- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:72.29-73.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在介绍亚里士多德对源自数与定义的论证之批判(推导出人工制品等的理念以及殊相中定义的存在)之后,阿斯克勒庇俄斯从有别于感觉事物的纯粹非质料之真理、数以及先于众物的普遍者(创世理则)的角度为柏拉图派进行辩护。
πάλιν ἐκ τῶν ἀριθμῶν, ὅτι ἄλλο ἄτοπον συνάγεται.1 οὐ μόνα γὰρ ἀριθμητὰ ὑπάρχουσι τὰ κατὰ φύσιν, ἀλλὰ καὶ τὰ παρὰ τὴν φύσιν, ἀλλὰ καὶ τὰ τεχνητά· ὥστε ἔδει καὶ αὐτῶν ἰδέας ἐναποτίθεσθαι διὰ τὸ εἶναι αὐτὰ ἀριθμητά. ἔπειτα δὲ ὑπάρχουσιν ὁρισμοὶ καὶ τῶν τῇδε. τοῦ γὰρ καθόλου τριγώνου ἐστὶν ὁ ὁρισμὸς ὁ λέγων τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· τὸ δὲ τρίγωνον ἐν τοῖς καθ’ ἕκαστα τριγώνοις θεωρεῖται, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ· ὥστε καὶ ἐνταῦθα ὁρισμοὶ ὑπάρχουσι, καὶ οὐδεὶς ἐκ τοῦ λέγειν ὅτι οὔκ εἰσιν ἐνταῦθα εἰσάγει τὰς ἰδέας. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. φαμὲν δὲ ἡμεῖς ὅτι ὁ Πλάτων περὶ τῆς ὄντως ἀληθείας διελέγετο τῆς καθαρᾶς καὶ εἰλικρινοῦς καὶ ἀπαραλογίστου καὶ μηδένα θολὸν ἐχούσης· ἡ δὲ τοιαύτη ἀλήθεια ἡ εἰλικρινὴς οὐ θεωρεῖται ἐν τοῖς τῇδε. πάλιν δὲ καὶ περὶ τῆς μονῆς ἔλεγε τῆς κυρίως, τῆς ἀύλου, τῆς ἀεὶ ὡσαὕτως ἐχούσης καὶ μὴ ποτὲ μὲν τοιῶσδε ποτὲ δὲ ἄλλως μεθισταμένης καὶ ἀπολελυμένης διὰ τὸ ῥευστὸν τῆς ὕλης. τοιαύτη οὖν μνήμη ἢ ἀλήθεια ἐν τοῖς αἰσθητοῖς οὐ θεωρεῖται· ὥστε εὐλόγως ἐντεῦθεν συνελογίζοντο ὅτι ὑπάρχουσιν ἰδέαι, εἴ γε τῷ ὄντι ὑπάρχει τοιαύτη ἀλήθειά τε καὶ μνήμη. ἔπειτα δὲ καὶ ἐκ τῶν ἀριθμῶν. τὰ γὰρ τῇδε τῷ ὄντι ἀριθμητὰ ὑπάρχουσιν. εἰ οὖν καὶ ὅλως εἰσὶν ἀριθμοὶ ἐν τοῖς αἰσθητοῖς, πρῶτον μὲν οἱ αὐτοί εἰσι καὶ ἀριθμητοὶ καὶ ἀριθμοί, ἔπειτα δὲ οἱ ἀριθμοὶ οἱ ἐνταῦθα ἔνυλοι ὑπάρχουσι καὶ χραίνονται μολυνόμενοι ἐκ τῆς ὕλης· οὔτε γὰρ συγχωρεῖται τὸ εἶδος φυλάττειν τὸ ἑαυτοῦ κάλλος καὶ τὴν ἑαυτοῦ ἀρετὴν μιγνύμενον ἀνειδέῳ πράγματι.2 ἐκεῖνοι οὖν ἔλεγον περὶ τῶν ἀριθμῶν τῶν ἀύλων, τῶν ἀμεθέκτων ὕλης παντάπασιν, οἳ καὶ κυρίως ὑπάρχουσιν ἀριθμοί. εἰ τοίνυν οἱ τοιοῦτοι ἀριθμοὶ οὐχ ὑπάρχουσιν ἐν τοῖς αἰσθητοῖς πράγμασιν, ὅλως φανερὸν ὅτι ὑπάρχουσιν ἰδέαι. ἔπειτα καὶ ἐκ τῶν ὁρισμῶν. οἱ γὰρ ὁρισμοὶ κυρίως τῶν ἀύλων πραγμάτων ὑπάρχουσι τῶν ἀεὶ καὶ ὡσαὕτως ἐχόντων καὶ μὴ ποτὲ μὲν τοιῶσδε ποτὲ δὲ τοιῶσδε. εἰ γὰρ ἡ γένεσις, εἰ τύχοι, καθόλου ἐστίν, ἄλλην κατ’ ἰδιότητα ἔχει δύναμιν καὶ ῥεῖ· ἡμεῖς δὲ ζητοῦμεν ὁρισμοὺς πραγμάτων ἀεὶ ἱσταμένων κατ’ ἀριθμὸν καὶ μὴ ποτὲ μὲν τοιῶσδε ποτὲ δὲ τοιῶσδε ἐχόντων. τὰ γὰρ καθόλου τὰ ἐν τοῖς πολλοῖς ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσιν, ὥσπερ τὸ ζῷον καὶ τὸ τρίγωνον, τὰ δὲ καθ’ ἕκαστα γίνονται καὶ ἀπογίνονται· τὸ μέντοι γε καθόλου τὸ πρὸ τῶν πολλῶν, ὁ λόγος ὁ δημιουργικός,3 ἀεὶ ὡσαύτως ἔχει καὶ ἵσταται καὶ οὐ ποτὲ μὲν τοιῶσδε ποτὲ δὲ τοιῶσδε. εἰ τοίνυν ἔστιν ὁρισμὸς τοιούτου πράγματος μὴ δυνάμενος ἐν τοῖς αἰσθητοῖς θεωρεῖσθαι, ὑπάρχουσιν αἱ ἰδέαι.
再次从数出发,[他说]推导出了另一个荒谬的结果。因为不仅合乎自然之物作为可数之物存在,反乎自然之物以及人工制品亦是如此;从而由于它们是可数的,也就必须为它们也安立理念。其次,在此世的事物的定义同样存在。因为陈述具有三内角等于两直角的那一定义是属于普遍的三角形的;而三角形是在个别三角形中被考察的,正如在《后分析篇》中所说的那样;因此在此世亦有定义存在,绝无任何人是通过声称在此世没有定义来引入理念的。这些便是亚里士多德所说的。 然而我们主张,柏拉图所论述的是真正存在的真理,即纯粹、无杂、无欺且没有任何混沌的真理;而这种无杂的真理在此世的事物中是考察不到的。再次,他也谈及了严格意义上的恒存,即非质料的、始终保持如一的、并不因质料的流变而时而如此时而异化并解体的恒存。因此,这样的记忆或真理在感觉事物中是考察不到的;从而他们合乎情理地由此推导说理念存在,如果确实真正存在着这样的真理与记忆的话。其次也来自数。因为在此世的事物确实是作为可数之物而存在的。那么,如果感觉事物中根本就有数存在,首先,可数之物与数是同一的,其次,此世的数是带有质料的,并因受质料的污染而玷污;因为当形式与无形式之物相混合时,是不被允许保全其自身的优美与卓越的。因此,他们所谈论的是非质料的、完全不分有质料的数,它们才真正是严格意义上的数。既然这种数在感觉事物中并不存在,那么全然显然的是理念存在。再次也来自定义。因为严格意义上的定义属于始终保持如一、而不是时而如此时而那样的非质料事物。因为纵使生成是普遍的,它依照其特质亦具有另一种权能并在流变;但我们探求的是在数上始终稳固、而不是时而处于此种状态时而处于彼种状态的事物的定义。因为存在于众物之中的普遍者是在个别事物中具有其存在的,正如动物和三角形,而个别事物是生成与灭绝的;然而先于众物的普遍者,即创世的理则,始终保持如一且稳固,绝非时而如此时而那样。因此,如果存在着如此事物的无法在感觉事物中被考察的定义,理念就是存在的。
- 1.89πάλιν ἐκ τῶν ἀριθμῶν, ὅτι ἄλλο ἄτοπον συνάγεται.
承接前一区段末尾“亚里士多德针对这些论点说……”(φησὶν οὖν πρὸς ταῦτα ὁ Ἀριστοτέλης ὅτι...)的省略句。整个 ὅτι 分句充当主述内容的宾词从句,而 πάλιν ἐκ τῶν ἀριθμῶν 作为副词性状语,与前文的 ἐκ μὲν γὰρ τῆς ἀληθείας 及 ἐκ τῆς μονῆς 相呼应。
- 1.89τὸ εἶδος φυλάττειν τὸ ἑαυτοῦ κάλλος καὶ τὴν ἑαυτοῦ ἀρετὴν μιγνύμενον ἀνειδέῳ πράγματι
由非人称动词 συγχωρεῖται 所支配的带不定式宾格结构。不定式 φυλάττειν 的逻辑主语为中性单数宾格的 τὸ εἶδος,分词 μιγνύμενον(中性单数宾格中动态/被动态)在性、数、格上与其一致,作修饰主语的时间或条件状语分词(“当混合时”)。
- 1.89τὸ μέντοι γε καθόλου τὸ πρὸ τῶν πολλῶν, ὁ λόγος ὁ δημιουργικός
阳性名词短语 ὁ λόγος ὁ δημιουργικός 与中性名词短语 τὸ μέντοι γε καθόλου τὸ πρὸ τῶν πολλῶν 构成同位语,共同充当动词 ἀεὶ ὡσαύτως ἔχει καὶ ἵσταται 的主语。这一同位结构在句法上将新柏拉图主义的“先于众物的普遍者”等同于创世理则。
