- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:65.29-67.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德对毕达哥拉斯派的批判(989b29–31)。阿斯克勒庇俄斯阐明,毕达哥拉斯派虽从数学研究出发将非物体的数(奇与偶)设定为本原,却与自然哲学家一样仅将说明对象局限于天界和可感事物,未能凭借不动的数解释运动和天体的运行。
" Οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται, ὡς εἴρηται." Αἰτιᾶται τοὺς Πυθαγορείους, οἳ δοκοῦσι καὶ αὐτοὶ καὶ τῆς ἀσωμάτου φύσεως μνημονεύειν, ὅτι ἀρχὰς ὑπέθεντο ξενικωτέρας καὶ ἀπηρτημένας τῶν φυσικῶν καὶ ἐκτοπωτέρας, τουτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας καὶ δυναμένας καὶ ἄλλων φύσεων ἀρχὰς εἶναι· ἀσωμάτους γὰρ καὶ ἀκινήτους·1 οἱ γὰρ ἀριθμοὶ τοιοῦτοι.
“因此,所谓的毕达哥拉斯派,如前所述,以更加奇异的方式运用本原和元素。” 他指责毕达哥拉斯派,他们自身似乎也提及了非物体的本性,却设定了与自然事物脱离的、更为外在且更为奇异的本原,也就是延伸得更广、超越出来并且也能够成为其他本性的本原;因为[他们将本原设定为]非物体的和不动的;因为数就是这般的。
"Τὸ δὲ αἴτιον ὅτι παρέλαβον αὐτὰς οὐκ ἐξ αἰσθητῶν." Τὴν αἰτίαν λέγει δι’ ἣν οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἐχρήσαντο ταῖς τοιαύταις ἀρχαῖς καὶ ἔλαβον αὐτάς (τὸ γὰρ παρέλαβον ἀντὶ τοῦ ἔλαβόν ἐστιν), ἀλλ’ ἀπὸ τῶν μαθημάτων, ἐν οἷς ἐντραφέντες ἐκ τούτων καὶ τούτοις ἀκολούθως ἔθεντο τὰς ἀρχάς. ταῦτα δέ ἐστι τὰ μαθηματικά, ὧν κατ’ αὐτοὺς ἀρχαὶ οἱ ἀριθμοί. ἃ ἔξω κινήσεως πάντα καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογίᾳ·2 καὶ γὰρ ἡ ἀστρονομία μαθηματικὴ μέν, ἀλλὰ περὶ φυσικῶν τε καὶ κινουμένων ὁ λόγος αὐτῇ· τὰ γὰρ ἄστρα, περὶ ὧν πραγματεύεται, φυσικά τε καὶ ἐν κινήσει. ἀμέλει τοι ἐζήτησεν ἐν τῷ δευτέρῳ λόγῳ τῶν Φυσικῶν τὰς διαφορὰς τοῦ φυσικοῦ καὶ τοῦ ἀστρονόμου, εἴ γε καὶ αὐτὸς ὁ ἀστρονόμος διαλέγεται περὶ φυσικῶν σωμάτων καὶ κινουμένων· καὶ εἶπεν ἐν ἐκείνοις ὅτι ὁ μὲν φυσικὸς τὴν ὕλην σκοπεῖ τῶν οὐρανίων ὁποία ἐστίν, ὅτι ὑποκείμενον, εἰ τύχοι, ὅτι οὐ δέχεται τὰ ἐναντία· ὁ μέντοι γε ἀστρονόμος οὐ φροντίζει τῆς ὕλης, εἴτε ἀερία ἐστὶν εἴτε πυρία εἴτε ἄλλη τις, ἀλλὰ μόνον τὴν κίνησιν τῶν ἀστέρων περιεργάζεται. φησὶν οὖν ὅτι οἱ Πυθαγόρειοι διαλέγονται καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανὸν καὶ περὶ τὰ τούτου μέρη πραγματεύονται, τουτέστι περὶ ἄστρων κινήσεις τοίας ἢ τοίας, καὶ διαλέγονται περὶ παθῶν, φημὶ δὴ ἐκλείψεων, καὶ διατηροῦσι τὸ συμβαῖνον περὶ τὰ ἔργα, τουτέστι περὶ τὰς δύσεις καὶ τὰς ἀνατολάς· καὶ τὰς ἀρχὰς ἑαυτῶν καὶ τὰ αἴτια εἰς ταῦτα καταδαπανῶσι καὶ ὁμολογοῦσι καὶ ὁμοφωνοῦσι κατὰ τοῦτο τοῖς ἄλλοις φυσιολόγοις, ὅτι τό γε ὂν τοῦτ’ ἔστιν ὅσον ἐστὶν αἰσθητὸν καὶ περιείληφεν ὁ καλούμενος οὐρανός. οὐδὲν γάρ ἐστιν ἔξω τοῦ οὐρανοῦ, ὡς ἀρέσκει καὶ τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει, καὶ πολλοὺς λόγους τέθεικεν ἐν τῇ Φυσικῇ ἀκροάσει κατασκευαστικοὺς τοῦ τοιούτου, ὅτι οὐδέν ἐστι παντάπασιν ἔξω τοῦ οὐρανοῦ. ταῦτα οὖν γεννῶσιν ἐξ ἐκείνων· τόν τε γὰρ οὐρανὸν καὶ τὰ ἐκείνου μέρη γεννῶσιν ἐκ τῶν ἀρχῶν ἃς ὑποτίθενται (αὗται δέ εἰσι τὸ ἄρτιον καὶ τὸ περιττόν, ὡς εἴρηται), καὶ τὰ συμβαίνοντα καὶ περὶ ταῦτα ἀποδιδόασι (ταῦτα λέγω τὰ ἐν τῷ οὐρανῷ), ὡς οὐδενὸς ὄντος ἢ γινομένου ἐξ αὐτῶν ἄλλου παρὰ τὰ αἰσθητά, ὁμολογοῦντες κατὰ τοῦτο τοῖς φυσικοῖς, οἳ οὐδὲν ἡγοῦντο παρὰ τὰ φυσικά τε καὶ ἐν κινήσει εἶναι· καίτοι τοιαύτας ἀρχὰς ὑποθέμενοι αἳ ἱκαναὶ ἦσαν καὶ τῶν ἀσωμάτων καὶ ὑπὲρ τὰ φυσικὰ ὄντων ἀρχαὶ λέγεσθαι, καὶ μᾶλλον ἁρμόττουσαι τοῖς ὑπὲρ φύσιν ἢ τοῖς περὶ φύσεως. οἱ γὰρ ἀριθμοὶ μᾶλλον ἀρχαὶ τῶν ἀσωμάτων ἤπερ τῶν σωμάτων. αἰτιᾶται οὖν αὐτοὺς καὶ κατὰ τοῦτο, ὅτι οὐδὲ τούτων ἱκανῶς τὰς αἰτίας ἀπέδοσαν. ὃ γὰρ μάλιστα ἴδιον τούτων, ἡ κίνησις, πῶς αὕτη γίνεται ἐν αὐτοῖς ἐκ τοιούτων ἀρχῶν οὖσί τε καὶ γινομένοις, τοῦ τε πεπερασμένου καὶ τοῦ ἀπείρου;3 ὧν τὸ μὲν πεπερασμένον ἐστὶ τὸ περιττόν, ὃ πέρας εἶπε, τὸ δὲ ἄπειρον τὸ ἄρτιον ὃ λέγουσιν. ἀκίνητοι γὰρ οἱ ἀριθμοὶ καὶ οὐδεμιᾶς κινήσεως αἴτιοι. ἀλλ’ οὐδὲ ὅτι δυνατόν ἐστιν ἄνευ κινήσεως καὶ μεταβολῆς ἐξ ἐκείνων τῶν ἀρχῶν γενέσθαι ταῦτα 〈ἃ〉 ἐξ αὐτῶν γεννῶσιν, ἢ αὐτὰ τὰ τῶν ἄστρων ἔργα, ἃ διὰ τὴν φορὰν αὐτῶν καὶ τὴν κίνησιν γίνεται, διδάσκουσιν. ἔστι δὲ ἔργα αὐτῶν ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τοιαῦτα, ἃ πῶς οἷόν τε γίνεσθαι χωρὶς κινήσεως; πάνυ δὲ ἐναργῶς τῇ τῶν ἄστρων παραθέσει, ὧν διὰ κινήσεως αἱ ἐνέργειαι, ἔδειξε τὸ ἐλλιπὲς τῆς δόξης. οὔτε δὲ γένεσιν δυνατόν ἐστι γενέσθαι ἢ φθορὰν ἄνευ μεταβολῆς.
“而原因是他们并未从可感事物中接受它们。” 他说明了他们并非从可感事物出发运用并获取这类本原(因为“接受”在此代替“获取”),而是从数学各学科出发的原因;他们在其中受熏陶,因而从这些学科出发并遵循它们设定了本原。这些就是数学对象,依他们之见其本原是数。除了天文学中的对象之外,所有这些[数学对象]都在运动之外且不是自然的;因为天文学固然是数学的,但其论述针对的是自然且运动的事物;因为其所处理的天体既是自然的又处于运动之中。正是为此,他在《物理学》第二卷中探讨了自然哲学家与天文学家的区别,既然天文学家自己也讨论自然物体和运动之物;他在那些地方说,自然哲学家考察天界的质料是怎样的,例如它是载体且不接纳对立面;而天文学家并不关心质料,无论它是空气质的、火质的还是别的什么,而仅仅探究星体的运动。因此他说,毕达哥拉斯派讨论并处理有关自然的一切事物;因为他们生成天界并处理其各个部分,即星体的这样或那样的运动,并且讨论受动,我是指日食与月食,还观察关于其运作即落与出所发生的情况;他们将自己的本原和原因耗费在这些事物上,并在此点上与其他自然哲学家一致且同声相应:存在至少仅限于可感的且为所谓天界所包容的事物。因为天界之外无物存在,正如柏拉图和亚里士多德所赞同的,并且他[亚里士多德]在《自然学讲义》中提出了许多论证确立了这一点,即天界之外绝无任何事物。因此他们从那些[本原]中生成这些事物;因为他们从自己设定的本原(如前所述,这些是偶和奇)中生成天界及其各部分,并说明关于这些事物(我是指天界中的事物)所发生的情况,仿佛从它们之中绝无除可感事物之外的其他事物存在或生成一样,在这一点上与那些认为除了自然且处于运动之中的事物外别无他物的自然哲学家相一致;尽管他们设定的这些本原足以被称为非物体且高于自然存在物的本原,并且比起关于自然的事物更适合于超自然的事物。因为数更多是非物体的本原而非物体的本原。因此他也在此点上指责他们,即他们甚至未能充分说明这些[自然事物]的原因。因为最属于这些事物所特有的运动,在它们从这般本原即有限与无限中存在且生成时,运动究竟如何产生于它们之中?其中有限是奇数(他称之为极限),无限是他们所说的偶数。因为数是不动的,不是任何运动的原因。他们甚至也没有教导,他们从它们之中所生成的这些[事物],或者星体因其位置移动和运动而产生的运作本身,不经运动和变化能够从那些本原中产生。它们的运作是出、落等等,而这些若无运动怎能产生?通过并置星体(星体的现实活动是通过运动进行的),他极其清晰地指出了其意见的缺失。而且若无变化,生成或消灭也是不可能产生的。
- 1.79ἀσωμάτους γὰρ καὶ ἀκινήτους
承接前文ὅτι 从句(ὅτι ἀρχὰς ὑπέθεντο...)的动词 ὑπέθεντο,理解为“因为[他们将本原设定为]非物体的和不动的”。宾格 ἀσωμάτους καὶ ἀκινήτους 作为被省略的宾语(ἀρχάς)的谓语性格位补充。
- 1.80ἃ ἔξω κινήσεως πάντα καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογίᾳ
关系代词 ἃ 为主格中性复数,以前文的 τὰ μαθηματικά 为先行词。省略了系动词 ἐστί,构成独立说明句:“除了天文学中的对象之外,所有这些[数学对象]都在运动之外且不是自然的”。
- 1.80τοῦ τε πεπερασμένου καὶ τοῦ ἀπείρου
属格短语,作为紧接其前的 ἐκ τοιούτων ἀρχῶν(“从这般本原中”)的同格语。它指毕达哥拉斯派的两大根本本原“有限”与“无限”,后文的关系从句 ὧν τὸ μὲν πεπερασμένον... 进一步将它们分别指认为奇数与偶数。
