← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§67.13-69.5

毕达哥拉斯派的数与自然物体及性质的不相容

阿斯克勒庇俄斯注解亚里士多德对毕达哥拉斯派的批判,指出数无法说明重、轻等自然性质及元素的固有运动,且因其未在可感事物之外设定超越的数,从而荒谬地导致数成为其自身的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81

" Ἔτι δὲ εἴτε δῴη τις αὐτοῖς ἐκ τούτων εἶναι μέγεθος." Κἂν ὑποθώμεθα, φησί, κατὰ συγχώρησιν ἐκ τῆς τῶν ἀριθμῶν συνθέσεως μέγεθος ἀποτελεῖσθαι καὶ τῶν πάντως ἀδιαστάτων εἶναι συγκείμενον, ὃ πάντων μᾶλλον ἀδύνατον, οὐδὲ τούτου τεθέντος ἀποδέδοται παρ’ αὐτῶν πόθεν ἐν τοῖς σώμασιν αἱ κατὰ φύσιν αὐτῶν ῥοπαί, κουφότητές τε καὶ βαρύτητες· οὐ γὰρ δὴ δυνάμει τὰ τοιαῦτα, ὥσπερ ἐστὶ καθ’ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνάμει τι σῶμα.1 ἃ γὰρ λέγουσι περὶ τῶν σωμάτων, οὐ μᾶλλον ταῦτα ἁρμόζει τοῖς φυσικοῖς ἢ τοῖς μαθηματικοῖς σώμασιν· ἰσότητες γὰρ καὶ ἀνισότητες καὶ σχήματα καὶ τὰ τοιαῦτα κοινὰ τούτων τε κἀκείνων τῶν σωμάτων. εἰ δὲ τὰ ἴδια τοῖς φυσικοῖς σώμασι, καθ’ ἃ ἐστι φυσικά, μὴ ἀποδίδοται (ταῦτα δέ ἐστι βαρύτης κουφότης, θερμότης ψυχρότης, ὑγρότης ξηρότης) οὐδὲν ἂν περὶ τῶν φυσικῶν σωμάτων εἶεν λέγοντες, περὶ ὧν λέγειν ἐβούλοντό τε καὶ προετίθεντο. διὸ οὐδὲν παντελῶς εἰρήκασι περὶ πυρὸς ἢ γῆς ἢ τῶν ἄλλων στοιχείων, ἐπειδὴ οὔτε περὶ τῶν αἰσθητῶν οὐδὲν εἰρήκασι, τουτέστι τῶν ποιοτήτων ἐξ ὧν ταῦτα ὑπάρχουσιν.

“此外,即使有人让步承认量度由这些产生,”他说,即使我们作为让步假设量度是由数的结合构成的,并且是由完全无广延的事物组合而成的——这比一切事情都更为不可能——,即便设定了这一点,他们也未能说明物体中合乎本性的倾向、即轻与重究竟从何而来;因为此类属性绝不是潜在地存在的,不像按照那些主张某种质料作为某种物体存在或作为潜在的某种物体作为基体的人们的学说那样。因为他们关于物体所说的话,适合于自然物体并不多于适合于数学物体;因为相等与不相等、形状以及诸如此类的事物,对于前者和后者的物体是共通的。但是,如果属于自然物体所特有的、物体借以成为自然物体的属性未能得到说明(这些属性是重与轻、热与冷、湿与干),那么关于他们既愿意又打算谈论的自然物体,他们就等于什么也没有说。因此,他们关于火、土或其他元素完全没有说过任何话,因为他们关于可感事物也没有说过任何话,即构成这些元素的诸性质。

§1.82

"Ἔτι δὲ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθμοῦ πάθη." Καὶ τοῦτο δείκνυσιν ἄτοπον αὐτοῖς ἑπόμενον, ὅτι αἴτια τῶν κατὰ τὸν οὐρανὸν ὄντων καὶ γινομένων ἐξ ἀρχῆς τε καὶ νῦν τὰ πάθη τῶν ἀριθμῶν καὶ τοὺς ἀριθμοὺς λέγουσιν (οὐδὲ γὰρ ἄλλο τι ἡγοῦντο εἶναι παρὰ τὰ ἐν τῷ οὐρανῷ) οὐκ ἄλλους δέ τινας ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τούτων τῶν ἐν τοῖς αἰσθητοῖς, ἐξ ὧν ἐστιν ὁ κόσμος.2 ἀεὶ μὲν γὰρ δεῖ ἄλλο εἶναι τὸ αἴτιον καὶ ἄλλο τὸ αἰτιατόν· οἱ δὲ ἀριθμοὺς λέγοντες εἶναι τόν τε κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ, τουτέστιν ἕκαστον τῶν ἐν τῷ κόσμῳ, καὶ τούτων ἀρχὰς τοὺς ἀριθμοὺς ὑποθέμενοι, ἀριθμὸν ἄλλον παρὰ τοῦτον οὐ λέγουσιν, ὥσπερ Πλάτων ἐποίει, ἄλλον μὲν λέγων τὸν εἰδητικὸν ἀριθμόν, 〈ὃν〉 καὶ αἴτιον ἐτίθετο, ἄλλον δὲ τὸν ἐν τοῖς αἰσθητοῖς. οὕτως δὲ λέγοντες αὐτὸν αὑτοῦ ἂν τὸν ἀριθμὸν αἴτιον λέγοιεν, εἴ γε αἴτιος μέν ἐστι τῶν ἐν τῷ κόσμῳ ὄντων, ταῦτα δὲ αὐτός ἐστιν ὁ ἐν τοῖς αἰσθητοῖς.

“此外,应当如何理解数的受动是原因,”他也指出了随他们的学说而来的荒谬:他们一方面说数的各种受动以及数本身自始至终是天界中存在和生成之物的原因(因为他们认为除了天界中的事物之外别无他物),另一方面却没有说出或保留在构成宇宙的可感事物中的这些数之外的任何其他数。因为原因与被引起之物[结果]必定永远是不同的;但他们一方面说宇宙和宇宙中的事物、即宇宙中的每一事物都是数,并将数设定为这些事物的本原,另一方面却没有说出除此以外的另一种数,正如柏拉图所做的那样,柏拉图主张相数是另一种数,并将其设定为原因,而可感事物中的数则是另一种。但如果这样说,假使数是宇宙中存在之物的原因,而这些事物本身又是可感事物中的数,那么他们就是在说数是其自身的原因。

§1.83

"Ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς ᾖ." Διὰ τούτων δείκνυσι πῶς ἐποίουν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ἀριθμοὺς. ἀεὶ ἀριθμοὺς λέγοντες καὶ αἰτίας αὐτῶν ἀριθμοὺς τιθέμενοι, ἄλλους ἀριθμοὺς παρὰ τούτους οὐκ ἔλεγον· ὥστε αὐτοὺς ἑαυτῶν τοὺς ἀριθμοὺς ἔλεγον εἶναι αἰτίους, καὶ ταὐτὸ αὐτοῖς αἴτιόν τε γίνεται καὶ αἰτιατόν. ἔλεγον γὰρ ἐν τινὶ μὲν μέρει τοῦ κόσμου δόξαν συνίστασθαι, ἐν ἄλλῳ δὲ καιρόν, πάλιν δὲ αὖ ἐν ἄλλῳ ἢ ἄνωθεν τούτων ἢ κάτωθεν ἢ ἀνικίαν ἢ κρίσιν ἢ μῖξιν ἤ τι ἄλλο τῶν ἐν οὐρανῷ. τῆς δὲ τούτων κατὰ τὴν τοιαύτην τάξιν συστάσεως ἀπόδειξιν ἔφερον, ὅτι τούτων μὲν ἕκαστον ἀριθμός ἐστιν, ἑκάστῳ δὲ τόπῳ ἐν τῷ κόσμῳ οἰκεῖός ἐστιν ἀριθμός. τῷ μὲν γὰρ μέσῳ τὸ ἓν (πρῶτον γάρ ἐστιν ἐνταῦθα), μετὰ δὲ τὸ μέσον τὰ δύο δόξα, καὶ οὕτως ἀεὶ ἀφισταμένων ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν γίνεσθαι τῶν συνισταμένων μεγεθῶν. τὴν γὰρ γῆν κέντρον ἔλεγον καὶ ἀναλογεῖν τῇ μονάδι. ὥσπερ οὖν αἱ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἠγμέναι εὐθεῖαί εἰσι μείζονες, οὕτως καὶ ὁ ἀπὸ τῆς μονάδος ἀρχόμενος ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται.3 συμβαίνει οὖν κατὰ τοῦτον τὸν τόπον ἤδη πλῆθος εἶναι μεγεθῶν. λέγει δὲ περὶ τοῦ ἐν τῇ γῇ τόπου ὡς ἐν τούτῳ διὰ τοῦτο πλήθους μεγεθῶν συνισταμένου, διὰ τὸ καὶ τῶν ἀριθμῶν εἴδη πλείονα ἐν τούτῳ εἶναι, ἐπειδὴ αἱ ἀπὸ τοῦ κέντρου, ὡς εἰρήκαμεν, περιφέρειαι μείζονές εἰσι τῶν μὴ ἀπὸ τοῦ κέντρου. καὶ τὸ ἀπὸ τῆς μονάδος οὖν ἐπ’ ἄπειρον αὔξεται· μονὰς δὲ ἡ γῆ ὡς κέντρον. ἢ πλῆθος λέγει τὸν ἀριθμὸν ὡς τῷ πλήθει τῶν ἀριθμῶν ἀκολουθοῦντος τοῦ τῶν πραγμάτων πλήθους, διὰ τὸ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι. καὶ οὕτως μὲν ἐξ ἀριθμῶν τὸν κόσμον ποιοῦσι.

“因为当在这一部分对他们来说是意见与适当时,”通过这些话,他表明了他们是如何把宇宙及其中的事物当作数的。他们不断谈论数并将数设定为其原因,却没有谈论除这些数之外的其他数;以至于他们等于说数是其自身的原因,而同一事物对他们而言既成了原因又成了结果。因为他们曾说,在宇宙的某一部分构成了意见,在另一部分构成了适当,而在另一部分,或在这些之上或在这些之下,构成了不公、裁决、混合,或天界中的其他某种事物。而作为这些事物按照如此秩序构成的证明,他们提出这些事物中的每一者都是一个数,并且宇宙中的每一个位置都有一个固有的数。因为中间对应于一(因为在那里它是最初的),而在中间之后,二对应于意见,如此随着离开中间越远,构成的量度的数量总是变得越多。因为他们说大地是中心并对应于单子。因此,正如从中心向圆周引出的直线更大一样,从单子开始的数也无限增加。因此在这位置上就产生出大量的量度。关于大地上的位置,他说在其中因此构成了大量的量度,这是因为数的相在其中也更多,正如我们所说,因为从中心引出的圆周大于不从中心引出的圆周。因此从单子出发的事物也无限增加;而作为中心的大地则是单子。或者他将数称为“多”,意思是因为事物就是数,所以事物的众多跟随着数的众多。他们就是这样由数构成宇宙的。

语法注3 条
  1. 1.81οὐ γὰρ δὴ δυνάμει τὰ τοιαῦτα, ὥσπερ ἐστὶ καθ’ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνάμει τι σῶμα

    首句“οὐ γὰρ δὴ δυνάμει τὰ τοιαῦτα”省略了系动词 ἐστί。“ὥσπερ ἐστὶ καθ’ οὓς...”构成比较句(“正如在主张……的人看来那样”),其中 ἐστί 可作无人称或承接上文属性。分词 οὖσα 与主语 ὕλη 保持性数格一致。

  2. 1.82οὐκ ἄλλους δέ τινας ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τούτων τῶν ἐν τοῖς αἰσθητοῖς, ἐξ ὧν ἐστιν ὁ κόσμος

    该句由 δέ 引导,与前文的 αἴτια... λέγουσιν 相对照,构成“一方面声称……另一方面却未……”的对比。介词 ἔξω 支配属格 τούτων τῶν ἐν τοῖς αἰσθητοῖς,意为“在可感事物中的这些数之外”。

  3. 1.83ὥσπερ οὖν αἱ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἠγμέναι εὐθεῖαί εἰσι μείζονες, οὕτως καὶ ὁ ἀπὸ τῆς μονάδος ἀρχόμενος ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται

    由 ὥσπερ... οὕτως καί 构成的对应类比句。主语 αἱ... εὐθεῖαι 指从中心向外引出的直线,形容词 μείζονες 表示向外延伸的线段更大,与源自单子的数无限递增(ἐπ’ ἄπειρον αὔξεται)形成比例对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:67.13-69.5