← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§63.25-64.30

毕达哥拉斯派的数本原说及其困难

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》989b29,阐明毕达哥拉斯派将数设定为物体的本原却又视其为不动的数学对象,因而无法解释运动、元素的生成以及物体的轻重,并将其与柏拉图的形式之数学说进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.78#1

" Οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται τῶν φυσιολόγων.1" Ἐλέγξας τοὺς φυσικοὺς περὶ τῶν ἀρχῶν ὡς μὴ ὑποτιθεμένους κοινὰς ἀρχὰς πάντων τῶν ὄντων ἀλλὰ μόνας σωματικὰς ἀρχάς, καὶ καταλιπὼν τούτους ὡς μὴ ὅλως ὑποτιθεμένους ἀρχὰς καθολικὰς πάντων τῶν ὄντων (οὐ γὰρ δὴ τῶν ἀσωμάτων ὑπετίθεντο ἀρχάς, ὡς εἴρηται), νῦν μετέρχεται ἐπὶ τοὺς Πυθαγορείους, οἵτινες καθολικὰς ἀρχὰς ὑποτίθενται πάντων τῶν ὄντων καὶ σωμάτων καὶ ἀσωμάτων, ἐπειδὴ καὶ αὐτός ἐστιν [ὁ] περὶ τῶν ἀρχῶν κοινῶς πασῶν τῶν τε ἀσωμάτων καὶ σωμάτων λέγων. φησὶν οὖν ὅτι οἱ καλούμενοι Πυθαγόρειοι ἐκτοπωτέρως χρῶνται τῶν φυσιολόγων τοῖς στοιχείοις καὶ ταῖς ἀρχαῖς, τουτέστι κοινοτέρως καὶ ξενικωτέρως· ξενικωτέρως μέν, ὅτι ὑποτίθενται ἀρχὰς σωμάτων τοὺς ἀριθμοὺς καὶ ὑλικὰς καὶ ποιητικὰς καὶ εἰδικάς, ὁμοίως δὲ καὶ τῶν ἀσωμάτων· κοινοτέρως δέ, ὅτι τούτους τοὺς ἀριθμοὺς λέγουσιν εἶναι καὶ τῶν σωμάτων καὶ τῶν ἀσωμάτων. πολλὰ δὲ ἄτοπα ἕπονται τῇ δόξῃ αὐτῶν, ἐπειδὴ ἀρχὰς ὑποτίθενται τῶν αἰσθητῶν τὰ μαθήματα· ἡ γὰρ ἀριθμητικὴ μαθηματική ἐστι. τὰ οὖν μαθηματικὰ ἀκίνητα ὑπάρχουσι· πῶς οὖν ἐν κινήσει ὑπάρχουσι τὰ φυσικὰ πράγματα, τῶν ἀρχῶν καὶ τῶν ποιητικῶν καὶ πασῶν ἁπλῶς ἀκινήτων οὐσῶν;2 διαλέγονται μέντοι καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανὸν καὶ πάντα τὰ φυσικὰ πράγματα ἐκ τῶν ἀριθμῶν. εἰ οὖν ὑποτίθενται πέρας καὶ ἄπειρον καὶ περιττὸν καὶ ἄρτιον ἀρχάς, οὐκ ἔσται κίνησις ἐν τοῖς οὖσι· πάντα γὰρ ταῦτα ἀκίνητα ὑπάρχουσιν. ἄλλως τε δέ, φησί, ὑποτίθενται τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθητοῖς εἶναι καὶ οὐδέποτε ἄνευ τῶν αἰσθητῶν ὑπάρχειν. εἰ τοίνυν ἡ ἀρχὴ θέλει εἶναι προτέρα τῷ χρόνῳ † ἀξιώματί φησι καὶ τῇ τάξει,3 οἱ 〈δ’〉 ἀριθμοὶ κατ’ αὐτοὺς ἐν τοῖς αἰσθητοῖς ὑπάρχουσι, φανερὸν ὅτι οὐκ ἔσονται πρότεροι οἱ ἀριθμοὶ τῇ τάξει ἤγουν τῷ ἀξιώματι, εἴ γε καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς τὸ εἶναι ἔχουσιν. ἀμέλει τοι κατὰ τοῦτο μᾶλλον αὐτῶν κατορθοῖ ὁ Πλάτων· ὑποτίθεται γὰρ καὶ αὐτὸς πάντα γίνεσθαι ἐκ τῶν ἀριθμῶν, ἀλλὰ τὰς ἀρχὰς τῶν αἰσθητῶν τῷ ὄντι ἐν τοῖς αἰσθητοῖς καὶ αὐτὸς ὑποτίθεται, τῶν δὲ νοητῶν κεχωρισμένους ἀριθμοὺς καὶ ἐξῃρημένους ὑποτίθεται, οὓς προσαγορεύει εἰδητικοὺς ἀριθμούς. ἐπειδὴ οὖν, φησίν, ἀδύνατόν ἐστιν ἐκ τῆς τῶν ἀριθμῶν συνθέσεως πῦρ γενέσθαι ἢ ἕτερόν τι τῶν στοιχείων, παντελῶς οὐδὲ εἰρήκασι περὶ τῶν στοιχείων. ἢ πῶς ἄνευ κινήσεως καὶ μεταβολῆς γένεσιν εἶναι δυνατὸν καὶ φθοράν, οὐδὲν εἰρήκασι παντελῶς. ἄλλως τε οὐδὲ εἰρήκασι δι’ ἣν αἰτίαν τῶν σωμάτων τὰ μὲν βαρέα ὑπάρχουσι, τὰ δὲ κοῦφα. ἐξ ὧν γὰρ ἀρχῶν ὑποτίθενται, μᾶλλον μαθηματικὰ λέγουσι σώματα ἤπερ φυσικά· ἡ γὰρ ἀριθμητική, ὡς εἴρηται, μαθηματική ἐστι.

“因此,所谓的毕达哥拉斯派在使用本原和元素方面,比自然哲学家更为奇特。” 在就本原问题反驳了自然哲学家——指责他们没有设定一切存在物的共同本原,而仅仅设定了物体的本原,并且抛开了他们——指责他们根本没有设定一切存在物的普遍本原(因为正如所说的那样,他们确实没有设定非物体事物的本原)之后,[亚里士多德]现在转向毕达哥拉斯派,这些人设定了一切存在物(包括物体和非物体)的普遍本原,因为他自己也是共同探讨非物体与物体的全部本原的人。因此他说,所谓的毕达哥拉斯派在使用元素和本原方面比自然哲学家更为奇特,也就是说,更为普遍且更为异乎寻常:更为异乎寻常,是因为他们把数设定为物体的质料本原、动力本原和形式本原,同样也设定为非物体事物的本原;更为普遍,则是因为他们说这些数既属于物体,也属于非物体事物。然而,许多荒谬之处随他们的学说而来,因为他们把数学对象设定为可感事物的本原;算术确实是一门数学学科。因此数学对象是不动的;那么,既然本原——包括动力本原乃至全然一切本原——都是不动的,自然事物又怎能处于运动之中呢?不过,他们确实探讨并论述了有关自然的一切事物;因为他们从数中生成了天体以及一切自然事物。因此,如果他们把界限与无限、奇数与偶数设定为本原,存在物之中就不会有运动;因为所有这些都作为不动者而存在。此外,他说,他们设定数存在于可感事物之中,绝不能离开可感事物而存在。因此,如果本原应当在时间上、在尊严上——他说——以及在秩序上在先,而按照他们的看法,数存在于可感事物之中,那么显而易见,数在秩序上也就是在尊严上将不在先,假如它们确实就在可感事物本身之中拥有其存在的话。当然,正是在这一点上柏拉图比他们更为妥当;因为柏拉图自己也设定一切事物都由数生成,但他自己也确实把可感事物的本原设定在可感事物之中,而对于可知事物,他则设定了分离且超拔的数,并称之为形式之数。因此他说,既然火或元素中的任何其他东西都不可能由数的结合生成,他们就全然没有谈论过元素。抑或在没有运动和变化的情况下生成和消灭如何可能,他们也完全未曾说明。此外,他们甚至没有说明究竟由于什么原因,物体中有些是重的,有些是轻的。因为从他们所设定的本原出发,他们所谈论的毋宁是数学物体而非自然物体;因为正如所说,算术是一门数学学科。

语法注3 条
  1. 1.78ἐκτοπωτέρως χρῶνται τῶν φυσιολόγων

    动词 χρῶνται 支配与格(ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις),而属格 τῶν φυσιολόγων 则随比较级副词 ἐκτοπωτέρως 构成比较属格。

  2. 1.78τῶν ἀρχῶν καὶ τῶν ποιητικῶν καὶ πασῶν ἁπλῶς ἀκινήτων οὐσῶν

    独立属格结构,为主句的疑问句 πῶς οὖν ἐν κινήσει ὑπάρχουσι τὰ φυσικὰ πράγματα 提供让步或原因性的背景条件(“既然本原乃至动力本原和一切本原全然不动”)。

  3. 1.78προτέρα τῷ χρόνῳ † ἀξιώματί φησι καὶ τῇ τάξει

    虽然文本带有残缺符号 †,但 τῷ χρόνῳ、ἀξιώματι 和 τῇ τάξει 均为平行的限制与格(“在时间上、在尊严上、在秩序上”)。φησί 是注解者插入的从属引述词(“他说”,指亚里士多德)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:63.25-64.30