← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§69.6-70.21

理念论批判的旨趣与事物倍加的困境

阿斯克勒庇俄斯总结了对毕达哥拉斯学派的讨论,并开始注解亚里士多德对理念论的批判(990a34)。他为亚里士多德辩护,指出亚里士多德本人承认理智中的形式,其论争实质上是针对将理念脱离理智而独立分离的诠释者,并解释了将理念视作事物无谓倍加的比喻性批判及其超越性本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Πότερον οὕτως ὁ αὐτός ἐστιν ἀριθμός." Φησὶν ὅτι ἆρά γε οὕτως ὁ αὐτός ἐστιν ἀριθμὸς ὁ ἐν τῷ οὐρανῷ, ὃν δεῖ λαβεῖν ὅτι τούτων ἕκαστόν ἐστι καὶ οὕτως αὐτὸς ἑαυτοῦ ἐστιν αἴτιος ὁ ἀριθμός, ὡς ἐδείξαμεν, ἢ παρὰ τοῦτόν ἐστιν ἄλλος ἀριθμός; ὁ μὲν γὰρ Πλάτων ἕτερον εἶναί φησι παρὰ τοῦτον τὸν ἀριθμὸν τὸν αἴτιον. καίτοι κἀκεῖνος ἐξ ἀριθμῶν συνίστησι τὰ τῇδε καὶ τὰς τούτων αἰτίας ἀριθμοὺς πρεσβεύει, ἀλλὰ τοὺς μὲν νοητοὺς αἰτίους ὑποτίθεται, τὰς ἰδέας, τοὺς δὲ συνθέτους αἰτιατούς. περὶ γοῦν τῶν Πυθαγορείων ἱκανῶς ὁ λόγος ἔχει πρὸς τὸ ἐφάψασθαι τῆς δόξης αὐτῶν.

“是否以此种方式这是同一个数,”他问:天界中的数是否以此种方式是同一个数,即必须把这数理解为每一事物本身,并且正如我们所表明的,数以此种方式是其自身的原因,抑或在这个数之外还有另一个数?因为柏拉图说,作为原因的数是不同于这个数的另一个数。尽管柏拉图也由数构成此世的事物,并将数尊奉为这些事物的原因,但他把理智的数即理念设定为原因,而把复合的数设定为被引起的结果。无论如何,关于毕达哥拉斯学派的讨论足以触及他们的主张了。

§1.85

"Οἱ δὲ τὰς ἰδέας τιθέμενοι πρῶτον μὲν ζητοῦντες τῶν ὄντων λαβεῖν τὰς αἰτίας." Ἐντεῦθεν δοκεῖ πρὸς τὸν Πλάτωνα ἀποτείνεσθαι περὶ τῶν ἰδεῶν. εἰρήκαμεν δὲ τὸν σκοπὸν τοῦ Ἀριστοτέλους περὶ τούτου. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ ‘καὶ εὖ γε οἱ τὴν ψυχὴν εἰρηκότες τόπον εἰδῶν’, καὶ ὅτι ὁ ἐνεργείᾳ νοῦς ἐστι τὰ πράγματα, καὶ πάλιν ὅτι ὁ μὲν δυνάμει νοῦς ἐνεργεῖ, ὁ δὲ ἐνεργείᾳ νοῦς ποιεῖ. ὥστε ἄντικρυς καὶ αὐτὸς ἐναποτίθεται ἰδέας τῷ νῷ. πῶς οὖν, εἴποι ἄν τις, καὶ αὐτὸς πρεσβεύων ἰδέας δοκεῖ τῷ Πλάτωνι μάχεσθαι; καὶ λέγομεν ὅτι κατ’ ἀλήθειαν οὐ τῷ Πλάτωνι μάχεται, ἀλλὰ τῷ ἐν ἄλλῳ καὶ ἄλλῳ ὄντι Πλάτωνι μάχεται, τοῖς ὑποτιθεμένοις1 τὰς ἰδέας ταύτας αὐτὰς καθ’ ἑαυτὰς ὑπαρχούσας καὶ οὔσας κεχωρισμένας τοῦ νοῦ. ὥστε φανερὰ ἡμῖν γέγονεν ἡ ὅλη ἔννοια τοῦ Ἀριστοτέλους ἡ περὶ τῶν ἰδεῶν. τὸ δὲ νῦν λεγόμενον ὑπ’ αὐτοῦ ἐπιχείρημα τοιοῦτόν ἐστι. φησὶν ὅτι ὅσα ὑπάρχουσι πράγματα, τοσαύτας καὶ ἰδέας ἐναποτίθενται, καὶ ταῦτά φησι τὰ τῇδε πράγματα γινώσκεσθαι ἡμῖν καὶ σαφηνίζεσθαι ἐκ τῶν ἰδεῶν. οἱ δὲ ταύτας λέγοντες οὐδὲν ἐροῦσιν ἕτερον 〈ἢ〉 ὅτι2 ὁ μὲν ἀριθμὸς ἁπλοῦς ὑπάρχων οὐκ ἔστι γνωστός, γίνεται δὲ γνωστὸς διπλοῦς γινόμενος· ὥστε ὁ μὲν ἐλάττων ἀριθμὸς οὐκ ἔστι γνωστός, ὁ δὲ πλείων ἐστὶ καταληπτός. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. εἰδέναι μέντοι γε χρὴ ὅτι οὐ διπλασιάζεται ὁ ἀριθμὸς ἐκ τῶν ἰδεῶν· τὰ μὲν γὰρ αἴτια ὑπάρχουσι, τὰ δὲ αἰτιατά. τὰ οὖν αἴτια [τὰ] ἐξῃρημένα ὑπάρχουσι, τουτέστιν αἱ ἰδέαι καὶ οἱ παρὰ τῷ δημιουργῷ τῶν πραγμάτων λόγοι, καὶ οὐδέποτε συγκαταριθμοῦνται τοῖς αἰσθητοῖς, ἐπειδὴ οὔτε συμφύονται αὐτοῖς. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐκ τῶν αἰτιατῶν προϊὼν ἀνέρχεται ἐπὶ τὰ αἴτια· ὅτι γὰρ καὶ αὐτὸς ὑποτίθεται αἴτια τῶν πραγμάτων, ὁμολογεῖται. διαλεγόμενος δὲ περὶ τῶν οὐρανίων σφαιρῶν φησιν ὅτι ὅσαι σφαῖραι ὑπάρχουσι, τοσαῦτα καὶ αἴτια κινοῦντα τὰς σφαίρας. καθ’ ἑκάστην γὰρ σφαῖραν ἐφέστηκε δύναμις ἡ κινοῦσα· οὔτε γὰρ ἀπὸ ταὐτομάτου ἐφήκει ἡ κίνησις οὔτε δὲ πάλιν δεῖ λέγειν, φησίν, ὅτι ὁ θεὸς κινεῖ αὐτάς, ἐπεὶ τοῦτο περὶ πάντων ἐρῶ, ὅτι καὶ τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα ζῷα ὁ θεὸς κινεῖ, καὶ οὐκ ἔστιν αἴτιον εἰδικὸν τὸ κινητικὸν τῶν σωμάτων. ὥστε καὶ ὁ Ἀριστοτέλης αἴτια ὑποτίθεται τῶν πραγμάτων.

“而那些设定理念的人,首先是在寻求把握存在者的原因时,”从这里起,他似乎开始就理念问题针对柏拉图展开论述。然而我们已经陈述过亚里士多德对此的目的。因为正是他自己在《论灵魂》这篇著作中说“那些把灵魂称为形式之所的人说得很对”,并且说现实的理智就是诸事物本身,又说潜能的理智在活动,而现实的理智在创造。因此,他自己也明确地把理念置于理智之中。那么,有人可能会问,既然他自己也尊奉理念,为什么看起来却在与柏拉图作战呢?我们回答说,事实上他并不是在与柏拉图作战,而是在与“存在于不同人当中的柏拉图”作战,即与那些假定这些理念自身独立存在并且与理智相分离的人作战。因此,亚里士多德关于理念的整体思想对我们来说已经十分清楚了。而他现在所提出的论证则是这样的:他说,存在着多少事物,他们就设置多少理念,并且他说,他们主张此世的事物是通过理念才为我们所认识和被阐明的。然而谈论这些〔理念〕的人无异于在说,数在保持单一时是不可知的,只有变成双倍时才成为可知;从而较少的数是不可知的,而较多的数才是可把握的。亚里士多德所说的就是这些。然而必须知道的是,数并不会因理念而加倍;因为一者是作为原因存在,另一者则是结果。因此原因,即理念和造物主身旁的事物的理性原则,是作为超越者存在的,并且绝不会与可感事物一同被计数,因为它们也绝不与可感事物融为一体。而且亚里士多德自己也是从结果出发上升到原因的;因为他也设定事物的原因,这一点是公认的。在讨论天球时他说,有多少天球存在,就有多少推动天球的原因。因为在每一个天球之上都有推动它的能力在主管;因为运动既不是出于偶然,也不应当再说是由神直接推动它们,他说,否则我就得对一切事物都这样说,即神推动人和无理性的动物,这样一来物体的具体致动原因也就不复存在了。因此,亚里士多德同样也设定了事物的原因。

§1.86

"Οἱ δὲ τὰς ἰδέας τιθέμενοι πρῶτον μέν." Οἱ πρεσβεύοντες τὰς ἰδέας πρῶτον μὲν ζητοῦντες τῶν ὄντων λαβεῖν ποῖα αἴτια ὑπάρχουσι τούτοις, ἕτερα ἴσα τὸν ἀριθμὸν εἰρήκασι (πάντων γὰρ τῶν πραγμάτων ἰδέας ἐναποτίθενται), καὶ ἐκ τῶν ἰδεῶν φασι γινώσκεσθαι τὰ ἐνταῦθα, ὥσπερ εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων τῶν ἀριθμουμένων ὑπολάβοι μὴ δύνασθαι ἀριθμεῖν, πλειόνων δὲ ὄντων ἀριθμοίη·3 ἐπειδή, φησίν, ἐξ ἐκείνων γίνεται τὰ τῇδε, οὐδενὶ δὲ ἔλεγον τὰς ἰδέας διαφέρειν τῶν τῇδε εἰ μὴ τῷ ἀιδίῳ.

“而那些设定理念的人,首先。” 尊奉理念的人,首先在寻求把握存在者具有何种原因时,说出了数目相等的另一批事物(因为他们为一切事物都安置了理念),并且主张地上的事物是由理念认识的,这就像某个想要计数的人,当被计数的对象较少时以为自己无法计数,而在对象变多时才去计数一样;他说,这是因为此世的事物是由那些理念产生的,并且他们声称理念除了永恒之外与此世的事物毫无二致。

语法注3 条
  1. 1.85ἀλλὰ τῷ ἐν ἄλλῳ καὶ ἄλλῳ ὄντι Πλάτωνι μάχεται, τοῖς ὑποτιθεμένοις

    虽然“存在于不同人当中的柏拉图”在语法上作与格单数(τῷ ... Πλάτωνι),但紧接其后的同位语分词 τοῖς ὑποτιθεμένοις 却是与格复数。这种依义构词(synesis)揭示出,“不同人心中的柏拉图”在内容上指代那些将理念假定为脱离理智而独立实存的各派后学和阐释者。

  2. 1.85οὐδὲν ἐροῦσιν ἕτερον 〈ἢ〉 ὅτι

    带有补充的连词 〈ἢ〉,该结构构成了惯用句式 οὐδὲν ἕτερον ἤ(“无异于……”、“除……之外别无所说”),其后的 ὅτι 引导的名词性从句充当其实质内容。

  3. 1.86ὥσπερ εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων τῶν ἀριθμουμένων ὑπολάβοι μὴ δύνασθαι ἀριθμεῖν, πλειόνων δὲ ὄντων ἀριθμοίη

    由 ὥσπερ εἰ 引导的比喻性假定句,后接祈愿语气动词(ὑπολάβοι, ἀριθμοίη)。分词短语 ἐλαττόνων ... ὄντων 和 πλειόνων ... ὄντων 均为独立属格,表示相互对照的条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:69.6-70.21