← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§81.21-82.25

实体的理念与实体性偶性的分有

针对亚里士多德“根据必然性以及诸见解”(990b27)的论断,注疏者阐述了既然对理念的分有必须是依自身的,则只能存在实体的理念这一论证,并从承认实体性偶性之理念的立场作出了回应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.100

" Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας." Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον ταῖς δόξαις ταῖς περὶ αὐτῶν, καθ’ ἃς μεθεκτὰ λέγουσι τὰ εἴδη, τῶν οὐσιῶν μόνων ἔσονται ἰδέαι. φασὶ γὰρ ὅτι κατὰ μέθεξιν ἐκείνων γίνεται τὰ τῇδε, διὰ τὸ μετέχειν τῆς ἐκείνων ἐλλάμψεως τὰ ἐνταῦθα. εἰ οὖν κατὰ μέθεξιν τὰ εἴδη, τῶν οὐσιῶν μόνων ἔσονται ἰδέαι. οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται· οὐ γὰρ τὸ συμβεβηκότος τινὸς τῷ ἀνθρώπῳ μετασχὸν ἄνθρωπος, ἀλλὰ τὸ ἀνθρώπου, καθὸ ἄνθρωπος, τουτέστι ζῴου λογικοῦ θνητοῦ· ἀλλὰ δεῖ ταύτῃ ἕκαστον μετέχειν, τουτέστιν οὐσιωδῶς, εἰ μὴ καθ’ ὑποκειμένου λέγεται, τουτέστιν εἰ μὴ ἐν ὑποκειμένῳ·1 τὸ γὰρ καθ’ ὑποκειμένου πολλάκις λέγεται ἀντὶ τοῦ ἐν ὑποκειμένῳ, ὡς καὶ ἐν τοῖς Ἀποδεικτικοῖς εἴρηται. τῷ οὖν καθ’ ὑποκειμένου νῦν ἀντὶ τοῦ συμβεβηκότος κέχρηται. καθ’ αὑτὸ οὖν, φησί, τὰ πρὸς τὰς ἰδέας ὄντα τε καὶ γινόμενα καὶ δι’ αὐτὰς μεθέξει αὐτῶν, οὐ κατὰ συμβεβηκὸς οὐδὲ συμβεβηκότος τινὸς αὐταῖς. οὕτως δὲ οὐσίαι ἂν καὶ τὰ πρὸς τὰς ἰδέας ὄντα εἶεν, τῶν οὐσιῶν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς μετέχοντα. παρέθετο δὲ τοῦ κατὰ συμβεβηκὸς παράδειγμα τὸ διπλάσιον, τουτέστι τὴν δυάδα· ἡ γὰρ δυὰς ἡ κατὰ μετουσίαν τῆς δυάδος οὖσα δυὰς καὶ ἀιδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκὸς ἀιδίου, ἐπεὶ εἰ ἀΐδιος δυὰς ἡ μετέχουσα δυάς ἐστιν, οὐκέτι κατὰ συμβεβηκὸς μετέχει δυάδος ἀλλὰ καθ’ αὑτό· ἀΐδιος δὲ κατὰ συμβεβηκός. τῇ οὖν δυάδι ἐκείνῃ τὸ εἶναι δυάδι ἀϊδίῳ κατὰ συμβεβηκὸς ὑπάρχει, τὸ δὲ εἶναι δυάδι καθ’ αὑτό.2 διὸ καὶ εἰ ἀϊδίου τι μετέχον δυάδος λέγοιτο μετέχειν, κατὰ συμβεβηκὸς ἂν μετέχοι δυάδος. ἐπεὶ τοίνυν δυάδος μὲν καθ’ αὑτὸ μετέχει, ἀϊδίου δὲ κατὰ συμβεβηκός (εἰ γὰρ μετεῖχε τοῦ ἀϊδίου καθ’ αὑτὸ ὁ ἄνθρωπος, οὐκ ἂν ἔμελλεν ἕτερον εἶδος μετέχειν τῆς ἀϊδιότητος· τὰ γὰρ καθ’ αὑτὸ ὑπάρχοντα ἐκείνῳ τῷ πράγματι 〈μόνῳ〉 ὑπάρχουσιν, οἷον τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας τῷ τριγώνῳ μόνῳ, ἐπειδὴ καὶ καθ’ αὑτὸ ὑπάρχει αὐτῷ) δυὰς μέν ἐστι κατὰ τοῦτο ὁμοία ἐκείνῃ, ἀΐδιος δὲ οὔ· οὐ γὰρ ὅμοια τὰ κατὰ συμβεβηκὸς μετέχοντα τινῶν ἐκείνοις ὧν οὕτως μετέχει. εἰ τοίνυν τὰ ἐνταῦθα ὅμοια ταῖς ἰδέαις, οὐ κατὰ συμβεβηκὸς αὐτῶν ἀλλὰ καθ’ αὑτὸ μετέχει· τὸ δὲ οὐσίας καθ’ αὑτὸ μετέχον οὐσία. τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι κατὰ τὸ ἀκόλουθον αὐτοῖς καὶ ἀναγκαῖον, εἴ γε οὐσίαι μὲν ἐκεῖναι, τὰ δὲ τῶν οὐσιῶν καθ’ αὑτὸ μετέχοντα οὐσίαι. τὰ γὰρ αὐτὰ ἐνθάδε οὐσίαν σημαίνει καὶ ἐπὶ τῶν ἰδεῶν, οἷον ὁ ἄνθρωπος ἐνταῦθα οὐσία κἀκεῖ, τὸ θερμὸν ποιὸν ἐνταῦθα κἀκεῖ· ὥστε τῶν οὐσιῶν καὶ μόνων συμβαίνει λέγειν αὐτοὺς ἰδέας, ἐπειδὴ οὐκ εἰσι παρὰ τῷ δημιουργῷ συμβεβηκότα. λέγομεν οὖν ἡμεῖς πρὸς τοῦτο ὅτι καὶ τῶν συμβεβηκότων τῶν οὐσιωδῶν εἰσιν ἰδέαι· οὐσίαι γὰρ κἀκεῖνα, καὶ δι’ αὐτὰ ὑπάρχουσι καὶ τὰ ἐπεισοδιώδη συμβεβηκότα, ὡς πολλάκις εἰρήκαμεν.

“然而根据必然性以及诸见解。” 然而根据必然性,并依照关于它们[理念]的诸见解——根据这些见解,他们主张诸形式是被分有的——将只有实体的理念存在。因为他们说,此地之物因着对那些事物的分有而生成,是由于此地之物分有了来自彼处的照耀。因此,若诸形式是通过分有而存在的,那么将唯有实体的理念存在。因为它们不是被偶性地分有的;盖分有了人的某种偶性者并非人,唯有分有了人之所以为人者、即理性可死之动物者,才是人。相反,每一事物必须按这种方式、即实体性地去分有,“若非被述及于基底”,也就是若非在基底之中;因为“述及于基底”常被用来代替“在基底之中”,正如在《后分析篇》中所说的那样。因此,他现在使用“述及于基底”来代替“偶性”。因此他说,那些相对于理念而存在且生成、并藉着理念而存在的事物,将依其自身分有它们,而不是依偶性,亦不是分有属于它们的某种偶性。这样,相对于理念而存在的事物也应是实体,因为它们依其自身、而非依偶性分有了诸实体。他举出“成倍”、即“二”作为偶性之物的例证;因为因分有“二”而成为二的二,亦分有了永恒,但它是依偶性分有了永恒;因为如果分有的二是永恒的二,它就不再是依偶性分有了二,而是依其自身分有了二,而其永恒则是依偶性的。因此,对于那[作为理念的]二而言,“作为永恒的二而存在”是依偶性属于它的,而“作为二而存在”则是依其自身属于它的。因此,若有分有永恒之物被说成是分有了二,它应当是依偶性分有了二。既然它依其自身分有了二,而依偶性分有了永恒(因为如果人依其自身分有了永恒,便不会有其他形式能分有永恒性了;因为依自身属于的属性[仅]属于该事物本身,正如拥有等于两直角的三个角仅属于三角形,因其亦依自身属于三角形),在此方面二与彼者相似,但作为永恒者则不相似;因为依偶性分有某物的事物,并不与它们以此种方式分有的事物相似。因此,若此地之物与理念相似,它们便不是依偶性、而是依其自身分有了理念;而依自身分有实体者乃是实体。从而,依照对他们而言必然的结论,将只有实体的理念存在,倘若那些理念是实体,而依自身分有实体的事物亦是实体的话。因为相同的事物在此地意味着实体,在理念上亦意味着实体,正如人在此地是实体、在彼处亦是实体,热在此地是性质、在彼处亦是性质;从而必然得出他们唯独主张实体的理念,因为在造物主那里并不存在偶性。对此我们回答说,实体性的偶性亦有理念存在;因为那些也是实体,并且正如我们屡次说过的那样,偶发的偶性也是因着它们而存在的。

语法注2 条
  1. 1.100εἰ μὴ καθ’ ὑποκειμένου λέγεται, τουτέστιν εἰ μὴ ἐν ὑποκειμένῳ

    关于条件从句 εἰ μὴ καθ’ ὑποκειμένου λέγεται(“若非被述及于基底”),注疏者将 καθ’ ὑποκειμένου(“述及于基底”)解释为用来代替 ἐν ὑποκειμένῳ(“在基底之中”,即偶性),而非其通常指称属或种等本质述谓的术语用法,从而将全句解读为“若非作为偶性而存在”。

  2. 1.100τῇ οὖν δυάδι ἐκείνῃ τὸ εἶναι δυάδι ἀϊδίῳ κατὰ συμβεβηκὸς ὑπάρχει, τὸ δὲ εἶναι δυάδι καθ’ αὑτό.

    句首的与格 τῇ δυάδι ἐκείνῃ 作动词 ὑπάρχει 的补足语(“对那[作为理念的]二而言”)。语法主语是带有中性冠词的不定式短语 τὸ εἶναι δυάδι ἀϊδίῳ(“作为永恒的二而存在”),其中 δυάδι ἀϊδίῳ 为受 εἶναι 支配的表语与格。后半句 τὸ δὲ εἶναι δυάδι καθ’ αὑτό 同样补出 ὑπάρχει 并列阅读(“而作为二而存在则是依其自身属于它的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:81.21-82.25