← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§77.18-79.4

第三人论证与理念本原批判的辩护

阿斯克勒庇俄斯注释了亚里士多德在《形而上学》990b15–17中对理念论的批判——即得出关系物的理念、“第三人”论证以及取消理念的本原(一与二),并通过象征性解释来捍卫柏拉图的原意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.94

" Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τρίτον ἄνθρωπον λέγουσι." Τῶν πρός τι οὐκ ἔλεγον εἶναι ἰδέας διὰ τὸ τὰς μὲν ἰδέας αὐτὰς καθ’ αὑτὰς ὑφεστάναι οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχειν. ἔτι δὲ εἰ τὸ ἴσον ἴσῳ ἴσον, πλείους ἂν εἶεν τοῦ ἴσου ἰδέαι· τὸ γὰρ αὐτόισον αὐτοίσῳ ἴσον· εἰ γὰρ μηδενὶ * * * ἢ κατὰ τὸν αὐτὸν λόγον ἰδέας εἶναι· ὁμοίως γὰρ τῶν ἀντικειμένων ἔσονται καὶ οὐκ ἔσονται ἰδέαι· τὸ δὲ ἄνισον ὁμολογεῖται καὶ κατ’ αὐτοὺς ἐν πλείοσιν εἶναι. τοῦτο οὖν φησιν ὅτι οἱ ἀκριβέστατοι τῶν λόγων καὶ τῶν πρός τι ποιοῦσιν ἰδέας, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.

“此外,在更严格的论证中,有些得出了关系物的理念,而我们主张这些[关系物]并无依其自身的属;另一些论证则引出了‘第三人’。” 他们并不主张有关系物的理念存在,这是因为理念自身依其自身自存,乃是某种实体,而关系物则是在彼此的相关中具有其存在。此外,若相等者是对相等者而言的相等,那么相等者的理念就会有多个;因为依其自身而相等的,是对依其自身而相等的而言的相等。因为若对无物[……]或者按照同样的理路会有理念存在;因为同样地,对于对立物既会有理念存在,又不会有理念存在;而不等者甚至依他们而言亦被承认存在于多数事物之中。因此他[亚里士多德]的意思是说:更严格的论证亦得出了关系物的理念,正如我们在总论中所说的那样。

§1.95

"Ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος." Ἀντὶ τοῦ ὑπόστασιν καὶ φύσιν,1 εἴ γε τὰ πρός τι παραφυάδι ἔοικεν, ὡς ἐν ἄλλοις εἶπεν. ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτός ἐστι. λέγουσι τὰ κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα, καὶ ταῦτα εἶναι ἰδέας. ἔτι τε τὰ ὅμοια ἀλλήλοις * * * εἶναι ὅμοια. εἰ τοίνυν τὰ ἐνταῦθα μετέχουσιν ἐκείνων τῶν εἰδῶν καὶ κατὰ μέθεξιν αὐτῶν λέγονται, φανερὸν ὅτι ὅμοια αὐτοῖς ὑπάρχουσι. φασὶ δὲ τῶν ὁμοίων εἶναι ἰδέας. ὥστε καὶ τούτων ἐστὶν ἰδέα, καὶ οὕτως ἔσται τρίτος ἄνθρωπος. ἐπεὶ οὖν καὶ οὗτος ἔχει ὁμοιότητα πρὸς τὸν ἐνταῦθα, διότι κατηγορεῖται αὐτοῦ καὶ τῇ μετουσίᾳ αὐτοῦ ταῦτα λέγονται, δῆλον ὅτι ἔσται καὶ τῆς ὁμοιότητος ταύτης ἕτερος ἄνθρωπος· καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.

“而我们主张这些并无依其自身的属。” [说属]是用以代替“自立与本性”,如果关系物确实类似于派生物,正如他在别处所言。引入“第三人”的论证如下:他们说,对于实体共同被述说的事物在严格意义上即是如此这般的事物,并且这些就是理念。此外,彼此相似的事物乃是[……]相似的。因此,若这里的事物分有了彼处的那些形式,并依对它们的分有而被述说,显而易见它们与〔那些形式〕是相似的。而他们断言相似之物有理念存在。因此这些事物亦有理念,这样就会有第三人存在。既然此人[第三人]亦与这里的人具有相似性,因为他被述说于此人,并且这些事物是通过分有于他而被述说的,那么显而易见,对应于此种相似性亦将有另一人存在;而这将进行至无穷。对于所有其他事物亦同样如此。

§1.96

"Ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν ἰδεῶν λόγοι ἃ μᾶλλον εἶναι βουλόμεθα." Ὡς ἐκ τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ταῦτα λέγει.2 φησὶ γὰρ ὅτι οἱ περὶ τῶν ἰδεῶν λόγοι ἀναιροῦσι ταῦτα ἃ βουλόμεθα εἶναι. τί δέ ἐστιν ἃ βουλόμεθα εἶναι; τὰς ἀρχὰς τῶν ἰδεῶν. τί δέ ἐστι ταῦτα; ἡ μονὰς καὶ ἡ δυάς. πῶς οὖν ἀναιροῦσι ταύτας; καὶ λέγομεν ὅτι, ἐπειδὴ τοὺς ἀριθμοὺς ὑποτίθενται ἀρχὰς τῶν ὄντων (εἴ γε διὰ τῶν ἀριθμῶν ἐδήλουν τὰς ἰδέας), εἰ τοίνυν ἀρχὰς τοὺς ἀριθμοὺς ὑποτίθενται, φανερὸν ὅτι ἀναιροῦσι τὰς ἀρχὰς τῶν ἰδεῶν ἐξ ὧν ὑποτίθενται, ὅτι ἀριθμοὶ οὐχ ὑπάρχουσιν. ὁ γὰρ ἀριθμὸς μείζων ἐστὶ πολυπλασιαζόμενος ἤπερ συντιθέμενος, οἷον τρὶς τρία ἐννέα, δὶς τρία ἕξ. ἡ οὖν μονὰς οὐκ ἔστιν ἀριθμός· πολυπλασιαζομένη γὰρ ἥττων ἐστὶν ἢ εἴπερ συντίθεται· πολυπλασιαζομένη γὰρ μένει ἐπὶ τοῦ αὐτοῦ, συντιθεμένη δὲ διπλασιάζεται. πάλιν δὲ καὶ ὁ δύο ἀριθμὸς καὶ συντιθέμενος καὶ πολυπλασιαζόμενος ὁ αὐτὸς μένει. ὥστε οὐχ ὑπάρχουσιν ἀριθμοί. εἰ τοίνυν μὴ ὑπάρχουσιν ἀριθμοί, ἀρχὰς δὲ τοὺς ἀριθμοὺς ὑπετίθενται, ἀναιροῦσι τὰς ἀρχὰς τῶν ἰδεῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν πρὸς τοῦτο ὅτι οὐκ ἀριθμοὺς οὕτως ἔλεγον ἀλλὰ συμβολικῶς, ἐπεὶ οἱ ἀριθμοὶ περιοριστικοί εἰσι τῶν πραγμάτων ὧν εἰσι· τοιαῦτα δὲ καὶ τὰ εἴδη, περιοριστικὰ τῆς ὕλης. τούτου χάριν ἔλεγεν ἀριθμοὺς τὰς ἰδέας. ἄλλως τε δὴ τὴν μὲν μονάδα ἔλεγον αἰτίαν τῆς συνοχῆς καὶ τῆς ἑνώσεως τῆς τῶν πραγμάτων, τὴν δὲ δυάδα τῆς διαστάσεως, ἐπειδὴ πρώτη ἄρχεται ἡ δυὰς τοῦ ποθέν ποι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι 〈ἃ μᾶλλον εἶναι βουλόμεθα〉 οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι, τουτέστι τὰς ἀρχὰς τῶν ἰδεῶν, ἃς μᾶλλον εἶναι βουλόμεθα. ἐπειδὴ τὸν ἀριθμὸν ὑποτίθενται ἰδέας, συμβαίνει τὴν δυάδα μὴ εἶναι πρώτην (οὔτε γάρ ἐστιν ἀριθμός, ὡς ἐδείξαμεν) ἀλλὰ τὸν ἀριθμόν. καὶ πάλιν συμβαίνει κατ’ αὐτοὺς τὸ πρός τι πρότερον εἶναι τοῦ καθ’ αὑτό· ὁ γὰρ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ἔλεγε καὶ ἐκ τούτου τὰ ἄλλα ἐγέννα, τουτέστι τὴν δυάδα· τὸ δὲ μέγα καὶ τὸ μικρόν, ὡς εἴρηται ἐν ταῖς Κατηγορίαις, τῶν πρός τι ὑπάρχουσιν. εἰ τοίνυν τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ὑποτίθεται, ταῦτα δὲ πρός τι, τὰ πρός τι ἄρα πρότερον ἔλεγε τῶν καθ’ αὑτό, τῶν πρός τι ἐν τοῖς καθ’ αὑτὸ θεωρουμένων.3 λέγομεν τοίνυν καὶ πρὸς τοῦτο ὅτι τὸ μέγα καὶ τὸ μικρὸν ὁ Πλάτων ἐν τοῖς αἰσθητοῖς ὑπετίθετο· τὴν ὕλην γὰρ διὰ τούτων ἐδήλου, ὡς εἴρηται καὶ ἐν ταῖς Φυσικαῖς· τὴν δυάδα δὲ ἔλεγε πρώτην ὡς ἀρχὴν τῆς διαστάσεως.

“总的来说,关于理念的论证取消了我们更希望其存在的事物。” 他这番话就像是出自同一个学派。因为他说,关于理念的论证取消了我们所希望其存在的这些事物。那么我们所希望其存在的事物是什么?即理念的本原。而这些又是什么?即一与二。那么他们是如何取消这些的呢?我们回答说,既然他们设定数是存在者的本原(如果他们确实是通过数来指明理念的话),因此,若他们将数设定为本原,显而易见,作为他们所设定的归结,他们取消了理念的本原,因为它们并非是数。因为数在相乘时要大于在相加时,例如三乘三为九,三的二倍为六。因此一并不是数;因为在相乘时它小于在相加时;因为相乘时它保持同一,而相加时则倍增。另一方面,二这个数在相加与相乘时亦保持同一。因此它们并非是数。如果它们并非是数,而他们却将数设定为本原,他们就取消了理念的本原。这些是亚里士多德的论点;但我们对此回答说,他们并非依此方式谈论数,而是象征性地谈论,既然数限定了其作为数的那些事物;形式亦是如此,限定了质料。正因如此,他[柏拉图]才将理念称为数。此外,他们称一为事物的凝聚与统合的原因,而称二为间距的原因,因为二最先开启了由某处向某处的移动。因此他所说的即是:关于形式的论证,取消了相较于理念的存在而言主张形式的〈我们更希望其存在的事物〉,即我们更希望其存在的理念的本原。既然他们将数设定为理念,结果便是二并非在先(因为正如我们所证明的,它甚至不是数),而在先的乃是数。再次,按照他们的说法,结果便是关系物先于依自身之物;因为柏拉图说大与小在先,并由此——即二——生成其他事物;但正如在《范畴篇》中所言,大与小属于关系物。因此,若设定大与小在先,而这些又是关系物,那么他[柏拉图]便是在说关系物先于依自身之物,尽管关系物是在依自身之物中被考察的。因此对于这一点我们亦回答说,柏拉图是在感觉事物中设定大与小的;因为他通过这些指明了质料,正如在《物理学》中所言;而他称二为在先的,乃是将其作为间距的本原。

语法注3 条
  1. 1.95Ἀντὶ τοῦ ὑπόστασιν καὶ φύσιν

    对引文(lemma)中“依其自身的属”(καθ’ αὑτὸ γένος)所作的词义替换结构。介词短语 ἀντὶ τοῦ 省略了表示言说的动词(如 εἰπεῖν),需补足理解为“用以代替[说]‘自立与本性’”。

  2. 1.96Ὡς ἐκ τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ταῦτα λέγει

    解释引文(lemma)中第一人称复数 βουλόμεθα(“我们希望”)的主语及语境立场。通过 ὡς + 分词结构(Ὡς ἐκ τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων,“犹如出自同一个学派一般”),指明亚里士多德乃是从学园派内部同侪的视角来展开辩难。

  3. 1.96τῶν πρός τι ἐν τοῖς καθ’ αὑτὸ θεωρουμένων

    表示让步的属格独立结构,应理解为“尽管关系物乃是在依自身之物(实体)中被考察的”,以此强调将大与小作为先于实体的本原在逻辑上所导致的荒谬性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:77.18-79.4