰ τοῦ πρώτου αἰτίου. οὔτε δὲ πάλιν ὡς ὑλικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι τὰς ἰδέας· ἡ γὰρ ὕλη ἀνείδεός ἐστι καὶ ὑποκειμένη τοῖς τῇδε, τὰς δὲ ἰδέας, ὡς εἴρηται, ἐξῃρημένας τίθενται. φαμὲν οὖν ὅτι τῷ ὄντι οὔτε ποιητικὸν οὔτε ἄλλο τι τῶν τριῶν δυνατόν ἐστι λέγειν τὰς ἰδέας, εἴ γε ἐξῃρημέναι ὑπάρχουσι. φαμὲν δὲ αὐτὰς συμβάλλεσθαι τῷ ποιητικῷ αἰτίῳ, τουτέστι τῇ φύσει. ἡ γὰρ φύσις ἔχουσα ἐν ἑαυτῇ τὰς ἰδέας, τουτέστι τοὺς λόγους τοὺς δημιουργικούς, ποιεῖ ἃ ποιεῖ, καὶ οὐ δυνατὸν ἄνευ αὐτῶν ποιῆσαι εἶδός τι. πάλιν φησὶν ὅτι οὐδὲ πρὸς τὴν ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι· αἱ γὰρ ἐπιστῆμαι ὁρισμοὶ ὑπάρχουσιν, οἱ δὲ ὁρισμοὶ τῶν συντεταγμένων εἰδῶν2 ὑπάρχουσιν· αὐτοὶ δὲ τὰς ἰδέας ἐξαιροῦσι τῆς ὕλης. ὥστε οὐδὲ πρὸς ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι. φαμὲν τοίνυν πρὸς ταῦτα ὅτι τῷ μὲν ὄντι οἱ ὁρισμοὶ τῶν συντεταγμένων εἰδῶν ὑπάρχουσιν· αἱ μέντοι γε ἰδέαι τῆς νοερᾶς ἂν ἐπιστήμης εἶεν αἴτιαι, εἴ γε ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν αἱ ἰδέαι, ἀδύνατον δέ ἐστι γνῶναι τὸν ἐπιστήμονα τὰ τοῦ κόσμου πράγματα, ἀγνοοῦντα τὰς ἀρχὰς τοῦ κόσμου καὶ τὸ πρῶτον. ὥστε εἰς τὴν κυρίως ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι.

“然而在所有事情中最值得人深思困惑的,乃是[理念]究竟有何助益。” 他进一步反对理念并声称,理念是徒然存在的;因为它们对我们毫无助益。因为既不可能把它们设想为动力因,亦不可能设想为形式因、质料因或目的因。说它们不是动力因,是因为此地之物处于运动与变化之中,而理念却是不动地存在的。然而直接的动力因必须自身处于运动之中来如此动作;因为父亲和匠人都是在自身运动中如此造出此地之物的,天体亦是如此。因此,理念不可能作为动力因。但它们亦非形式因;因为形式因存在于它们作为其原因的事物本身之中,而他们却把理念设定为脱离质料的,并声称理念决不存在于质料之中。再者,亦不可能把它们设想为目的因;因为生成之物并非由于渴求理念而如此生成,而是由于渴求第一原因。再者,亦不可能把理念设想为质料因;因为质料是没有形式的,并且是此地之物的载体,而他们正如所说的那样,把理念设定为脱离开来的。因此我们回答说,若理念确实是脱离开来而存在的,那么在实际上既不可能把理念说成是动力因,亦不可能说成是其余三者中的任何一种。然而我们主张,它们有所助益于动力因,即可说是自然。因为自然在自身内部拥有理念——即创世的诸理则——而制作出它所制作之物,并且若没有它们,就无法制作出任何形式。他又声称,理念对我们而言对科学知识亦毫无助益;因为科学知识由定义构成,而定义属于结合在一起的诸形式;然而他们却把理念脱离于质料。因此理念对我们而言对知识亦无助益。对此我们回答说,定义固然属于结合在一起的诸形式;但若理念确实是存在之物的原理,那么理念便会是理智知识的原因,而有知识者在不知晓宇宙的原理和第一者的情况下,是不可能知晓宇宙中具体事物的。因此,理念对我们而言有助于真正意义上的知识。

§1.103

"Πάντων δὲ μάλιστα." Ἄξιόν ἐστιν ἀπορῆσαι, τίνος αἴτιαι αἱ ἰδέαι τούτοις ὧν εἰσιν ἰδέαι. τὸ δὲ ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν ἢ τοῖς γινομένοις καὶ φθειρομένοις εἴρηκεν, ἐπεί, φασί, καὶ τῶν θείων σωμάτων ἦσαν ἰδέαι αὐτοῖς, οἷον ἡλίου, σελήνης, τῶν ἄστρων· ἐποίουν γὰρ καὶ τούτων ἰδέας καὶ τοῦ οὐρανοῦ παντός. ἀλλ’ αἱ μὲν ἰδέαι τῶν ἀϊδίων σωμάτων ἐλέγοντο ἀεὶ τὰ αὐτὰ παράγειν καὶ χορηγεῖν αὐτοῖς τὴν ἀϊδιότητα κατ’ ἀριθμόν· καὶ αὐτὰ δὲ ὅμως ἐν μεταβολῇ καὶ κινήσει ὑπάρχουσιν· αἱ μέντοι γε τῶν ἐν γενέσει καὶ φθορᾷ ἰδέαι παρέχουσιν αὐτοῖς τὴν κατ’ εἶδος ἀϊδιότητα. ταῦτα οὖν λέγει ἀΐδια, αἰσθητὰ δὲ καὶ γινόμενα καὶ φθειρόμενα τὰ τῇδε ὑποτίθεται. τί οὖν αἱ ἰδέαι συμβάλλονται τῶν φύσει ὄντων ἢ τοῖς θείοις ἢ τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἀπορεῖ. καὶ πρῶτον μέν γε, ὅ ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις (τὰ μὲν γὰρ οὐράνια τὴν ἐγκύκλιον κίνησιν ἀεὶ καὶ συνεχῶς κινεῖται, τὰ δὲ ἐν γενέσει κατὰ πάσας μεταβάλλει τὰς μεταβολὰς κατὰ τὴν αὐτῶν φύσιν), ὅτι δὲ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι, οὔτε εἰς γένεσιν οὔτε εἰς κίνησίν τινα ὅλως, δείκνυσι·3 στάσεως γὰρ μᾶλλον αἱ ἰδέαι αἴτιαι τοῖς οὖσιν ἢ κινήσεως, οὖσαί γε ἀκίνητοι κατ’ αὐτούς· ὥστε οὐδ’ ἂν ποιητικὸν αἴτιον αἱ ἰδέαι εἶεν.

“然而在所有事情中最甚。” 值得困惑的是,理念究竟在何种意义上是对它们为其理念的这些事物的原因。他说“无论对于可感事物中的永恒者,抑或对于生成灭亡之物”,乃是因为照他们所说,他们对于神圣物体(例如太阳、月亮和星辰)亦持有理念;因为他们甚至为这些事物以及整个天空确立了理念。然而,永恒物体的理念据说总是产生相同之物,并赋予它们在数量上的永恒性——尽管它们自身亦处于变化与运动之中;而处于生成灭亡之中的事物的理念,则赋予它们在形式上的永恒性。因此,他把这些称为永恒之物,而把此地之物设想为可感的以及生成灭亡之物。于是他提出困惑:理念对于按本性存在之物,无论对神圣之物还是对处于生成灭亡之物,究竟有何助益?首先,关于对自然物体最为本己的运动(因为天体始终且连续地作圆周运动,而处于生成之中的事物则依其自身的本性经历一切变化),他表明理念对于物体在此方面毫无助益,既无助于生成,亦完全无助于任何运动;因为照他们所说,理念既然是不动的,理念对于存在之物便宁可说是静止的原因而非运动的原因;从而理念甚至不会是动力因。

语法注3 条
  1. 1.102ποιητικὸν μὲν οὖν αἴτιον, ὅτι

    承接前文的 οὔτε ποιητικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτάς,省略了谓语(如 οὐκ ἔστιν),作为对比的标志短语,直接引出由 ὅτι 引导的原因从句:“说它们不是动力因,是因为……”。

  2. 1.102τῶν συντεταγμένων εἰδῶν

    新柏拉图主义注疏术语,用被动分词指涉内在并结合于质料之中的形式(即物中形式),与脱离质料的超验理念(ἐξῃρημένα)相对立。

  3. 1.103καὶ πρῶτον μέν γε, ὅ ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις ... ὅτι δὲ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι ... δείκνυσι

    结构上属于倒装与破格句(hyperbaton/anacoluthon):前置的提题短语(πρῶτον μέν γε ... ἡ κίνησις)以及夹带的括号说明之后,接续由主节动词 δείκνυσι 所统辖的 ὅτι 从句。其句法骨架为:“首先关于运动……他表明理念对于物体在此方面毫无助益”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:84.4-85.15