- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:82.26-84.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》991a1中提出的难题——即理念与可感事物是同义的还是同音异义的,阿斯克勒庇俄斯从新柏拉图主义角度提出了“源于一且趋于一”的第三条路径,同时分析了两种选择所导致的逻辑困境:若同义则引发理念的无限后退(第三人论证),若同音异义则使分有论彻底失去解释力。
" Ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν.1" Φησὶν ὅτι τοῦτο ὃ λέγουσι τὸ ἓν εἶναι πρὸ τῶν πολλῶν, πότερον ὁμωνύμως κατηγορεῖται ἢ συνωνύμως; εἰ μὲν οὖν συνωνύμως, τὰ αὐτὰ ὑπάρχουσιν ἀπαραλλάκτως αἱ ἰδέαι τοῖς αἰσθητοῖς· εἰ δὲ ὁμωνύμως, ὅμοιον ὡς εἴ τις εἴποι ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον· τὰ γὰρ ὁμώνυμα οὐδὲν δηλοῦσι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν,2 ἐπειδὴ κρείττων ἡ ἰδέα τοῦ αἰσθητοῦ, ὡς καὶ αὐτὸς φῄς, ὦ Ἀριστότελες, ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν τὸν ἄνθρωπον καὶ τὸν ἐν εἰκόνι γεγραμμένον. τί οὖν ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν; εἰ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς μετέχει τὰ ἐνταῦθα τῶν ἰδεῶν, τί σημαίνει αὐτοῖς τὸ λέγειν εἶναί τι παρὰ ταῦτα, τουτέστι τὰ αἰσθητά, τοῦτο ὃ ἓν ὂν ἐπὶ πολλῶν λέγεται καὶ ἔστιν ἓν πολλῶν τῶν ἐνταῦθα παράδειγμα; οὐ γὰρ ἔσται τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῶν πρὸς αὐτὸ γεγονότων λεγόμενον κατὰ συμβεβηκός· 〈κατὰ συμβεβηκὸς〉 γὰρ πάντα πάντων μετέχειν δύναται· καὶ οὐκ ἔστι τὸ κατὰ συμβεβηκὸς μετέχον τινὸς οὔτε κυρίως ἐκείνου μετέχον, οὔτε τὸ εἶναι ἔχον ἀπ’ ἐκείνου καθὸ ἐκεῖνό ἐστιν, οὔτε ὡμοιωμένον. ἢ δυνάμει † οὕτω λέγουσιν ἢ τί ἐστι τὸ εἶναί τι φάναι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν; ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ· εἰ γὰρ μὴ τοῦτο, τί ἔσται τὸ λεγόμενον ὑπ’ αὐτῶν; καὶ εἰ μὲν τὸ αὐτὸ εἶδος ὑπάρχει τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἵνα εἴησαν συνώνυμα καὶ ὅμοια, ἔσται αὐτῶν ἕτερον κοινὸν ἰδέα· πάσης γὰρ ὁμοιότητός ἐστιν ἰδέα. διὰ τί γὰρ μὴ ἔστι δυὰς καὶ τῶν ἀϊδίων ὥσπερ καὶ τῶν φθαρτῶν; ἔσονται οὖν καὶ τῶν ὄντων ἰδέαι, ὥσπερ καὶ τῶν αἰσθητῶν. εἰ δέ τις εἴποι ὅτι 〈οὐ τὸ〉 αὐτὸ εἶδός ἐστιν, ὁμωνυμία ἂν εἴη, καὶ ὁμωνύμως κατηγοροῖτο τὸ ἓν ἐπὶ πολλῶν, καὶ ὅμοιον ἔσται, ὥσπερ ἂν εἴ τις καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον, μηδεμίαν κοινωνίαν ἐπιβλέψας αὐτῶν. τὰ γὰρ ὁμώνυμα οὐδὲ ἐν τοῖς ἔχουσι κοινωνίαν πρὸς ἄλληλα· ὥστε οὐ κατὰ μέθεξιν ἐκείνοις τὰ τῇδε. ἐξ ἀντιφάσεως οὖν προέρχεται ἡ διαίρεσις·3 ἤτοι γὰρ τὸ αὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἢ οὐ τὸ αὐτὸ εἶδος. εἰ μὲν οὖν τὸ αὐτό, ὥσπερ ἐπὶ τοῖς μετέχουσιν, οὖσιν ὁμοειδέσι, [καὶ] ἔστι τι κοινόν, οὕτως καὶ ἐπὶ τούτοις καὶ τῇ ἰδέᾳ ἀφ’ ἧς ταῦτα, κοινόν τι ἔσται κατηγορούμενον· ὁμοειδὴς γὰρ κἀκείνη τούτοις. εἰ δὲ τοῦτο, εἴη ἂν τὸ κοινῶς αὐτῶν κατηγορούμενον ἰδέα, καὶ οὕτως ἰδέα ἂν ἰδέας εἴη καὶ τρίτος ἄνθρωπος· καὶ τοῦτο εἰς ἄπειρον ἂν προΐοι. εἰ δὲ μὴ εἶεν τὰ πρὸς τὰς ἰδέας μηδὲ κατὰ τὴν οὐσίαν αὐταῖς ὡμοιωμένα καὶ τὸ εἶδος, ὁμώνυμα ἂν εἴη ταῖς ἰδέαις. εἰ δὲ τοῦτο, τί μᾶλλον † μηδέ τις ἰδέα τῶν ὁμωνύμων αὕτη αἰτία τοῦ εἶναι ἢ ἄλλων τινῶν, εἴ γε μὴ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ὁμοιοῦται ταῦτα αὐτῇ τὰ ὁμωνύμως λεγόμενα αὐτῇ. ὁμοίως γὰρ ἕξει ὡς εἴ τις καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον μηδὲν ἔχοντα ὅμοιον ἀλλήλοις, καθὸ ἄνθρωποι. καὶ καθόλου πῶς ἂν γένοιτο ταῦτα μετέχειν ἐκείνων μὴ ἔχοντα μηδεμίαν κοινωνίαν κατὰ τὴν οὐσίαν πρὸς αὐτά.
“或者,声称在多之上的这一乃是脱离这些事物的某种存在,究竟意味着什么?” 他是指:他们所说的在多之先的这一,究竟是同音异义地被述谓,还是同义地被述谓?如果是一方面同义地被述谓,则理念与可感事物在无差别层面完全相同;如果是在另一方面同音异义地被述谓,这就好比有人把卡利亚斯和一块木头都称为‘人’;因为同音异义的事物不能说明任何事情。因此对此我们回答说,正如源于一且趋于一的事物一样,既然理念高于可感事物——正如亚里士多德你自己也说的,正如源于一且趋于一的事物,就像真人与画像中的人。那么,“声称在多之上的这一乃是脱离这些事物的某种存在”究竟意味着什么?如果此地之物并非依其自身而是依偶性分有理念,那么对他们而言,说存在某种脱离这些事物、即可感事物的东西——即这个在多之上作为一而被述说、且作为此地诸物唯一的范型之物——究竟意味着什么?因为在多之上的这一,绝不能依偶性被述说于相对于它而生成的事物上;因为依偶性的话,凡物皆能分有凡物;而依偶性分有某物者,既非严格地分有它,亦非由于彼是彼而从彼处获得存在,更非被同化于它。抑或他们潜在地如此主张,抑或声称在多之上的这一乃是脱离这些事物的某种存在究竟是什么意思?然而这些词在此地意味着实体,在彼处亦意味着实体;因为如果不是这样,他们所说的话又将是什么?而如果一方面理念与分有者具有相同的形式,以使它们成为同义且相似的,那么它们还将有另一个共同之物,即一个理念;因为对每一种相似性都存在理念。因为为何在永恒之物中不能如在可灭之物中那样也有一个‘二’呢?因此,存在之物亦将如可感事物那样具有理念。但若有人主张它们不是同一形式,那就会是同音异义,而在多之上的这一就将被同音异义地述谓,这就好比有人把卡利亚斯和一块木头都称为‘人’,未曾顾及它们之间的任何相通性。因为同音异义的事物甚至不存在于彼此具有相通性的事物之中;从而此地之物并非通过分有那些事物而存在。因此,这一区分是由矛盾对立推导而来的:理念与分有者的形式要么是同一的,要么不是同一形式。如果形式是同一的,正如在属于同一形式的分有者之间存在某种共同之物一样,在这些事物与它们所源自的理念之间,亦将有某种被共同述谓之物;因为彼理念亦与这些事物属于同一形式。若果真如此,那共同述谓于它们之物就会是一个理念,从而就会有理念的理念以及第三个人;并且这将走向无穷。另一方面,如果相对于理念的事物甚至在实体和形式上都不与它们相似,它们便与理念是同音异义的。若果真如此,倘若这些与它同音异义地被称为的事物在实体和形式上并不相似于它,为什么这一理念偏偏会是同音异义事物的存在的原因,而不是其他某些事物的呢?因为这正如有人把作为人而言彼此毫无相似之处的卡利亚斯和一块木头都称为‘人’一样。而且总体而言,这些在实体上与那些事物毫无相通性的事物,又怎能分有那些事物呢?
- 1.101Ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν.
引文的句法结构:主动词 ἔσται 的主语是带冠词不定式短语 τὸ ... φάναι(“声称……”),其宾语为带宾格的不定式结构 εἶναί τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν(“在多之上的这一乃是脱离这些事物的某种存在”)。其中 τὸ ἓν ἐπὶ πολλῶν 是 εἶναι 的主语宾格(主语),τι 是其表语(谓词宾格)。
- 1.101ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν
该固定短语指亚里士多德在《形而上学》第四卷等处阐述的介于严格同义与偶合同音异义之间的关系概念(即“焦点的一义性”)。此处介词短语作表语用,意为“[它们的关系就像]源于一且趋于一的事物一样”。其后所跟的宾格短语 τὸν ἄνθρωπον καὶ τὸν ἐν εἰκόνι γεγραμμένον 作为例证说明这一关系。
- 1.101ἐξ ἀντιφάσεως οὖν προέρχεται ἡ διαίρεσις
论证结构的提示。它展示了基于矛盾对立(排中律)的二分法:ἤτοι γὰρ τὸ αὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἢ οὐ τὸ αὐτὸ εἶδος(理念与分有者的形式要么是同一的,要么不是同一形式)。阿斯克勒庇俄斯据此理清了亚里士多德的论证骨架:第一分支(τὸ αὐτό)导出第三人论证(无限后退),第二分支(μὴ εἶεν ... ὡμοιωμένα)则导出完全的同音异义性并导致分有论的破产。
