- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:70.22-71.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯解释了亚里士多德关于理念数与可感物种数几乎相等的主张(990b4),指出因为恶、人造物和反常自然之物没有理念,故加上“几乎”以示审慎;随后他将990b5中的“同名”阐明为既非纯粹偶然的同名异义亦非同义,而是“由一且向一”的关涉性关系。
" Σχεδὸν γὰρ ἴσα ἢ οὐκ ἐλάττω τὰ εἴδη ἐστί." Δεῖ προσθεῖναι τὸ ‘πολλῷ’,1 ἀντὶ τοῦ οὐ πολλῷ ἐλάττονα τὰ εἴδη ἐστὶ τῶν αἰσθητῶν, ἐπεὶ οὔτε τῶν τεχνητῶν ἰδέαι ὑπάρχουσιν οὔτε τῶν κακῶν κατ’ αὐτούς, οὔτε δὲ τῶν παρὰ φύσιν, ἀλλὰ μόνων τῶν κατὰ φύσιν. ἡ γὰρ φύσις οὐδέν ἐστιν ἕτερον ἢ ἔλλαμψις ἐκεῖθεν προϊοῦσα καὶ καταλάμπουσα τὰ τῇδε καὶ ἔχουσα ἐν ἑαυτῇ τοὺς δημιουργικοὺς λόγους, οὐ μέντοι γε ἐπιστρέφουσα πρὸς ἑαυτήν· διό φαμεν καὶ ἀλόγως αὐτὴν ποιεῖν, ἐπεὶ καὶ ἐν φυτοῖς ὁρᾶται καὶ ἐν ἀλόγοις ζῴοις. ὥστε μόνων τῶν κατὰ φύσιν φανῆναι ἰδέας,2 οὐ μέντοι τῶν κακῶν, εἴ γε τὰ κακὰ καὶ ἀνυπόστατα ὑπάρχουσιν, ὡς δείκνυται ἐν τῇ ἐξηγήσει τοῦ Θεαιτήτου. οὔτε δὲ πάλιν τῶν τεχνητῶν ὑπάρχουσιν ἰδέαι, εἴ γε κατὰ μίμησιν τῶν φυσικῶν γίνονται τὰ τεχνητὰ πάντα, καὶ ἔστι μὲν ἡ φύσις παράδειγμα, εἰκὼν δὲ ἡ τέχνη. οὔτε δὲ πάλιν τῶν παρὰ φύσιν ὑπάρχουσιν ἰδέαι. ἡ γὰρ ἔλλαμψις ἐκεῖθεν, ὡς εἴρηται, προέρχεται ἐπὶ τῶν κατὰ φύσιν, οὐκ ἐπὶ τῶν παρὰ φύσιν· ὥστε οὐχ ὑπάρχουσιν ἰδέαι τῶν παρὰ φύσιν. διὰ τοῦτο οὖν πάνυ ἀσφαλῶς προστέθεικε τὸ σχεδὸν γὰρ ἴσα ἢ οὐ πολλῷ ἐλάττω τὰ εἴδη ἐστὶ τούτοις, οὐ τοῖς καθ’ ἕκαστα ἀτόμοις λέγων, ἀλλὰ τοῖς ἐπ’ αὐτοῖς εἴδεσιν· οὐδὲ γὰρ Σωκράτους καὶ Πλάτωνος ἐζήτουν τὰς αἰτίας, ἀλλ’ ἀνθρώπου καὶ ἵππου· ὡς σχεδὸν ἰσάριθμα εἶναι τὰ εἴδη κατ’ αὐτούς. τὸ δὲ σχεδὸν προστέθεικεν, ἐπεὶ μὴ πάντων εἰσὶν ἰδέαι, ὡς εἴρηται· οὔτε γὰρ τῶν κακῶν οὔτε τῶν παρὰ φύσιν οὔτε δὲ τῶν τεχνητῶν, εἰ καὶ ἕπεται αὐτοῖς καὶ τοῦτο λέγειν, ὡς μετ’ ὀλίγον ἐρεῖ.
“因为诸形式几乎等于或不少于[这些可感事物]。” 应当补充“远”字,意即诸形式并不远少于可感事物,因为在他们看来,既不存在人造物的理念,也不存在恶的理念,亦不存在反常自然之物的理念,而只存在顺应自然之物的理念。因为自然无非是从彼处发出并照耀此世事物的光照,其自身包含着创造性的理则,然而却并不返回自身;所以我们说它无理性地运作,因为这在植物和无理性的动物中都能见到。因此显现的只是顺应自然之物的理念,却不是恶的理念,如果恶确实如在《泰阿泰德篇》注释中所表明的那样是无自存实体的话。同样也不存在人造物的理念,如果所有人造物都是摹仿自然物而产生的,并且自然是范型,技术是摹像的话。同样也不存在反常自然之物的理念。因为正如已经说过的,从彼处来的光照是施向顺应自然之物的,而不是施向反常自然之物的;因此不存在反常自然之物的理念。正是为此,他十分谨慎地补充说“因为诸形式几乎等于或不[远]少于这些”,他不是指个别的单个事物,而是指统摄它们的诸形式[种];因为他们并非探求苏格拉底和柏拉图的原因,而是探求人与马的原因;从而在他们看来,诸形式几乎是等数的。而他补充说“几乎”,是因为并非一切事物都有理念,如前所述;因为既没有恶的理念,也没有反常自然之物的理念,更没有人造物的理念,尽管他们不可避免地也会得出这种说法,正如他稍后所要指出的。
"Περὶ ὧν ζητοῦντες τὰς αἰτίας, ζητοῦντες ἀνιχνεῦσαι τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ἐκ τούτων, τῶν φυσικῶν, ἐπ’ ἐκεῖνα προῆλθον, τὰ εἴδη· καθ’ ἕκαστόν τε γὰρ ὁμώνυμόν τί ἐστι." Καθ’ ἕκαστον εἶδος, φησίν, ἔστι καὶ ἰδέα ὁμώνυμος ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν,3 ἐπειδὴ πολλῷ κρείττων ἡ ἰδέα τοῦ ἀνθρώπου αὐτοῦ τοῦ ἀνθρωπίνου εἴδους· ὥσπερ καὶ ἐπὶ τοῦ Σωκράτους καὶ τῆς εἰκόνος τοῦ Σωκράτους οὐκ ἔστιν ὁμωνυμία, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπεὶ πολλῷ κρεῖττόν ἐστι τὸ παράδειγμα τῆς εἰκόνος καὶ ἡ ἰδέα τοῦ εἴδους. συνώνυμον γὰρ οὐ δυνατὸν εἶναι, ἐπειδὴ ἐν τοῖς συνωνύμοις τὸ κατηγορούμενον τὸ εἶναι ἔχει ἐν τοῖς καθ’ ἕκαστα καὶ μέρος ἐστὶ τὸ ὑποκείμενον τοῦ κατηγορουμένου· ἐνταῦθα δὲ ὁ ἄνθρωπος οὐκ ἔστι μέρος τοῦ δημιουργικοῦ λόγου, ἀλλὰ τὸ εἶναι προάγει ὁ λόγος. οὔτε δὲ πάλιν ὁμώνυμος ὡς ἡ Αἴας φωνή· αὕτη γὰρ καὶ ἀνυπόστατός ἐστι, τὰ δὲ εἴδη οὐκ ἀνυπόστατα ὑπάρχουσι. καθ’ ἕκαστον οὖν εἶδός ἐστιν ἰδέα, καὶ παρὰ τὰς οὐσίας τῶν φυσικῶν πραγμάτων ἐστὶ τὸ ἓν τὸ πρὸ τῶν πολλῶν, ἰδέα ἀνθρώπου πρὸ τῶν πολλῶν ἀνθρώπων, καὶ ἵππου καὶ τῶν ἄλλων ὁμοίως. ὑπάρχουσιν οὖν ἰδέαι καὶ τῶν φυσικῶν, καὶ τῶν ἐν γενέσει καὶ τῶν ἀϊδίων· ἔστι γὰρ ἰδέα καὶ ἡλίου καὶ σελήνης καὶ πάντων τῶν ἀϊδίων παρὰ τῷ δημιουργῷ.
“关于这些事物,他们寻求其原因,寻求查明自然事物的原因,遂从这些自然事物走向了那些形式;因为在每一类事物之上都有某种同名者。” 他说,在每一形式[种]之上,都存在着作为“由一且向一”的同名理念,因为人的理念远胜于人类自身这一种;这就像在苏格拉底与苏格拉底的画像之间并非[偶然的]同名异义,而是作为“由一且向一”,因为范型远胜于摹像,理念也远胜于形式。因为它不可能具有同义性[同名同义],因为在同义事物中,谓词的存在内在于各个个体之中,且主体是谓词的一部分;而在这里,人并不是创造性理则的一部分,相反是理则引出其存在。它也不像“埃阿斯”这一发音那样是同名异义的;因为这发音是无自存实体的,而诸形式并非无自存实体。因此,在每一形式之上都有一个理念,并且在自然事物的实体之外,存在着“在多之先的一”——在众多的人之先有人的理念,马和其他事物亦同样如此。因此,自然事物,〔即〕处于生成中的事物和永恒的事物两者,也存在理念;因为在造物主身旁,存在着太阳的理念、月亮的理念以及所有永恒事物的理念。
- 1.87Δεῖ προσθεῖναι τὸ ‘πολλῷ’
注释者对亚里士多德原文 οὐκ ἐλάττω(不少于)提出的句法补正,认为应补充 πολλῷ 而读作 οὐ πολλῷ ἐλάττονα(绝非远少于)。随后的 ἀντὶ τοῦ 引出同位语性的释义说明。
- 1.87ὥστε μόνων τῶν κατὰ φύσιν φανῆναι ἰδέας
由 ὥστε 接不定词 φανῆναι(主语为宾格 ἰδέας)构成的结果从句,用以阐明从前述对自然属性的论述(作为向外照射且不返归自身)所推导出的结论。
- 1.88ὁμώνυμος ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν
界定 ὁμώνυμος(同名的)性质的副词性短语。它表明亚里士多德文中的同名既非纯粹偶然的同名异义(如埃阿斯之名),亦非同义(συνώνυμον),而是属于“由一且向一”的类比或核心歧义性关联。
