← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§79.5-80.17

理念论证对本原的取消与实体的后置

注解亚里士多德《形而上学》990b17–21,详细剖析了理念论的论证如何取消了其自身作为至高本原的一与不定之二,并导致关系物和数量先于实体这一荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.97

" Ὥστε ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι, ἃ μᾶλλον εἶναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι.1" Μᾶλλον μὲν 〈καὶ〉 μάλιστα βούλονται τὰς ἀρχὰς εἶναι· αἱ γὰρ ἀρχαὶ αὐτοῖς καὶ αὐτῶν τῶν ἰδεῶν εἰσιν ἀρχαί. αὗται δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηται, καὶ ἱστόρηκεν αὐτὸς 〈ἐν τοῖς〉Περὶ τοῦ ἀγαθοῦ. ἀλλὰ καὶ τοῦ ἀριθμοῦ ἀρχαὶ αὗται [καὶ] κατ’ αὐτούς. ταῦτα δέ φησι τοὺς λόγους τοὺς κατασκευάζοντας τὰς ἰδέας ἀναιρεῖν· ἀναιρουμένων δὲ τούτων ἀναιρεθήσεται καὶ τὰ μετὰ τὰς ἀρχάς, ὥστε καὶ αἱ ἰδέαι. εἰ γὰρ ἐπὶ πάντων 〈ὧν〉 τὸ κοινὸν κατηγορεῖται χωριστόν τε καὶ ἰδέα, κατηγορεῖται δὲ καὶ κατὰ τῆς ἀορίστου δυάδος ἡ δυάς, εἴη ἂν αὐτῆς πρῶτόν τε καὶ ἰδέα· οὕτως οὐκέτι ἔσται ἀρχὴ ἡ ἀόριστος δυάς. ἀλλ’ οὐδὲ ἡ δυὰς πρώτη ἔσται καὶ ἀρχή· πάλιν γὰρ κἀκείνης ὁ ἀριθμὸς κατηγορεῖται· ὥστε εἴη ἂν αὐτῆς πρῶτος ὁ ἀριθμός, ἰδέα τις ὤν. ἔσται ἄρα αὐτοῖς ἀριθμὸς πρῶτος τῆς δυάδος, ἥτις ἐστὶν αὐτοῖς ἀρχή. ἀλλ’ οὐκέτι τοῦ ἀριθμοῦ ἡ δυάς· εἰ δὲ τοῦτο, οὐκέτι ἀρχὴ ἐκείνη, εἴ γε μετασχέσει τινός ἐστι τοιαύτη. εἰ τοίνυν ὑπόκειται εἶναι ἀρχὴ ὁ ἀριθμός, ἔστι δὲ τῶν πρός τι (ὁ γὰρ ἀριθμὸς ἀριθμητοῦ ἐστιν ἀριθμός), εἴη ἂν κατ’ αὐτοὺς τὸ πρός τι πρῶτον τοῦ καθ’ αὑτό. τοῦτο δὲ ἄτοπον· πᾶν γὰρ τὸ πρός τι δεύτερον. σχέσιν γὰρ ὑποκειμένης φύσεως τὸ πρός τι σημαίνει, ἥ τις πρώτη τῆς συμβεβηκυίας σχέσεως αὐτῇ· παραφυάδι γὰρ ἔοικε τὰ πρός τι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς. ἀλλ’ εἰ καὶ λέγοι τις τὸν ἀριθμὸν εἶναι ποσὸν ἀλλὰ μὴ πρός τι, εἴη ἂν ἑπόμενον αὐτοῖς τὸ ποσὸν τῆς οὐσίας πρῶτον εἶναι. αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὴν λέγει, ὅπερ ἐστὶν ἀριθμοῦ· τὸ δὲ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι. ἔτι ἕπεται αὐτοῖς τὸ πρός τι τοῦ καθ’ αὑτὸ ἀρχήν τε καὶ πρῶτον λέγειν καὶ καθ’ ὅσον ἀρχὴ μὲν ἰδέα κατ’ αὐτοὺς τῶν οὐσιῶν, ἔστι δὲ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ2 ἐν τῷ παράδειγμα εἶναί τι, τὸ δὲ παράδειγμα πρός τι· τινὸς γὰρ τὸ παράδειγμα. ἔτι εἰ ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴη ἂν τὰ πρὸς αὐτὰς γινόμενα καὶ ὧν εἰσιν ἰδέαι εἰκόνες ἐκείνων· οὕτως τε λέγοι ἄν τις πάντα τὰ φύσει συνεστῶτα πρός τι γίνεσθαι κατ’ αὐτούς· πάντα γὰρ εἰκόνες καὶ παραδείγματα. ἔτι εἰ τὸ εἶναι ταῖς ἰδέαις ἐν τῷ παραδείγμασιν εἶναι, τὸ δὲ παράδειγμα τοῦ πρὸς αὐτὸ γινομένου χάριν ἐστί, τὸ δὲ δι’ ἄλλο ὂν ἀτιμότερον ἐκείνου, ἔσονται αἱ ἰδέαι ἀτιμότεραι τῶν γινομένων πρὸς αὐτάς.

“因此,关于形式的论证,取消了那些主张形式的人宁愿其存在甚于理念存在的事物。” 他们最首要且最希望其存在的是本原;因为在他们看来,本原亦是理念自身的本原。而这些本原即是一与不定之二,正如不久前所言,亦正如他[亚里士多德]自己在《论善》中所记述的那样。并且依照他们的说法,这些亦是数的本原。他说,确立理念的论证取消了这些本原;而一旦这些被取消,本原之后的事物亦将被取消,从而理念亦被取消。因为如果对于一切被共同述说的事物之上都有一个分离之物和理念,并且二性亦被述说于不定之二,那么就会有先于它者亦即它的理念存在;这样不定之二便不再是本原。但二性亦不再是在先者和本原;因为数又反过来被述说于它;从而数将先于它,成为某种理念。因此对他们而言,将会有先于二性的数存在,而二性对他们而言本是本原。但二性不再先于数;若如此,那[二性]便不再是本原,如果它确实是通过分有某物才成为如此这般的话。因此,若设定数是本原,并且它属于关系物(因为数乃是被计数之物的数),那么依他们之见,关系物就将先于依自身之物。但这乃是荒谬的;因为凡关系物皆是次后的。因为关系物表示基础本性的一种关系,而这基础本性乃是先于附随于它的关系的;因为正如他在《伦理学》中所言,关系物类似于派生物。但即便有人主张数是数量而非关系物,他们亦将得出数量先于实体的结论。而他[柏拉图]自己称大与小为本原,而这乃是数的本原;但大与小属于关系物。此外,依他们之见关系物乃是本原且先于依自身之物,这一结论亦可由如下推知:依他们而言,理念是实体的本原,而理念作为理念的存在乃在于作为某种范型,范型则是关系物;因为范型总是某物的范型。此外,若理念的存在乃在于作为范型,那么依照它们而生成的事物以及它们作为其理念的事物就将是它们的影像;这样人们便可以说,依他们而言,一切由自然构成的事物都成了关系物;因为一切事物皆是影像与范型。此外,若理念的存在乃在于作为范型,而范型乃是为着依照它而生成之物的缘故而存在,凡为着他物而存在者其价值皆低于该他物,那么理念的价值就将低于依照它们而生成的事物。

§1.98

"Καὶ πάντα ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς.3" Τοιοῦτοί τινές εἰσι λόγοι οἱ διὰ τῆς τῶν ἰδεῶν θέσεως τὰς ἀρχὰς αὐτῶν ἀναιροῦντες, ὡς εἴρηται ἀνωτέρω. λέγοντες γὰρ τὸν ἀριθμὸν ἀνῄρουν μονάδα καὶ δυάδα. ἔστι δὲ τὸ αὐτοὲν καὶ αὐτοδυὰς ὁμοίως ἰδέα καὶ αὐτοἄνθρωπος καὶ αὐτόιππος καὶ ἑκάστη τῶν ἄλλων ἰδεῶν. εἰ δὲ ὁ ἀριθμὸς ἀρχή, ἀναιροῦνται ταῦτα. τῶν δὲ ἀρχῶν ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ ἐκ τῶν ἀρχῶν.

“以及某些人因遵循关于理念的意见而同诸本原相冲突的一切情形。” 如前所述,正是此类论证通过设定理念而取消了它们的本原。因为他们通过主张数而取消了一与二。而自身之一与自身之二同样是理念,正如自身之人、自身之马以及其他各个理念一样。但若数是本原,这些就被取消了。而当本原被取消时,源自本原的事物亦随之被取消。

语法注3 条
  1. 1.97τοῦ τὰς ἰδέας εἶναι

    由 μᾶλλον 所引导的比较属格结构(μᾶλλον... τοῦ...),意为“[希望其存在]甚于理念之存在”,整体构成关系从句 ἃ μᾶλλον εἶναι βούλονται ... τοῦ τὰς ἰδέας εἶναι。

  2. 1.97ἰδέᾳ τὸ εἶναι ἰδέᾳ

    表达本质的典型句式:“与格 + τὸ εἶναι + 述语与格”,意为“对理念而言,作为理念的存在(本质)”,后续的 ἐν τῷ παράδειγμα εἶναί τι 作为述语规定了其内容。

  3. 1.98Καὶ πάντα ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς.

    亚里士多德的引文标目,承接注疏中所阐释的前一分句(990b19–21: συμβαίνει γὰρ ...),省略了主动词 συμβαίνει。在结构上 πάντα 作 συμβαίνει 的主语,ὅσα 作 ἠναντιώθησαν 的限定宾语(“……相冲突的一切情形[皆会由此得出]”);注疏者以“正是此类论证(τοιοῦτοί τινές εἰσι λόγοι...)”来承接,将其解释为统摄理念论所导致的一切荒谬后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:79.5-80.17