← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§76.20-77.17

本质性偶性与关系的理念及恶之否定

阿斯克勒庇俄斯论证了造物主那里存在着本质性偶性(如雪之白以及正义等德性)与自然关系物的理念。他还援引扬布里柯的论点指出,对立物与恶并不具有独立的理念,在宇宙全体的善的秩序中,恶并不具有真实的自存实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.93#2

τὰ γὰρ τοιαῦτα συμβεβηκότα οὐσιώδη ὑπάρχουσιν, ὥσπερ λέγομεν λόγον εἶναι τῆς θερμότητος παρὰ τῷ δημιουργῷ διὰ τὸ οὐσιῶδες θερμὸν τὸ ἐν πυρί, καὶ τῆς ψυχρότητος διὰ τὸ ἐν ὕδατι (διὰ δὲ ταῦτα καὶ τὰ ἄλλα ὑπάρχουσιν), ὁμοίως δὲ καὶ τοῦ λευκοῦ διὰ τὴν χιόνα· συμπληροῖ γὰρ τὸ λευκὸν τὴν οὐσίαν τῆς χιόνος. εἰ γὰρ καὶ δυνατόν ἐστι κατ’ ἐπίνοιαν χωρίζειν τὸ λευκὸν ἐκ τῆς χιόνος, ἀλλ’ οὖν γε συμπληρωτικόν ἐστι τῆς οὐσίας αὐτοῦ καὶ ἐγγὺς τοῦ οὐσιώδους. οὕτως οὖν φημι καὶ τῆς δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν εἶναι ἰδέας· καίτοι οὐ θεωροῦνται τὰ τοιαῦτα ἄνευ οὐσιῶν. ἀλλὰ τελειωτικὰ τῶν οὐσιῶν ὑπάρχουσι καὶ οὕτως παράγονται ἐκεῖθεν, ὡς τελειοῦσθαι τὰς οὐσίας, καὶ οὐ διὰ τοῦτο φαμεν αὐτὰ εἶναι συμβεβηκότα. καὶ διὰ τοῦτο τὰς ἰδέας αὐτῶν τὰς παρὰ τῷ δημιουργῷ φαμεν [μὴ] εἶναι οὐσιώδεις·1 οὐσιώδεις γὰρ ὑπάρχουσιν αἱ τελειότητες τῶν πραγμάτων καὶ ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχουσιν ὡς συμπληρωτικαὶ τῶν οὐσιῶν· τὰ γὰρ συμπληρωτικὰ τῶν οὐσιῶν μέρη τῶν οὐσιῶν ὑπάρχουσιν. ὥστε καὶ αἱ τοιαῦται ἰδέαι καθ’ αὑτὸ ὑπάρχουσι παρὰ τῷ δημιουργῷ. ὁμοίως δέ φημι καὶ ἐπὶ τῶν πρός τι, ἐπειδὴ τὰ εἰρημένα οὐσιώδη πρός τι ὑπάρχουσι καὶ συντελοῦντα εἰς τὴν τῆς φύσεως δημιουργίαν. ἀδύνατον 〈δ’〉 ἐστὶν αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι, διὰ τὸ τὴν οὐσίαν αὐτῶν οὕτως παραχθῆναι, ὥστε ἐν τοῖς τοιούτοις θεωρεῖσθαι, καὶ διὰ τὴν ὕλην τὴν δεχομένην. εἰ δέ τις εἴποι ‘τί οὖν; καὶ ἔχθρας καὶ φιλίας φαμὲν εἶναι ἰδέας καὶ τῶν τοιούτων;’ ἐροῦμεν πρὸς αὐτὸν ὅτι ἰδέα ἁπλῶς ἐκεῖσέ ἐστι συγκρίσεως καὶ διακρίσεως, δεῖ δὲ εἶναι καὶ διάστασιν ἐν τοῖς πράγμασι μάλιστα τοῖς αἰσθητοῖς. κακῶν μέντοι γε οὔ φαμεν εἶναι ἰδέας· τὰ γὰρ κακὰ τῷ ὄντι ἀνυπόστατα ὑπάρχουσι καὶ παρυφίστανται, ὡς λέγεται ἐν ταῖς Πλατωνικαῖς συνουσίαις. ἄκρατον γὰρ τὸ κακὸν οὐκ ἔστιν ἐν τῷ παντί. εἰ γὰρ καὶ τὸ μερικὸν κακόν ἐστιν, ἀλλ’ οὖν γε πρὸς τὸ πᾶν οὐκ ἔστι κακόν· ἀξία γὰρ ἦν ἡ ψυχὴ τοῦ τελευτήσαντος παθεῖν καὶ τοῦ ποιήσαντος ποιῆσαι.2 εἰ γὰρ ἄρχοντος δραστηρίου ὄντος οὐδὲν κακὸν γίνεται, πολλῷ μᾶλλον θεοῦ ὄντος ἐν τῷ παντί. διό, φησὶν ὁ Ἰάμβλιχος, ἐπισκήπτει τῷ λέγοντι ὅτι κατὰ συγχώρησιν θεοῦ γίνεται τὸ κακόν, ὡς φησιν ὁ Θουκυδίδης· ὁ γὰρ δυνάμενος παῦσαι περιορῶν δὲ τἀληθέστερον αὐτὸ δρᾷ. πῶς οὖν δυνατόν ἐστι τὸν θεὸν παριδεῖν κακὰ γινόμενα; μή τί γε εἰ πρὸς τὸ πᾶν ἀποβλέψομεν.3 εἰ γάρ τις εἴποι ὅτι διὰ τὸ αὐτοκίνητον τῆς ψυχῆς, οὐδὲ οὕτως, φησίν, ἔστιν· ὁ γὰρ θεὸς οὐ συγχωρεῖ τὸ ὄντως κακὸν ὑποστῆναι, ἀλλ’ ἐν τούτοις κωλύει. οὔτε γὰρ θεὸς κακῶν αἴτιος οὔτε θέμις τοῦτο λέγειν. εἰ δὲ δυνάμενος κωλῦσαι οὐ κωλύει, αἴτιός ἐστιν. εἰδέναι οὖν χρὴ ὅτι τὸ ἀγαθὸν ὑπερβέβηκε τὸ ὄν· ὑπὲρ τὸ ὄν γάρ ἐστι· τὸ δὲ ἀγαθὸν τὸ ἀντιδιαιρούμενον τῷ ὄντι ἧττον αὐτοῦ ἐστιν.

因为此类偶性乃是作为本质性的事物而存在的,正如我们说,由于火中的本质之热,在造物主那里有热的理性法则,由于水中的[冷],有冷的理性法则(并且由于这些,其他事物亦得以存在),同样由于雪,亦有白[的理性法则];因为白补足了雪的实体。因为即使在思想上可能将白从雪中分离出来,但它终究补足了雪的实体,并且接近于本质之物。因此我断言,正义以及其他德性亦同样有理念存在;尽管此类事物脱离实体便无法被考察。然而它们作为实体的完满化要素而存在,且从彼处被产生出来,以便使实体得以完满,我们绝不因此而断言它们是偶性。正因如此,我们断言它们在造物主那里的理念是本质性的;因为事物的完满状态乃是作为本质性的事物而存在的,并且作为实体的补足要素在实体中具有其存在;因为补足实体者乃是实体的组成部分。因此,此类理念在造物主那里亦是依其自身而存在的。 我断言对于关系物亦同样如此,既然上述那些属于本质性的关系物,并且有助于自然的创生。然而它们依其自身自存则是不可能的,这是因为它们的本质被产生出来即是为了在此类事物中被考察,并且亦是由于接纳它们的质料。但若有人说:“那么怎样?难道我们断言仇恨与友谊以及此类事物亦有理念吗?”我们将对他说,彼处单单具有结合与分离的理念,但在事物中,尤其在感觉事物中,亦必须有间距存在。然而,我们绝不断言有恶的理念存在;因为恶事实上无自身独立之实体,而仅是伴随而生的,正如在柏拉图派学园讲录中所述。因为纯粹的恶在宇宙全体中是不存在的。因为即便个别事物是恶的,但就全体而言却并非是恶;因为丧生者的灵魂配受此苦,而施为者的[灵魂亦配]行此作为。因为若在有能动的统治者时便无恶发生,那么当神处于宇宙全体中时就更是如此。因此,扬布里柯说,他斥责了断言恶乃是依照神的容许而发生的人,正如修昔底底斯所言:“凡能够制止却坐视不理者,在更真实的意义上乃是在行此事。”那么,神又怎能坐视恶的发生呢?更不必说若我们放眼于全体了。因为即使有人说是由于灵魂的自我运动,彼[扬布里柯]亦说“即使如此亦不然”;因为神并不容许真正之恶自存,而是在这些事物中加以阻遏。因为神既非恶的原因,如此说亦是不虔敬的。但若能够阻遏却不阻遏,神便成了原因。因此应当知晓,善已经超越了存在;因为善超绝于存在之上;而与存在相对立而被划分的善,则低于存在。

语法注3 条
  1. 1.93φαμεν [μὴ] εἶναι οὐσιώδεις

    校勘本(Hayduck)中置于方括号内的 μὴ 应当删去不读。根据紧接在前的一句“我们绝不因此而断言它们是偶性”,以及其后“事物的完满状态乃是本质性的,且是实体的组成部分”这一论证逻辑,此处必须断言这些理念在造物主那里是“本质性的”;抄本所载的 μὴ 应属后人误植。

  2. 1.93ἀξία γὰρ ἦν ἡ ψυχὴ τοῦ τελευτήσαντος παθεῖν καὶ τοῦ ποιήσαντος ποιῆσαι

    该句结构为主语 ἡ ψυχὴ 由并列的属格 τοῦ τελευτήσαντος 与 τοῦ ποιήσαντος 所修饰,且形容词 ἀξία 分别统领不定式 παθεῖν 与 ποιῆσαι(省略了后半部分的 ἡ ψυχὴ ἀξία ἦν)。意为“死者的灵魂配受此苦,而加害者(施为者)的灵魂配行此恶”,以此说明从宇宙全体的报应与正义秩序来看,个别的灾祸与恶行并非绝对的恶。

  3. 1.93μή τί γε εἰ πρὸς τὸ πᾶν ἀποβλέψομεν

    这是对前一句反问“神又怎能坐视恶的发生呢?(πῶς οὖν δυνατόν ἐστι...;)”所作的强烈否定应答。μή τί γε(相当于拉丁语 nedum)接在否定句或反问句后,是意为“更不必说”“况且……更不”的惯用省略表达,此处省略了主句谓语(δυνατόν ἐστι παριδεῖν 的否定式),意为“更不必说若我们放眼于全体[就更不可能坐视恶发生]了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:76.20-77.17