← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§62.21-63.24

阿那克萨戈拉双本原说总结与转向毕达哥拉斯派

亚里士多德将阿那克萨戈拉的学说总结并批评为双本原说,随后排除了仅关注可感世界的自然哲学家,转向考查同样设定了非物体实体的毕达哥拉斯派与柏拉图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76

" Ἐκ δὲ τούτων συμβαίνει λέγειν αὐτόν." Συγκεφαλαιοῦται τὴν Ἀναξαγόρου δόξαν περὶ τῶν ἀρχῶν, ᾗ συγκατέθετο ἄν,1 εἴ τις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἑπόμενος συνδιήρθρου αὐτά, ὅτι ἔστι κατ’ αὐτὸν ἀρχὴ νοῦς ἁπλοῦς ὢν κατ’ αὐτὸν καὶ ἀμιγής (καὶ εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον, τουτέστι τὸ ἀόριστον· τοιοῦτον γὰρ ἡ ὕλη, πρὶν ὁρισθῆναι καὶ εἰδοποιηθῆναι, ἀόριστος καὶ μηδὲν ἐνεργείᾳ ἀλλὰ δυνάμει πάντα ἔχουσα ἃ δύναται γενέσθαι, ὁποῖον ἐκεῖνος τὸ μῖγμα ὑπέθετο. ὥστε λέγει μὲν οὔτε ὀρθῶς οὔτε σαφῶς· ἀλλ’ οὐδὲ εἰ οὕτως λέγει ὡς αὐτὸς αὑτῷ βοηθῶν εἴρηκεν αὐτὸν βούλεσθαι λέγειν, ὀρθῶς ἂν λέγοι πάντῃ· δύο γὰρ μόνον ἀρχὰς ἂν λέγοι ἀντὶ τεσσάρων. ἔτι οὐδὲ πάντῃ οἷόν τε λέγειν οὕτως αὐτὸν εἰρηκέναι· τὰ γὰρ ὁμοιομερῆ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει λέγων εἶναι ἀλλ’ ἐνεργείᾳ. ἀλλ’ οὐδὲ σαφῶς τι τούτων λέγει ὧν εἴρηκε· βούλεται μέντοι τι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι, τοῖς περὶ Πλάτωνα λέγει τοῖς τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὰς τιθεμένοις τῶν ὄντων, καὶ τοῖς φαινομένοις μᾶλλον· ἐλλείπει τὸ ἀκόλουθα· ἀκόλουθα γὰρ μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ.2

“从这些事情中得出的结论是他主张。” [亚里士多德]总结了阿那克萨戈拉关于本原的学说;如果有人跟从他所说的思想并共同予以界分,[阿那克萨戈拉]本人原本也会赞同这一学说:即根据他的看法,本原是理智——在他看来是单纯且未混合的(并且它与“一”相当)——以及“另一者”,也就是不定者;因为质料在被规定和被赋予形式之前正是如此,它是未被规定的,现实地不具有任何东西,但潜在地具有能够生成的一切事物,正如他所假设的那种混合物一样。因此,他既没有正确地陈述,也没有清晰地陈述;但即使他按照[亚里士多德]为了援助他而说他意图表达的方式来陈述,他也不会在一切方面都陈述得正确;因为他所说的只是两个本原而非四个。再者,也绝不能完全说他就是这样表达的;因为混合物中的同质部分,他似乎并不是说它们潜在地存在,而是现实地存在。然而,在他所谈论的这些事情中,他也未曾清晰地表达其中任何一个;不过,他的意旨接近于那些后来的主张者——即指柏拉图一派,他们把“一”与“不定的二”确立为存在物的本原——并且更切合于显现的事象;这里省略了“切合”一词;因为[他的真实意图]比他表面上似乎在说的内容更切合于显现的事象。

§1.77

"Ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθορὰν καὶ κίνησιν." Ἱστορήσας τὰς τῶν ἀρχαίων δόξας, ἃς περὶ τῶν ἀρχῶν ἔσχον, χωρίζει νῦν τοὺς φυσικοὺς ἀπὸ τῶν καὶ ἀσωμάτους ὑποθεμένων οὐσίας, καὶ παραιτησάμενος ἐκείνους ὡς οὐ περὶ πάσης τῆς οὐσίας πραγματευσαμένους, οὐδὲ ὄντα χρήσιμα τὰ ὑπ’ αὐτῶν λεγόμενα εἰς τὴν προκειμένην πραγματείαν, ἐπὶ τὸ διερευνήσασθαι τὰς δόξας τῶν Πυθαγορείων καὶ Πλάτωνος ὡς οἰκειοτέρας τῇ προκειμένῃ πραγματείᾳ μέτεισιν. οὗτοι γὰρ περὶ πάντων τῶν ὄντων λέγοντες ἐτίθεντό τινας οὐσίας καὶ παρὰ τὰς γενητάς τε καὶ φυσικὰς καὶ ὅλως σωματικάς τε καὶ αἰσθητάς. χρησιμωτέρα γὰρ εἰς τὴν προκειμένην πραγματείαν ἡ τῆς τούτων δόξης ἐξέτασις, ἐπεὶ ἡ ζήτησις ἡμῖν περὶ τοιούτων αἰτίων, ἃ οὐ τῶν φύσει οὐδὲ τῶν ἐν κινήσει ἐστίν, ἀλλὰ περὶ τῶν νοητῶν τε καὶ ἀσωμάτων. ὁ γοῦν Ἀναξαγόρας εἰ καὶ εἶπε νοῦν ἀσώματον, ἀλλ’ οὖν γε περὶ τῶν κατὰ μέρος ἀσωμάτων οὐ διαλέγεται, ψυχῆς καὶ ὅσα ἄλλα τοιαῦτα· ὁμοίως δὲ καὶ οἱ ἄλλοι φυσικοί, οὐδὲ Πυθαγόραν φασὶ περὶ πάντων.3 οὗτοι οὖν [οὐ] περὶ πάντων τῶν ὄντων ποιοῦνται τὴν θεωρίαν, οἱ Πυθαγόρειοι· τῶν γὰρ ὄντων τὰ μὲν αἰσθητὰ τιθέασιν εἶναι, τὰ δὲ οὐκ αἰσθητὰ ἀλλὰ νοητά, καὶ φανερὸν ὅτι περὶ ἀμφοτέρων τῶν γενῶν ποιοῦνται τὴν σκέψιν. διὸ δεῖ ἡμᾶς περὶ αὐτῶν διαλεχθῆναι τί καλῶς ἢ οὐ καλῶς λέγουσιν εἰς τὴν νῦν προκειμένην ἡμῖν σκέψιν.

“然而这些人〔只局限于〕关于生成、消灭和运动的论述。” 在记述了古人关于本原所持有的各种学说之后,[亚里士多德]现在将自然哲学家与那些亦假设了非物体实体的人区分开来;并以自然哲学家并未探讨一切实体、他们所说的思想对于眼下的探讨并无用处为由而将他们排除,进而转向考查毕达哥拉斯派与柏拉图的学说,因其与眼下的探讨更为契合。因为这些人谈及一切存在物,除了生成之物、自然之物以及一般的物体和可感之物外,还设定了某些实体。因为对于眼下的探讨而言,审视这些人的学说更为有用,既然我们的探究关乎这样一些原因,它们不属于依本性而成的存在物,亦不属于处于运动中的存在物,而是关乎可知且非物体的存在物。实际上,阿那克萨戈拉即便谈到了非物体的理智,终究没有论及个别的非物体者,如灵魂以及其他诸如此类之物;其他自然哲学家同样如此,他们也未曾说毕达哥拉斯谈论了一切事物。因此,这些人——即毕达哥拉斯派——是就一切存在物展开观照的;因为在存在物中,他们设定一部分是可感的,另一部分不是可感的而是可知的,显而易见他们是对这两大类都展开了考察。因此,针对我们眼下摆在面前的考察,我们必须讨论他们究竟在哪些方面说得好,又在哪些方面说得不好。

语法注3 条
  1. 1.76ἣ συγκατέθετο ἄν

    关系代词 ἣ(主格阴性单数)先行词为前文的 δόξαν。动词 συγκατέθετο ἄν 构成带 ἄν 的直陈式过去时虚拟句。虽然从字面结构上可将 ἣ 视为主语(“这一学说本身本会相符”),但根据紧随其后的条件分句“如果有人跟从他所说的思想”,在语义上省略的动作主体是阿那克萨戈拉本人(即“阿那克萨戈拉原本也会赞同的学说”)。

  2. 1.76ἀκόλουθα γὰρ μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ

    属格关系代词 ὧν 与比较级副词 μᾶλλον 搭配,充当比较属格,相当于 ἢ ἃ λέγειν δοκεῖ(“比他表面上似乎在说的内容更……”)。先行词被省略,不定式 λέγειν 的宾语(宾格 ἅ)被同化或作为比较属格处理。

  3. 1.77οὐδὲ Πυθαγόραν φασὶ περὶ πάντων

    此句为省略了不定式(如 λέγειν 或 διαλέγεσθαι)的“宾格加不定式”结构,动词根据前文的 οὐ διαλέγεται 补充,意为“人们也未曾说毕达哥拉斯谈论了万物”。无主语的第三人称复数 φασί 表示泛指的人们传说或普遍看法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:62.21-63.24