← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§73.26-75.16

对知识与多之上的一论证的批判与辩护

阿斯克勒庇俄斯梳理了亚里士多德针对理念论证(源自知识、多之上的一、对可灭之物的思惟)提出的反驳(推导出反常之物、否定命题及已灭亡之物的理念),并通过阐明柏拉图所指的严格知识与思惟的超越本性为其辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.90

" Ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη." Φησὶν ὅτι καθ’ οὓς τρόπους πειρώμεθα εἰσάγειν τὰ εἴδη, κατ’ οὐδένα τούτων τῶν τρόπων φαίνονται εἰσαγόμενα, ὡς εἰρήκαμεν. ἐξ ἐνίων μὲν γάρ. οὔτε ἐκ τῆς ἀληθείας οὔτε ἐκ τῆς μονῆς εἰσάγονται τὰ εἴδη, ὡς ἐδείξαμεν. ἐξ ἐνίων δὲ τρόπων καὶ οὐχ ὧν οἰόμεθα εἶναι εἴδη, τούτων † οἰόμεθα, ὡς ἐπὶ τῶν ἀριθμητῶν. ἔδειξε γὰρ ὁ λόγος ὅτι ἕπονται ἐκ τοῦ λόγου τοῦ παρ’ αὐτῶν λεγομένου, ὅτι καὶ τῶν τεχνητῶν εἰσιν ἰδέαι καὶ τῶν παρὰ φύσιν. εἰ γάρ φασιν ὅτι διὰ τοῦτο ὑπάρχουσιν ἰδέαι, ἐπειδὴ οὐκ ἔστι κυρίως ἐπιστήμη ἐνταῦθα, ὁμολογοῦσι δὲ ὅτι ἔστιν ἐπιστήμη, ἔστιν ἄρα ἰδέα τῆς ἐπιστήμης. ὥστε οὖν κατὰ τὰ παρ’ αὐτῶν λεγόμενα εἴδη ἐστὶ πάντων· καὶ τῶν τεχνητῶν γάρ ἐστιν ἐπιστήμη καὶ τῶν παρὰ φύσιν. ὥστε καὶ ἰδέαι, ἐπειδὴ εἴρηται ὅτι ὧν ἐπιστῆμαι ὑπάρχουσι, τούτων καὶ ἰδέαι. ὅτι γὰρ τῶν παρὰ φύσιν ὑπάρχουσιν ἐπιστῆμαι, φανερὸν ἐντεῦθεν· ὁ γὰρ ἰατρὸς οὐ μόνον τὰ κατὰ φύσιν οἶδε, τουτέστι τὰ ὑγιεινὰ αἴτια, ἀλλὰ καὶ τὰ νοσοποιά, τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν·1 ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος ἔχει ἐπιστήμην τῆς κατασκευῆς τοῦ οἴκου ἤγουν τοῦ τείχους· καὶ ἐπὶ ἄλλων πολλῶν ὁμοίως. ὁ δὲ ἡμέτερος φιλόσοφος ἔφασκεν ὅτι ὁ Πλάτων οὐ περὶ τῆς τοιαύτης ἐπιστήμης εἴρηκεν ἀλλὰ περὶ τῆς ἀύλου καὶ καθόλου, ἥτις ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν, ἥτις καὶ πάντα ἁπλῶς τὰ ὄντα οἶδεν, ᾗ ὄντα ἐστί, καὶ τὰ ἐσόμενα καὶ τὰ μέλλοντα, καὶ τὰ καθόλου καὶ τὰ καθ’ ἕκαστα· τοιαύτη δὲ ἐπιστήμη οὐκ ἔστιν εἰ μὴ παρὰ μόνῳ τῷ θεῷ. ὥστε καὶ ἐντεῦθεν συνάγομεν ὅτι ἔστιν ἰδέα.

“再者,依照我们证明形式存在的那些方式。” 他说,依照我们试图引入形式的那些方式,正如我们所说,在这些方式中没有任何一种显明能够引入形式。因为“从某些方式出发”:正如我们所指出的,既不能从真理也不能从恒存引入形式。“而从某些方式出发,甚至在我们不认为有形式的事物上[也有形式存在]”,正如在可数之物的情形中那样。因为论证表明,从他们所陈述的论证中会得出,人工制品以及反常之物亦有理念。因为如果他们说,之所以存在理念,是因为在此世没有严格意义上的知识,而他们又承认有知识存在,那么就必定有知识的理念。因此,依照他们所陈述的,万物皆有形式;因为人工制品有知识,反常之物亦有知识。从而理念亦当存在,既然已然说过,凡有知识存在之物,便有其理念。因为反常之物亦有知识存在,从以下这点便很显然:医者不仅认识顺应自然之物,即健康的原因,而且也通过选取前者并规避后者,认识致病的原因;同样,建筑师亦具有建造房屋即建造墙壁的知识;在其他许多情形中亦复如是。然而我们的哲学家曾说,柏拉图所谈论的并非此类知识,而是非质料的、普遍的知识,即技艺之技艺与知识之知识,它径直认识一切存在物(就其作为存在物而言),认识将有与未来的事物,既认识普遍者亦认识个别者;而这种知识唯在神那里才存在。因此我们由此亦推导出理念是存在的。

§1.91

"Καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν." Εἰ ἔστιν ἓν κατὰ πολλῶν κατηγορούμενον, τοῦτο δὲ ἐν τοῖς καθ’ ἕκαστα οὐ θεωρεῖται, φανερὸν ὅτι ἔστιν ἰδέα. εἰ γὰρ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν πολλῶν ζῴων ζῷον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ’ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ κατηγορούμενον, ἀλλ’ ἔστι τι ὃ κατὰ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν ὂν ταὐτόν, εἴη ἂν τοῦτο παρὰ τὰ καθ’ ἕκαστα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον, ἐπεὶ καὶ ἀιδίων κατηγορεῖται καὶ πάντων τῶν κατ’ ἀριθμὸν ἀλλασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον αὐτῶν καὶ ἀίδιον, τοῦτό ἐστιν ἰδέα·2 εἰσὶν ἄρα ἰδέαι. φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης ὅτι οὗτος ὁ λόγος κατασκευάζει ἰδέας καὶ τῶν ἀποφάσεων. αἱ γὰρ ἀποφάσεις κατὰ πλειόνων κατηγοροῦνται, οἷον τὸ οὐκ ἄνθρωπος κατηγορεῖται καὶ ἵππου καὶ ξύλου, καὶ τὸ οὐ ξύλον * *, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων· ὥστε ἔσονται ἰδέαι τῶν στερήσεων, ὅπερ οὐ θέμις. φαμὲν οὖν πρὸς τοῦτο ὅτι αἱ ἀποφάσεις κατὰ συμβεβηκὸς κατηγοροῦνται, αἱ δὲ ἰδέαι καθ’ αὑτό, εἴ γε καὶ ἐξ αὐτῶν τὸ εἶναι τῶν πραγμάτων· ὥστε οὐχ ὑπάρχουσιν ἰδέαι τῶν ἀποφάσεων, οὔτε δὲ ἐκεῖνοι ὑποτίθενται, ἀλλὰ τὸ ἕν ἐστιν ἰδέα τὸ κατὰ πλειόνων καθ’ αὑτὸ λεγόμενον.

“又依照多之上的一。” 如果存在着述说众物的一个东西,且此物在个别事物中考察不到,那么理念存在就是显然的。因为如果众多人类中的每一个是人,众多动物中的每一个是动物,在其他事物上亦同此理,并且在它们每一个之上并非自身述说自身,而是存在着述说它们一切、却与它们中任何一个都不相同的某物,那么此物就必定是独立于个别事物、与它们相分离且永恒的存在,既然它既述说永恒之物,亦述说在数上变化的一切事物。而在众物之上、与它们相分离且永恒的一,这便是理念;因此理念存在。针对这点,亚里士多德于是说,这理论也为否定命题确立了理念。因为否定命题述说更多的事物,例如“非人”既述说马亦述说木头,“非木头”亦然,在所有其他事物上亦复如是;从而就会有匮乏的理念,而这是不合义理的。对此我们于是主张,否定命题是偶性地被述说的,而理念则是依其自身被述说的,既然事物的存在本就源自它们;因此否定命题的理念并不存在,他们[柏拉图学派]也未曾作此假设,而唯有依其自身述说多数事物的一才是理念。

§1.92

"Κατὰ δὲ τὸ νοεῖν τι φθαρέντων τῶν φθαρτῶν.3" Ἕτερον πάλιν ἔγκλημα προσάπτειν αὐτοῖς ὁ Ἀριστοτέλης προτίθεται, δεικνὺς ὅτι καὶ τῶν ἤδη φθαρέντων ὑπάρχουσιν ἰδέαι καὶ μὴ ὄντων. εἰ γάρ, φησίν, ἔστι νοήσεως ἰδέα, νοοῦμεν δὲ καὶ τὸν ὄντα ἄνθρωπον καὶ τὸν ἐφθαρμένον (μετὰ γὰρ τὸ φθαρῆναι τὸν Σωκράτη ἔχομεν αὐτοῦ ἔννοιαν καὶ φαντασίαν), δῆλον ὅτι ἔστιν ἰδέα κατ’ αὐτοὺς καὶ τῶν φθαρέντων. διό φησι κατὰ δὲ τὸ νοεῖν τι φθαρέντων τῶν φθαρτῶν· ἔστι γὰρ καὶ τούτων τι φάντασμα. οὗτος οὖν ὁ λόγος ἀπὸ τοῦ νοεῖν τι κατασκευάζει ἰδέας, καὶ ἔστι τοιοῦτος. εἰ ἐπειδὰν νοῶμεν ἄνθρωπον, ἵππον, ζῷον, τῶν ὄντων τέ τι νοοῦμεν καὶ οὐδὲν τῶν καθ’ ἕκαστον (καὶ γὰρ φθαρέντων τούτων μένει ἡ αὐτὴ ἔννοια), φανερὸν ὅτι ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα αἰσθητά. 〈ὃ〉 καὶ ὄντων ἐκείνων καὶ μὴ ὄντων νοοῦμεν· οὐ γὰρ τοῦ μὴ ὄντος * * ἐστὶν ἰδέα καὶ εἶδος. φησὶ δὲ τοῦτον τὸν λόγον καὶ τῶν φθειρομένων καὶ ἐφθαρμένων καὶ ὅλως τῶν καθ’ ἕκαστα καὶ φθαρτῶν ἰδέας κατασκευάζειν, οἷον Σωκράτους, Πλάτωνος· καὶ γὰρ καὶ τούτους νοοῦμεν καὶ φαντασίαν αὐτῶν φυλάττομεν καὶ μηκέτι ὄντων· φάντασμα γάρ τι καὶ ἐπὶ τῶν μηκέτι ὄντων σῴζομεν. ἀλλὰ καὶ τὰ μηδ’ ὅλως ὄντα νοοῦμεν ὡς Ἱπποκένταυρον καὶ Χίμαιραν· ὥστε οὐδ’ οὗτος ὁ λόγος ἰδέας εἶναι συλλογίζεται. λέγομεν τοίνυν πάλιν πρὸς τοῦτο ὅτι ὁ Πλάτων ἰδέας ὑπετίθετο τῆς ὄντως νοήσεως καὶ κυρίως, ἐπειδὴ τῶν φθαρέντων οὐκέτι ἐστὶ νόησις ἀλλὰ φαντασία. ὥστε οὐδ’ ἐνταῦθα καλῶς αὐτῷ ἐγκαλεῖ· οὐκ ἔστι γὰρ φαντασία ἡ κυρίως νόησις.

“又依照可灭之物灭绝后仍思及某物。” 亚里士多德打算再次对他们加诸另一项指责,指出对于已然灭绝且不存在之物,亦会有理念存在。他说,因为如果存在思惟的理念,而我们既思及存在的人,亦思及已灭绝的人(因为在苏格拉底灭绝之后,我们仍具有关于他的概念与表象),那么显而易见,依照他们,对于灭绝之物亦当有理念存在。因此他说“又依照可灭之物灭绝后仍思及某物”;因为对于这些事物,亦有某种表象存在。因此,这一论证是从思及某物出发确立理念的,它是这样的:如果每当我们思及人、马、动物时,我们既思及存在物中的某物,而又不思及任何个别事物(因为即使这些事物灭绝,同一概念依然存留),那么显然存在着独立于个别感觉事物的某物,无论那些事物存在还是不存在,我们都在思及它;因为并不存在非存在物的理念与形式。但他[亚里士多德]说,这一论证也为正在灭亡之物、已灭亡之物,以及一般而言的个别且可灭之物确立了理念,例如苏格拉底和柏拉图的理念;因为即使在他们不再存在之时,我们亦思及他们并保留关于他们的表象;因为即便对于不再存在之物,我们亦保存有某种表象。而且我们甚至思及根本不存在的事物,如马人与喀迈拉;因此这一论证同样不能推导出理念的存在。对此我们于是再次主张,柏拉图假设的是真正且严格意义上的思惟的理念,因为对于已灭绝之物,已然不再是思惟,而是表象了。因此在此处,他[亚里士多德]对彼[柏拉图]的指责亦是不当的;因为严格意义上的思惟并非表象。

语法注3 条
  1. 1.90τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν

    带有中性单数与格定冠词 τῷ 的不定式短语,用作手段或原因与格,修饰前面的动词 οἶδε(“认识”),意为“通过选取前者并规避后者”。

  2. 1.91ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον αὐτῶν καὶ ἀίδιον, τοῦτό ἐστιν ἰδέα

    一种复指结构:关系代词 ὃ 引导一个包含先行词的名词性关系从句(“在众物之上、与它们相分离且永恒的一”),充当话题主语,随后由主句的指示代词 τοῦτο 承接复指;主句动词为 ἐστι,ἰδέα 为表语名词。

  3. 1.92φθαρέντων τῶν φθαρτῶν

    由名词化的形容词 τῶν φθαρτῶν 与不定过去时被动分词 φθαρέντων 构成的属格绝对结构。在引文及上下文中,表时间或让步条件(“当可灭之物灭绝时 / 即使可灭之物灭绝”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:73.26-75.16