- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:75.17-76.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德指出理念论会导致“第三个人”与“关系的理念”之困难,阿斯克勒庇俄斯通过否认理念与感觉事物之间的相似性排除了前者,并通过阐述事物本性中固有的本质性关系及其造物理性法则反驳了后者。
" Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος." Ἔτι πρὸς τὰς ἰδέας ἀντιλέγει καί φησιν ὅτι ἐξ ὧν λέγουσιν οἱ ὑποτιθέμενοι εἶναι ἰδέας, τρίτον ἄνθρωπον εἰσφέρουσι καὶ τῶν πρός τι ποιοῦσιν ἰδέας. τρίτον μὲν οὖν ἄνθρωπον εἰσάγουσι τοῦτον τὸν τρόπον. φασὶ γὰρ ὅτι τῶν ὁμοιοτήτων ὑπάρχουσιν αἱ ἰδέαι. εἰ τοίνυν φασὶν ὁμοίαν τὴν ἰδέαν εἶναι τῷ αἰσθητῷ ἀνθρώπῳ, ἐξ ἧς καὶ γέγονε,1 φανερὸν ὅτι ἔσται ἰδέα τῆς ὁμοιότητος ταύτης· καὶ οὕτως ἔσται τρίτος ἄνθρωπος. πάλιν τοίνυν ἐπειδὴ ὁ τρίτος ἄνθρωπος † ἰδεῶν ἔχει ὁμοιότητα πρὸς τὸν αἰσθητὸν ἄνθρωπον, ἐξ οὗ καὶ γέγονε, δῆλον ὅτι ἔσται καὶ τῆς ὁμοιότητος ταύτης ἰδέα· καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς ὑποτιθεμένους εἶναι ἰδέας αὐτὰς καθ’ αὑτὰς κεχωρισμένας τοῦ δημιουργοῦ. ἀπολογούμεθα τοίνυν ἡμεῖς ὑπὲρ τοῦ Πλάτωνος τοῦτον τὸν τρόπον, φάσκοντες ὅτι ἡ ὁμοιότης ἐν τοῖς στοιχείοις θεωρεῖται, τουτέστιν ἐν τοῖς καθ’ ἕκαστα αἰσθητοῖς. ἡ γὰρ ἰδέα οὐκ ἔστιν ὁμοία τῷ αἰσθητῷ, εἴ γε τὸ μὲν αἰσθητόν ἐστι, τὸ δὲ λόγος ἐξῃρημένος τοῦ αἰσθητοῦ. ὥστε οὐ δυνατὸν εἶναι ἰδέαν ἰδέας, φημὶ δὴ τοῦ λόγου τοῦ δημιουργικοῦ. † οὔτε γάρ ἐστιν ἰδέας ἰδέα. καὶ οὕτως μὲν ἀπολογούμεθα ὅτι οὐκ ἔστι τρίτος ἄνθρωπος. πάλιν φησὶν ὅτι αἱ ἰδέαι τῶν καθ’ αὑτὸ ὑπάρχουσι, τὰ δὲ πρός τι οὐχ ὑπάρχουσι καθ’ αὑτό· ὡς γὰρ εἴρηται ἐν Ἠθικοῖς, παραφυάσιν ἐοίκασι καὶ ἀντερείδουσι ξύλοις· ἐν γὰρ ταῖς ἄλλαις κατηγορίαις τὸ εἶναι ἔχουσιν. ἐπειδὴ οὖν ὑπάρχουσι τὰ πρός τι, οἷον πατὴρ καὶ υἱὸς καὶ τὸ δεξιὸν καὶ ἀριστερόν, τῶν δὲ ὑπαρχόντων φασὶν εἶναι ἰδέας, δῆλον ὅτι καὶ τῶν πρός τι ὑπάρχουσιν ἰδέαι, εἴ γε καὶ αὐτὸς ὑπετίθετο τὸ μέγα καὶ τὸ μικρόν, ἅτινα τῶν πρός τι ἐδείχθησαν ἐν Κατηγορίαις, καὶ ὅτι πρότερα ὑπάρχουσι τὰ πρός τι τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ὑπετίθετο· ἐκ τούτων γὰρ τὰ ἄλλα γεννᾷ. ὥστε ἔσονται καὶ τῶν πρός τι ἰδέαι, οὐ μόνον τῶν καθ’ αὑτὸ ὄντων, ὥσπερ ἔλεγον, καὶ πρότεραι τῶν καθ’ αὑτό. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. ἡμεῖς τοίνυν φαμὲν πρὸς ταῦτα, ὅτι τῷ ὄντι ὑπάρχουσι πρός τι ἐν τῇ φύσει τῶν πραγμάτων οὐσιώδη, καὶ τούτων ὑπάρχουσιν ἰδέαι· καὶ διὰ τὰ οὐσιώδη πρός τι ὑπάρχουσι καὶ τὰ μὴ οὐσιώδη, οἷον ἐστι δεξιὸν τὸ ἧπαρ, ἀριστερὸν δὲ σπλήν, καὶ ἀδύνατόν ἐστιν αὐτὰ μετατεθῆναι· ἡ γὰρ μετάθεσις αὐτῶν φθορὰν ἐργάζεται. ὁμοίως καὶ ἡ γῆ ἔλαχε τὸν μέσον τόπον, ὁ δὲ οὐρανὸς τὸν πέριξ. καὶ τούτων ὑπάρχουσι λόγοι δημιουργικοὶ οὐσιώδεις, ἐπειδὴ καὶ τὰ τοιαῦτα πρός τι ἐν τῇ οὐσίᾳ τῶν πραγμάτων θεωροῦνται· καὶ εἰ μὴ δύναται τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἄνευ τῶν πραγμάτων θεωρεῖσθαι, οὐ διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ κατὰ συμβεβηκὸς ὑπάρχει·2 ἀδύνατον γὰρ συμβεβηκός τι θεωρεῖσθαι παρὰ τῷ δημιουργῷ.
“再者,在诸论证中最精确的论证中,有些确立了关系的理念,而关于关系,我们断言并不存在其自身的属[……]”他[亚里士多德]进一步反驳理念,并说,从那些假定理念存在之人所说的话出发,他们引出了“第三个人”,并确立了关系的理念。他们便以如下方式引入“第三个人”。因为他们说,相似性是有理念存在的。因此,如果他们说理念与感觉中的人相似(感觉中的人正是由此理念生成的),那么显而易见,便会有关于这一相似性的理念;如此便会有“第三个人”。再次,既然“第三个人”与感觉中的人(正是由其生成的)具有相似性,那么显而易见,对于这一相似性亦会有理念存在;而这将至于无穷。亚里士多德便以此种方式反驳了那些假定理念自身独立存在且与造物主相分离的人。因此,我们以如下方式为柏拉图辩护,主张相似性是在各元素中即在个别感觉事物中被考察的。因为理念并不与感觉事物相似,既然一者是感觉的,而另一者是超绝于感觉事物的理性法则。因此不可能有理念的理念,我指的正是造物主的理性法则[的理念]。因为绝不存在理念的理念。我们以此种方式辩护说,不存在“第三个人”。 他又说,诸理念是依其自身存在者的[理念],而关系物并非依其自身存在;因为正如在《伦理学》中所说,它们犹如附生物与支柱;因为它们在其他范畴中具有其存在。因此,既然存在着诸如父与子、右与左等关系物,而他们又说凡存在之物皆有理念,那么显而易见,关系物亦当有理念存在,如果彼[柏拉图]自身假定了大与小(这在《范畴篇》中已被表明属于关系物),而且〔显而易见〕关系物先于其他事物而存在,既然他亦将大与小假定为先在的;因为正是由此,他生成了其他事物。从而不仅如他们所说依其自身存在之物有理念,关系物亦会有理念,并且还会先于依其自身存在之物。亚里士多德便是如此论述的。因此,我们对此主张,在事物的本性中事实上存在着本质性的关系物,并且这些事物亦有理念存在;而通过本质性的关系物,非本质性的关系物亦得以存在,例如肝脏居右而脾脏居左,并且它们是不可能被置换位置的(因为置换它们会造成毁坏)。同样,大地获得了居中的位置,而天空获得了周围的位置。对于这些,亦存在着本质性的造物理性法则,既然此类关系物亦是在事物的本质中被考察的;而且即使右与左若脱离事物就无法被考察,亦不能由此断言其法则就是偶性存在的;因为在造物主那里,是绝不可能考察到任何偶性的。
- 1.93ἐξ ἧς καὶ γέγονε
关系代词 ἧς 的先行词是阴性名词 τὴν ἰδέαν,表示来源或原因,意为“感觉中的人正是由此理念生成的”。这与后文的 ἐξ οὗ καὶ γέγονε(先行词为阳性名词 ὁ αἰσθητὸς ἄνθρωπος)形成呼应,表示推导与衍生关系。
- 1.93εἰ μὴ δύναται τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἄνευ τῶν πραγμάτων θεωρεῖσθαι, οὐ διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ κατὰ συμβεβηκὸς ὑπάρχει
此句由条件从句 εἰ μὴ δύναται... 与带有因果否定的主句 οὐ διὰ τοῦτο... 构成骨架,意为“即使右与左若脱离具体事物就无法被考察,亦不能由此得出其理性法则是偶性存在的”,以此划分感觉现象与其内在造物法则。
