- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:64.30-65.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在梳理了亚里士多德将毕达哥拉斯派的数论与自然哲学家的元素论相对比(指出后者能够说明运动与轻重而前者不能)的批评之后,引述其师阿摩尼奥斯的见解,主张毕达哥拉斯派是将数作为形式的象征来论述的。
τοῖς γὰρ λέγουσιν ἀρχὰς ὑλικὰς τῶν σωμάτων τὰ στοιχεῖα ἕπεται λέγειν καὶ κίνησιν,1 ἐπεὶ καὶ ποιητικὸν αἴτιον ὑποτίθενται τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ, καὶ ὅτι κινοῦνται τὰ στοιχεῖα καὶ κίρνανται ἀλλήλοις, καὶ ποτὲ μὲν ἐκ τῆς τοιᾶσδε κινήσεως αὐτῶν τὴν τοῦ παντὸς γίνεσθαι γένεσιν, ποτὲ δὲ τὴν φθοράν· ὁμοίως δὲ καὶ ὅτι τὰ μὲν γῆς μετέχοντα πλείονος βαρέα ὑπάρχουσι καὶ ὕδατος, τὰ δὲ πυρὸς ἢ ἀέρος κοῦφα. εἰ δὲ ἐκ τῶν ἀριθμῶν ὑποθώμεθα τὰ φυσικὰ πράγματα, οὐ ῥᾴδιον ἀποδοῦναι τὴν αἰτίαν τῆς κινήσεως, ἤγουν τῆς βαρύτητος καὶ κουφότητος. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ δὲ ἡμέτερος φιλόσοφος Ἀμμώνιος συμβολικῶς, φησί, πάντα ταῦτα οἱ Πυθαγόρειοι ἔλεγον.2 ἐπειδὴ γὰρ ὁ ἀριθμὸς ὁριστικός ἐστι τοῦ πράγματος οὗ ἐστι, τοιαῦτα δὲ καὶ τὰ εἴδη ὁριστικὰ τῆς ὕλης καὶ περιεκτικὰ αὐτῆς, διὰ τῶν ἀριθμῶν ἐδήλουν τὰ εἴδη ὑπάρχοντα ἐν τῷ παντί, ἐπεὶ μεστός ἐστιν ὁ κόσμος εἰδῶν. διὸ καὶ ἔλεγον τὴν δυάδα δόξαν, ἐπειδὴ ἄρχεται διαιρεῖσθαι ἡ δυάς· τοιαύτη δὲ καὶ ἡ δόξα ἐπαμφοτερίζουσα. πάλιν δὲ τὸν ἑπτὰ ἀριθμὸν ἐκάλουν καιρόν, ἐπειδὴ τὰ ἑπτάμηνα τικτόμενα ζῶσι, καὶ διὰ τὰς διαφόρους ἡλικίας, ὅτι μέχρι ἑπτὰ ἐτῶν † καὶ ἐκεῖθεν ἄρχεται ὀδοντοφυεῖν, εἶτα ἐν τῇ τρίτῃ ἑβδομάδι πάνυ αὔξει καὶ ἄρχεται σπερμαίνειν, ὡς ἀνωτέρω ἐπὶ πολὺ εἴρηται περὶ αὐτοῦ· πρὸς τούτοις δὲ ὅτι ἡ ἑβδόμη ἡμέρα κρίσιμος ὑπάρχει. πάλιν δὲ τὸν ἓξ ἀριθμὸν ἔλεγον κρίσιν, ὃς καὶ ἔστιν ἀρτιοπέριττος. ἀρτιάκις γὰρ ἄρτιός ἐστιν ἀριθμὸς ὁ ἀναλυόμενος μέχρι μονάδος αὐτῆς, ὥσπερ ὁ λβ, ις, η, δ, β, α· περισσάρτιος δὲ ὁ διαιρούμενος εἰς ἀρτίους κατὰ τὴν πρώτην διαίρεσιν, ὕστερον δὲ εἰς περιττούς, ὥσπερ ὁ ιβ· διαιρεῖται γὰρ εἰς ς καὶ ς, καὶ πάλιν εἰς γ καὶ γ. ἐκάλουν οὖν τὸν ς ἀριθμὸν κρίσιν, ἐπειδὴ πρῶτος διαιρεῖται εἰς δύο περιττοὺς ἀριθμούς· ὁ γὰρ δύο διαιρεῖται εἰς μονάδας, ἡ δὲ μονὰς οὐκ ἔστιν ἀριθμός. πάλιν τὸν περισσάρτιον, τουτέστι τὸν ιβ, ἐκάλουν μῖξιν, ἐπεὶ καὶ εἰς ἀρτίους διαιρεῖται, εἰς ς καὶ ς, καὶ εἰς περιττούς, εἰς τρία καὶ τρία. πάλιν δὲ τὸν πέντε ἀριθμὸν ἐκάλουν ἱερὸν δικαιοσύνης καὶ ἀνικίαν, ἐπειδὴ ὁ πέντε διαιρεῖ δίχα τὸν τέλειον ἀριθμόν, καὶ οὐδέτερον μέρος νικᾷ ἐν αὐτῷ, ἀλλὰ τὸ ἴσον ἔχει ἑκάτερος· διὸ καὶ ἀνικίαν ἔλεγον τὸν τοιοῦτον καὶ ἱερὸν δικαιοσύνης. αὖθις δέ φησι πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης ἐγκαλῶν αὐτοῖς ὅτι πῶς δεῖ λαβεῖν ἀρχὰς τοὺς ἀριθμοὺς τῶν καὶ νῦν ὄντων καὶ κινουμένων καὶ ἐξ ἀρχῆς ὄντων, ἐπειδὴ ἐν τοῖς αἰσθητοῖς ἱδρύετε τοὺς ἀριθμούς; πῶς οὖν τὰ ἐν αὐτοῖς ἱδρυμένα ἀρχαὶ αὐτῶν ὑπάρχουσι καὶ τῶν μελλόντων γίνεσθαι καὶ τῶν ἤδη γενομένων; ἔπειτα ἐκ τοῦ μίγματος λαμβάνεται αὐτῶν·3 φασὶ γὰρ τοὺς ἀριθμοὺς ἐγκαταμεμῖχθαι ἐν ἅπασι τοῖς οὖσι. καὶ τοῦτο δὲ συμβολικῶς λέγουσιν· ἐπειδὴ γὰρ πανταχοῦ τὰ εἴδη, διὰ δὲ τῶν ἀριθμῶν τὰ εἴδη ἐδήλουν, τούτου χάριν οὕτως ἔλεγον.
因为对于那些主张元素是物体的质料本原的人来说,必然随之也要论及运动,因为他们也将天体的圆周旋转设定为动力原因,并且[主张]元素运动并相互调和,有时由于它们这般的运动而产生宇宙的生成,有时则产生消灭;同样,分有较多土和水的事物是重的,而分有火或空气的事物则是轻的。但如果我们设定自然事物由数构成,就不容易说明运动的原因,也就是轻重的原因。这些就是亚里士多德所论述的。然而,我们的哲学家阿摩尼奥斯说,毕达哥拉斯派所说的这一切都是象征性的。因为数是它所属事物的规定者,而形式同样也是质料的规定者并包容质料,所以他们通过数来表明宇宙中实存的形式,因为宇宙充满了形式。因此他们也将二称为意见,因为二开始被分割,而意见也是这般摇摆于两端。此外,他们将数字七称为时机,因为怀胎七月而生的婴儿能够存活,并且也因为人生的不同阶段,即七岁之前[是乳牙],自此开始换牙,然后在第三个七年期完全成长并开始产生种子(正如前文关于此点已有详尽论述);除这些之外,还因为第七天是危象之日。此外,他们将数字六称为决断,它也是一个偶奇数。因为偶倍偶数是能够一直分解到单位本身的数,例如 32, 16, 8, 4, 2, 1;而奇偶数则是在最初的分割中被分成偶数,随后被分成奇数,例如 12;因为它可以分成 6 和 6,进而分成 3 和 3。因此他们把数字 6 称为决断,因为它是第一个被分成两个奇数的数;因为二被分成单位,但单位并不是数。此外,他们将奇偶数即 12 称为混合,因为它既被分成偶数(分成 6 和 6),也被分成奇数(分成三和三)。此外,他们将数字五称为正义之殿和无胜,因为五将完全数二等分,在其中两部分互不压倒,而是各自拥有均等的部分;因此他们将这样的数称为无胜和正义之殿。亚里士多德再次针对他们指责道:既然你们将数确立在可感事物之中,那么应当如何理解数是现存且运动的事物以及自始存在的事物的本原呢?那么,确立在可感事物之中的东西,怎能成为它们自身、将要生成之物以及已经生成之物的本原呢?随后,反驳他们的论点从混合中引出;因为他们声称数混合在一切存在物之中。但这一点他们也是象征性地说的;因为既然形式无处不在,而他们通过数来表明形式,正是为此缘故他们才这样说的。
- 1.78τοῖς γὰρ λέγουσιν ἀρχὰς ὑλικὰς τῶν σωμάτων τὰ στοιχεῖα ἕπεται λέγειν καὶ κίνησιν
无人称动词 ἕπεται 支配与格分词短语 τοῖς λέγουσιν(“对于主张……的人来说”)以及不定式 λέγειν。不定式 λέγειν 的宾语首先是名词 κίνησιν(“运动”),随后在说明性的 ἐπεί 从句之后,顺接了并列的 ὅτι 从句及不定式结构(καὶ ὅτι κινοῦνται..., γίνεσθαι, καὶ ὅτι τὰ μὲν...)。
- 1.78ὁ δὲ ἡμέτερος φιλόσοφος Ἀμμώνιος συμβολικῶς, φησί, πάντα ταῦτα οἱ Πυθαγόρειοι ἔλεγον
动词 φησί(“他说”)作为插入成分与主句主语 ὁ ... Ἀμμώνιος 连用,未借助从属连词而直接引出陈述句 πάντα ταῦτα οἱ Πυθαγόρειοι ἔλεγον(“毕达哥拉斯派所说的这一切……”)。
- 1.78ἔπειτα ἐκ τοῦ μίγματος λαμβάνεται αὐτῶν
第三人称单数被动态动词 λαμβάνεται 在此作非人称使用(“[论点/反驳]被引出”),与介词短语 ἐκ τοῦ μίγματος(“从混合中”)结合。属格代词 αὐτῶν 则起关涉或对抗的属格作用(“针对他们”)。
