- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:80.18-81.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解《形而上学》990b22的引文,阐明亚里士多德的批评:若贯彻理念论的前提(如“多之上的一”以及作为思想的对象),人们将被迫承认不仅实体而且偶性与人工之物亦有理念,并在此辨析了多之前、多之上与多之中的形式。
" Ἔτι δὲ κατὰ μὲν τὴν ὑπόληψιν καθ’ ἣν εἶναί φαμεν τὰς ἰδέας." Ἄλλο ἐπιχείρημα ἀνασκευαστικὸν τοῦ εἶναι ἰδέας· φησὶ γὰρ ὅτι κατὰ τὴν ὑπόληψιν ἣν ἔχομεν περὶ τῶν ἰδεῶν, οὐ μόνον τῶν οὐσιῶν ἔσονται ἰδέαι ἀλλὰ καὶ τῶν συμβεβηκότων (πάντων γὰρ τῶν ἐνταῦθα ὄντων φασὶν εἶναι ἰδέας· οὐ μόνον δὲ εἰσὶν οὐσίαι ἀλλὰ καὶ συμβεβηκότα), ὅπερ οὐ θέμις. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι καὶ συμβεβηκότα οὐσιώδη ὑπάρχουσιν, ὥσπερ τὸ θερμὸν τὸ ἐν πυρί· τοῦτο οὖν ἐστιν ἰδέα, καὶ λοιπὸν διὰ τὸ οὐσιῶδες θερμὸν ὑπάρχουσι καὶ τὰ ἐπεισοδιώδη, ἡ μέντοι γε ἰδέα τῶν οὐσιωδῶν ὑπάρχει. φησὶν οὖν ὅτι οὐ μόνον τῶν οὐσιῶν ἔσονται ἰδέαι, ἀλλὰ καὶ πολλῶν καὶ ἑτέρων· καὶ γὰρ τὸ νόημα ἔχομεν οὐ μόνον περὶ τῶν οὐσιῶν ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων, τουτέστι καὶ τῶν συμβεβηκότων. τὰ γὰρ πρὸ τῶν πολλῶν διὰ ταῦτα ὑπάρχουσι· τὰ μὲν γάρ ἐστι παρὰ τῷ δημιουργῷ, τὰ δὲ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἀλλ’ ἐκεῖ μὲν τῷ πάντα ποιεῖν, ἐνταῦθα δὲ τῷ πάντα γίνεσθαι·1 ὁ γὰρ νοῦς ἀεὶ ἔχει τὰ εἴδη ἐνεργείᾳ, ἡ δὲ ψυχὴ δέχεται πάντα ἐκεῖθεν. τὰ δὲ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ ἐνταῦθα † φαντασία ἐστίν· οὔτε γὰρ ἐν τῇ ψυχῇ τὰ δὲ ἐν τοῖς πολλοῖς τὰ καθ’ ἕκαστον ὑπάρχει. ἔχουσιν οὖν καὶ ὁ θεὸς καὶ ἡ ψυχὴ καὶ ἡ φύσις τοὺς λόγους· ἀλλ’ ὁ μὲν θεὸς ἔχει αὐτοὺς καὶ γνωστικοὺς καὶ δημιουργικούς, ἡ δὲ ψυχὴ γνωστικούς, ἡ δὲ φύσις δημιουργικούς. εἰ τοίνυν, φησίν, ἔχομεν νοήματα καὶ τῶν συμβεβηκότων, δῆλον ὅτι καὶ αὐτῶν ἰδέαι ὑπάρχουσι καὶ ἐπιστῆμαι. οὐ μόνον οὖν οὐσιῶν ὑπάρχουσιν, ἀλλὰ καὶ ἑτέρων, τουτέστι τεχνητῶν πραγμάτων καὶ κατὰ προαίρεσιν γινομένων· ὥστε κἀκείνων ἔσονται ἰδέαι, τουτέστι φιλίας, ἔχθρας, τοῦδε τοῦ οἰκήματος. εἰρήκαμεν δὲ ἐν τῇ θεωρίᾳ ὅτι ἰδέα ἐστὶ διαστάσεως καὶ ἑνώσεως, καὶ ὅτι τῶν φύσει ὑπαρχόντων ἰδέα· οὔτε γὰρ τῶν τεχνητῶν λέγουσιν εἶναι ἰδέας. ὥστε οὐ μόνον, φησί, τῶν οὐσιῶν ὑπάρχουσιν ἰδέαι, ἀλλὰ καὶ ἄλλων πολλῶν. οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν μόνον τὸ νοεῖσθαι ἀλλὰ καὶ ἐπὶ ποιῶν καὶ ποσῶν καὶ ἑκάστου τῶν ὄντων, καὶ πάλιν ἐπιστῆμαι οὐ μόνον τῶν οὐσιῶν ὑπάρχουσιν, ἀλλὰ καὶ τῶν ἀρετῶν εἰσιν ἰδέαι καὶ τῶν συμβεβηκότων. τὸ δὲ καὶ ἄλλα μυρία συμβαίνει εἶπεν,2 ἐπεὶ καὶ ἄλλοι εἰσὶ λόγοι δεικνύναι βουλόμενοι τὰς ἰδέας, ἐξ ὧν συμβαίνει μὴ μόνον τῶν οὐσιῶν τὰ εἴδη λέγειν, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐκ γὰρ τοῦ ἓν ἐπὶ πολλῶν κατηγορεῖσθαι εἰσέφερον τὰς οὐσίας· τὸ δὲ ἓν ἐπὶ πολλῶν οὐ μόνον ἐπὶ τῆς οὐσίας κατηγορεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν συμβεβηκότων. ὥστε εἰ ἄπειρος ὁ τρόπος τῶν ἐνταῦθα, καὶ ἰδέαι ἄπειροι.
“此外,根据我们藉以主张理念存在的假定,”这是驳斥理念存在的另一个论据。因为他说,根据我们关于理念所持的假定,不仅实体的理念会存在,而且偶性的理念也会存在(因为他们说这里存在的一切事物皆有理念;但这里的事物不仅有实体,亦有偶性),而这是不合法的。对此我们回答说,亦有实体性的偶性存在,正如火中的热;因此这[实体性的热]乃是理念,而其余偶发的[热]则是因着实体性的热而存在,然而理念仅属于实体性的事物。因此他说,不仅实体的理念会存在,而且许多其他事物的理念亦会存在;因为我们不仅对实体有思想[概念],对一切其他事物、即对偶性亦有思想。因为多之前的事物乃是因着这些而存在的:一部分在造物主那里,另一部分在我们的灵魂中,但前者是通过创造万物,后者是通过成为万物;因为理智始终现实地拥有形式,而灵魂则从那里接受一切。但是在此处,多之上且后生的事物则是想象;因为〔它们〕不在灵魂中,而多之中的事物则是个别事物。因此,神、灵魂与自然都拥有诸理路;但神既认知性地又创造性地拥有它们,灵魂认知性地拥有它们,而自然则创造性地拥有它们。他说,如果我们对偶性亦有思想,那么显而易见,偶性自身的理念与知识亦将存在。因此[理念]不仅属于实体,亦属于其他事物,即人工之物和出于抉择而生成之物;从而亦会有那些事物的理念,即友谊、仇怨和这栋房屋的理念。但我们在考察中已经说过,存在区分与结合的理念,且理念属于依自然存在之物;因为他们并不主张有人工之物的理念。他说,因此理念不仅属于实体,亦属于许多其他事物。因为被思想不仅出现在实体上,亦出现在性质、数量以及各个存在者上;并且知识亦不仅关于实体而存在,美德和偶性的理念同样存在。至于他说“亦会导致无以数计的其他后果”,是因为还有其他试图证明理念的论证,从这些论证中同样会导致不仅言说实体的形式,而且亦言说许多其他事物的形式。因为他们正是从“述说于多之上的一”引入了诸实体;但是“多之上的一”不仅被述说于实体,亦被述说于偶性。因此,若此地事物的式样是无限的,理念亦将是无限的。
- 1.99ἀλλ’ ἐκεῖ μὲν τῷ πάντα ποιεῖν, ἐνταῦθα δὲ τῷ πάντα γίνεσθαι
带冠词不定词的与格(τῷ πάντα ποιεῖν 和 τῷ πάντα γίνεσθαι)表示手段或方式(在造物主那里是通过“创造万物”,而在灵魂中则是通过“成为万物”),承袭了《论灵魂》卷三第五章中关于主动理智与受动理智的表述(τῷ πάντα ποιεῖν / τῷ πάντα γίνεσθαι)。
- 1.99τὸ δὲ καὶ ἄλλα μυρία συμβαίνει εἶπεν
整个句子的主动词是 εἶπεν,暗含的主语是亚里士多德。中性冠词 τό 将接下来的亚里士多德原文引句(καὶ ἄλλα μυρία συμβαίνει)实质化为宾格宾语从句,构成表原因的句式:“他之所以说‘亦会导致无以数计的其他类似后果’,是因为(ἐπεί)……”。
