← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§5.33-7.17

求知的本性欲求、视觉与动物的认知能力

阿斯克勒庇俄斯注解《形而上学》980a22–980b25,探讨了人类在本性上渴望求知并喜爱诸感觉(尤其是引领人观照神圣事物的视觉)的原因、实践理智与理论理智的差异,以及动物中感觉、记忆与受教能力的层级体系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις." Αὐτοφυῶς ὁρμῶσιν αἱ ψυχαὶ ἐπὶ τὰς γνώσεις καὶ ἐφίενται τοῦ ἀγαθοῦ· ἀγαθὸν δέ ἐστι τῆς ψυχῆς ἡ κυρίως γνῶσις. διότι γινώσκει τὰ θεῖα καὶ ἐνεργεῖ κατὰ τὸν θεωρητικὸν νοῦν· τὸ δὲ τοιοῦτο τελείωσίς ἐστι τῆς ψυχῆς. διὸ παγκάλως φησὶν ὁ Ἀριστοτέλης πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστίν. ὅτι γὰρ πάντες ἄνθρωποι αὐτοφυῶς ἐρῶσι τῆς γνώσεως, σημεῖον μέγιστον ἡ τῶν αἰσθήσεων φιλία· χαίρομεν γὰρ ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν θηρῶμεν τὰ πράγματα. ἄλλως τε δὲ καὶ χωρὶς τοῦ ἐνεργεῖν τι ἢ πράττειν κατὰ τὰς αἰσθήσεις ἀγαπῶμεν αὐτάς, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὀπτικήν· καὶ χωρὶς γὰρ τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων. τὸ δὲ αἴτιον, ἐπειδή, ὥς φησι 〈Πλάτων〉 ἐν τῷ Φαίδωνι, διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς φιλοσοφίας ἐπορίσαμεθα γένος. ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεωροῦντες τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δημιουργήσαντος. αὕτη οὖν ἡ ὀπτικὴ μάλιστα τῶν αἰσθήσεων ποιεῖ ἡμᾶς γνωρίζειν, οὐ λέγει ἀλλήλους ἀλλὰ τὰ θεῖα. οὔτε γὰρ δι’ ἄλλης αἰσθήσεως οὕτως συμπάσχομεν τοῖς πράγμασιν ὡς διὰ ταύτης. καὶ πολλάς, φησί, δηλοῖ διαφορὰς τὰ μεταξὺ τῶν ὁρατῶν αὐτῇ·1 μεταξὺ γὰρ τοῦ λευκοῦ καὶ τοῦ μέλανος πολλὰ ὑπάρχει χρώματα, οἷον εἰ τύχοι φαιόν, ξανθόν, πυρρόν, ἐρυθρόν. μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ οὐδὲν ὑπάρχει ἤγουν ξηροῦ καὶ ὑγροῦ.

“所有人在本性上都渴望求知。其表征是对各种感觉的喜爱。” 灵魂自然地趋向各种认知并向往善;而灵魂的善严格说来就是认知。因为灵魂认识神圣事物,并按照理论理智施行现实活动;而这种状态正是灵魂的圆满。因此亚里士多德极好地说,所有人在本性上都渴望求知,因为认知即是圆满。事实上,所有人自然地热爱认知,其最大的表征便是对各种感觉的亲爱;因为我们因感觉而喜悦,乃是因为我们通过感觉捕获事物。此外,即便离开依据各种感觉施行某种现实活动或付诸行动,我们也喜爱它们,而且在诸感觉之中尤为喜爱视觉;因为即便离开行动与现实活动,我们宁可选看,可谓胜过其他一切感觉。其原因在于,正如柏拉图在《斐多篇》中所说,正是通过这种感觉,我们才获得了哲学这一门类。因为凝视天空并观照其秩序与无可言喻之美,我们便达到了对造物主的构想。因此,在各种感觉中,正是这种视觉最使我们认识事物;他说这并非指相互认识,而是指认识神圣事物。因为通过任何其他感觉,我们都不曾像通过视觉这样深切地与诸事物共感。而且他说,可见物的中介者向视觉显明了诸多差异;因为在白与黑之间存在着许多颜色,例如恰巧可见的灰色、黄白色、茶褐色、红色。但在热与冷之间,或在干与湿之间,则不存在任何东西。

§1.4

"Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται τὰ ζῷα." Ἐντεῦθεν ἀπὸ τῶν αἰσθήσεων ἀνέρχεται μέχρι τοῦ θεωρητικοῦ νοῦ· διὰ γὰρ τούτου τοὺς ὅρους γινώσκομεν, ὥστε θεῖον λέγει εἶναι τὸν θεωρητικὸν νοῦν, εἴγε ἁπλαῖς ἐπιβολαῖς δι’ αὐτοῦ τὰ θεῖα λαμβάνομεν. ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ, ὥς φησιν ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, τῷ τέλει καὶ μόνῳ διαφέρει. τοῦ μὲν γὰρ θεωρητικοῦ τέλος ἡ γνῶσις τῶν ὄντων καὶ ἡ τοῦ θείου κατάληψις, τοῦ δὲ πρακτικοῦ τὸ ἀγαθόν. εἶπεν οὖν ὅτι ὁ ἄνθρωπος καὶ τὰς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ τῆς χρείας μόνον, ἐπειδὴ καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεται. φησὶν οὖν ὅτι οὐ μόνη ἡ αἴσθησις πρὸς γνῶσιν αὐτῷ συμβάλλεται, ἀλλὰ καὶ ὁ λόγος, καθ’ ὃν πλεονεκτεῖ τὰ ἄλλα ζῷα, καὶ ὅτι διὰ τούτου τελειότερος τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία τῷ ἐν γνώσει εἶναι πᾶσι δοκεῖ τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει.2 ἀλλὰ καὶ βεβαιοῖ τὸ προειρημένον τὸ τὰς αἰσθήσεις τοὺς ἀνθρώπους εὐλόγως ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων ταῖς ψυχαῖς. τείνει δὲ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός, ὁ ἀποδεικνύων τὰς ἀρχὰς πασῶν τῶν ἐπιστημῶν καὶ ὁ διαλεγόμενος περὶ τῶν θείων καὶ τοῦ θεωρητικοῦ νοῦ. τοῦτο οὖν φησιν, ὅτι πάντα τὰ ζῷα αἰσθητικὰ γίνονται ὑπὸ φύσεως.

“因此动物由本性生成时便具有感觉。” 由此,他从各种感觉上升直至理论理智;因为通过理论理智我们认识定义,以致于他说理论理智是神圣的,既然通过理论理智我们以单纯的直觉把握神圣事物。然而正如他在《论灵魂》论著中所说,理论理智与实践理智仅仅在目的上有所不同。理论理智的目的在于对诸存在者的认知和对神圣者的把握,而实践理智的目的则在于善。因此他说,人类连感觉也为了求知而喜爱,并非仅仅为了实用,因为感觉也为人类的认知作出贡献。因此,通过这些内容他教导我们:不仅感觉为人类的认知作出贡献,而且人类以此超越其他动物的理性也同样作出贡献;人类通过理性比其他动物更为完满;智慧因其存在于认知之中而在所有人看来都是最可尊贵的。不仅如此,他还确证了前述的论点,即人类合乎情理地喜爱各种感觉。他还阐明了灵魂中继诸感觉之后生成的诸能力的秩序。所有这些在他那里都指向关于智慧的论说,并表明何谓智者——即论证所有科学的原理之人,以及论述神圣事物和理论理智之人。因此他所说的乃是这一点:一切动物均由本性生成为具有感觉能力的。

§1.5

"Ἐκ δὲ τῆς αἰσθήσεως τοῖς μὲν αὐτῶν οὐ γίνεται μνήμη, τοῖς δὲ γίνεται." Οὐκ ἔχουσι μνήμην σκώληκες, ἐμπίδες, τὰ δὲ ἄλλα ἔχουσιν, οἷον κύων, ψιττακός, μύρμηξ, χελιδὼν καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ διὰ ταύτην τὴν αἰτίαν τὰ μὲν φρόνιμα ὑπάρχουσι τὰ δὲ μαθηματικώτερα τῶν ζῴων τῶν μὴ δυναμένων ἔχειν μνήμην· τῶν γὰρ ἐχόντων μνήμην τὰ μὲν φρόνιμα ὑπάρχει, τὰ δὲ μαθηματικώτερα. φρόνιμα τοίνυν ὑπάρχει ἄνευ τοῦ μανθάνειν ὅσα μὴ δύνανται διακρίνειν τοὺς ψόφους, περὶ δὲ τὸν βίον εἰσὶν εὐπερίστροφα, οἷον μέλιττα καὶ χελιδὼν καὶ μύρμηξ· προνοοῦνται γὰρ τοῦ ἑαυτῶν βίου.

“从感觉出发,它们之中的一些并不生成记忆,而另一些则生成记忆。” 蠕虫与蠓不具有记忆,而其他动物则具有记忆,例如狗、鹦鹉、蚂蚁、燕子以及其他所有这类动物。正因这一原因,相比于那些不能具有记忆的动物,有些动物是明智的,有些则更具有受教能力;因为在具有记忆的动物中,有些是明智的,有些更具有受教能力。因此,凡是不能分辨声音而在生活事务上机敏变通的动物,即使不通过学习也是明智的,例如蜜蜂、燕子与蚂蚁;因为它们为自己的生活预作筹划。

§1.6

"Μανθάνει δὲ ὅσα πρὸς τῇ μνήμῃ καὶ ταύτην ἔχει τὴν αἴσθησιν." Οἷον κύων, ψιττακός, ἵππος, ὄνος καὶ ὅσα ἄλλα τοιαῦτα.

“凡是除了记忆之外还具有这种感觉的动物,便能够学习。” 例如狗、鹦鹉、马、驴以及其他所有此类动物。

语法注2 条
  1. 1.3καὶ πολλάς, φησί, δηλοῖ διαφορὰς τὰ μεταξὺ τῶν ὁρατῶν αὐτῇ

    该句的主语是中性复数主格的 τὰ μεταξὺ τῶν ὁρατῶν(可见物的中介者),支配单数动词 δηλοῖ,其宾语为 πολλάς ... διαφοράς。与格代词 αὐτῇ 指代前文的 ἡ ὀπτική(视觉),用作表示关涉的与格(“对视觉而言”或“在视觉中”)。

  2. 1.4φησὶν οὖν ὅτι οὐ μόνη ἡ αἴσθησις πρὸς γνῶσιν αὐτῷ συμβάλλεται, ἀλλὰ καὶ ὁ λόγος, καθ’ ὃν πλεονεκτεῖ τὰ ἄλλα ζῷα, καὶ ὅτι διὰ τούτου τελειότερος τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία τῷ ἐν γνώσει εἶναι πᾶσι δοκεῖ τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει

    由开头的 φησὶν οὖν ὅτι 引出的一系列内容从句(不仅感觉有所贡献,理性亦然;人类藉此更为完满;智慧在认知中最受尊崇)最终由句末的主节 διὰ τούτων ἡμᾶς διδάσκει(通过这些内容他教导我们)统领并收结,形成了对前置并列 ὅτι 从句的重述与统摄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:5.33-7.17