- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:71.25-72.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德提及证明形式存在诸方式之处(990b8),阐明柏拉图学派确立理念的四条论据(真理、记忆、数与定义),并解释亚里士多德对此作出的反驳:这些论证未能得出必然结论或推出了荒谬的理念。
" Ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη." Ἐντεῦθεν βούλεται εἰπεῖν τὰς αἰτίας ἐξ ὧν ὑπέλαβον εἶναι ἰδέας. καὶ διὰ τοῦ εἰπεῖν ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν τὰ εἴδη συμπεριέλαβε καὶ ἑαυτὸν ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχοντα,1 φημὶ δὴ τοῦ Πλατωνικοῦ. τέσσαρα οὖν αἴτια ὑπάρχουσι τὰ δεικνύντα ὅτι αἱ ἰδέαι ὑπάρχουσιν, ἀλήθεια, μονὴ καὶ μνήμη, ἀριθμοὶ καὶ ὁρισμοί. ἐκ μὲν οὖν τῆς ἀληθείας οὕτω κατεσκεύαζον ὅτι ὑπάρχουσιν αἱ ἰδέαι. ἔλεγον γὰρ οὕτως, ὅτι ἐνταῦθα οὐκ ἔστιν ἀλήθεια, ἀλλ’ ἔχει μεμιγμένον τὸ ψεῦδος καὶ οὐκ ἔστι καθαρὰ ἀλήθεια. ὡμολόγηται δὲ ὅτι ἔστιν ἀλήθεια· ἐὰν γὰρ μὴ ᾖ ἀλήθεια, οὐδ’ ἄλλο τί ἐστιν, εἴ γε ἐκ τῆς ἀληθείας τὰ ἄλλα προέρχονται. φανερὸν οὖν ὅτι ὑπάρχουσιν αἱ ἰδέαι· παρ’ αὐταῖς γὰρ σῴζεται τὸ ἀμιγὲς καὶ καθαρὸν πάντων τῶν πραγμάτων, ὥστε καὶ ἡ κυρίως ἀλήθεια. πάλιν δέ φησιν ὅτι εἰ μὴ ἔστιν ἐνταῦθα μονή, μηδὲ καθαρὰ μνήμη2 διὰ τὸ ῥευστὸν τῆς ὕλης· ἡ γὰρ ῥύσις αὕτη οὐκ ἐᾷ μόνιμον εἶναι καὶ στάσιμον τὴν μνήμην. ἔστι δὲ ὁμολογουμένως καθαρὰ μνήμη καὶ εἰλικρινὴς καὶ ἀθόλωτος καὶ ἀεὶ ὡσαύτως ἔχουσα. ἔστιν ἄρα ἰδέα μνήμης παρὰ τῷ δημιουργῷ, ἐπειδὴ καὶ δεῖ εἶναι τὴν ὄντως μνήμην, ἐξ ἧς πᾶσι τοῖς ἄλλοις τὸ εἶναι. ἔπειτα καὶ ἐκ τῶν ἀριθμῶν. εἰ γὰρ τὰ ἐνταῦθα πάντα ἀριθμητὰ ὑπάρχουσιν, εἰσὶ δὲ καὶ ἀριθμοὶ αὐτοὶ καθ’ αὑτοὺς μετροῦντες τὰ ἀριθμητά, ἐπεὶ οὐδὲ ἀριθμητὰ ὑπάρχουσι μὴ ὄντων τῶν ἀριθμῶν τῶν ἀριθμούντων, φανερὸν ὅτι ὑπάρχουσιν ἰδέαι· οἱ γὰρ κυρίως ἀριθμοὶ οἱ μετρητικοὶ παρὰ τῷ δημιουργῷ ὑπάρχουσι. πάλιν δὲ καὶ ἐκ τῶν ὁρισμῶν. τὰ γὰρ ἐνταῦθα ἀόριστα ὑπάρχουσιν· οἱ δὲ κυρίως ὅροι τῶν ἀιδίων πραγμάτων ὑπάρχουσι καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μὴ ποτὲ μὲν ὄντων ποτὲ δὴ μὴ ὄντων. τὰ δὲ ἐνταῦθα τοιάδε. εἰ οὖν ὑπάρχουσιν ὁρισμοί, φανερὸν ὅτι καὶ ἰδέαι ὑπάρχουσι. φησὶν οὖν πρὸς ταῦτα ὁ Ἀριστοτέλης ὅτι ἐκ τούτων τῶν λόγων ἢ οὐδὲν ἀναγκαῖον συνάγεται τῶν κατασκευαζόντων τὰς ἰδέας, ἢ κατασκευάζεται ὅτι ὑπάρχουσιν ἰδέαι τούτων [ὄντων] τῶν πραγμάτων ὧν μὴ οἰόμεθα εἶναι ἰδέας.3 ἐκ μὲν γὰρ τῆς ἀληθείας οὐδὲν ἀναγκαῖον συνάγεται· καὶ ἐνταῦθα δέ ἐστιν ἀλήθεια. ἡνίκα γάρ ἐστιν ὁ Σωκράτης, δῆλον ὅτι ἔστιν ἡ περὶ αὐτοῦ ἀλήθεια, ὅτι ὑπάρχει ὁ Σωκράτης· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων. ὥστε εἰ ἐκ τοῦ μὴ εἶναι ἀλήθειαν ἐνταῦθα εἰσάγομεν τὰς ἰδέας, δέδεικται δὲ ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς ἐστιν ἀλήθεια, οὐκ ἄρα ὑπάρχουσιν ἰδέαι. ἄλλως τε δὴ καὶ ἐκ τῆς μονῆς καὶ τῆς μνήμης. ὡμολόγηται γὰρ ὅτι καὶ ἐνταῦθά ἐστι μνήμη, καὶ ἔχομεν μνήμην μαθόντες ὅτι πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητὸν ὑπάρχει, ἤγουν τοῦδε τοῦ φίλου ἤ τινος ἄλλου τοιούτου· ὥστε οὐδὲ ἐντεῦθεν δυνατὸν αὐτοὺς εἰσάγειν τὰς ἰδέας ἐν τῷ λέγειν ὅτι οὐκ ἔστιν ἐνταῦθα μνήμη.
“此外,根据我们证明形式存在的方式。” 从这里开始,他[亚里士多德]打算陈述他们据以假定理念存在的诸种原因。并且通过说“此外,根据我们证明形式[存在]的方式”,他也将自己作为属于同一学派——即柏拉图学派——的人包括在内。证明理念存在的根据有四条:真理、恒存与记忆、数,以及定义。于是,他们从真理出发,按如下方式论证理念的存在。因为他们这样说:在此世并无真理,而是掺杂着虚假,绝非纯粹的真理。但真理的存在是公认的;因为若没有真理,也就没有其他任何事物,若其他事物确实是从真理中流出的话。因此显然理念是存在的;因为在它们身边保存着一切事物的无杂与纯粹,从而也保存着严格意义上的真理。他又说,由于质料的流变,若在此世没有恒存,也就没有纯粹的记忆;因为这种流变不允许记忆成为持久与稳固的。但公认的是,纯粹、清白、澄澈且始终保持如一的记忆是存在的。因此在造物主身旁存在着记忆的理念,因为必定存在着真正的记忆,由此才有一切其他事物的存在。其次也来自数。因为如果在此世的一切事物都是可数之物,且亦有数本身在自身中测量着可数之物——既然若没有计数的数,可数之物也就不存在——那么显然理念是存在的;因为严格意义上的测量之数是存在于造物主身旁的。再次也来自定义。因为在此世的事物是不定的;而严格意义上的定义属于永恒的事物,以及那些始终保持如一、而不是时有时无的事物。而在此世的事物正是后一种。因此,如果定义存在,显然理念也存在。于是亚里士多德针对这些论点说,从这些论证中,要么根本推导不出确立理念的任何必然结论,要么得出在我们认为没有理念的那些事物上也存在理念。因为从真理出发推导不出任何必然结论;在此世同样有真理。因为当苏格拉底存在时,显然关于他的真理也是存在的,即苏格拉底存在;在其他事物上亦同样如此。因此,如果我们是因为此世没有真理而引入理念,但既然已经表明在感觉事物中也有真理,理念也就不存在了。在其他方面,尤其是从恒存与记忆出发亦是如此。因为公认的是在此世同样有记忆,我们在习知每个人都是有死的理性动物后便拥有记忆,即关于这位朋友或某个诸如此类事物的记忆;因此他们通过声称在此世没有记忆来引入理念,从这里看同样是不可能的。
- 1.89ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχοντα
连词 ὡς 与宾格分词 ὑπάρχοντα(与 ἑαυτόν 一致)连用,表示主句主语(亚里士多德)所采取的主观视角或动机。属格短语 τοῦ αὐτοῦ διδασκαλείου 作 ὑπάρχω 的表语性属格,表示所属。
- 1.89εἰ μὴ ἔστιν ἐνταῦθα μονή, μηδὲ καθαρὰ μνήμη
在间接引语(φησὶν ὅτι)引导的条件句中,连词 μηδέ 引出的并列分句承前省略了谓语动词 ἔστιν,即 μηδὲ καθαρὰ μνήμη [ἔστιν]。否定词 μηδέ 的选用符合由 εἰ 引导的条件从句使用 μή 系否定词的规则。
- 1.89ὧν μὴ οἰόμεθα εἶναι ἰδέας
关系代词 ὧν 是先行词 τούτων τῶν πραγμάτων 对应于 ἰδέας 的属格(宾格性或领属性属格)。此处使用否定词 μή 而非 οὐ,是因为该关系从句带有泛指和假设性的特征(“凡是我们认为不存在理念的事物”)。
