← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§61.20-62.20

阿那克萨戈拉的原始混合与第一质料

阿斯克勒庇俄斯为阿那克萨戈拉的学说辩护,通过将原始的混合物理解为第一质料的无规定性,展开了亚里士多德关于没有任何性质或实体在其中现实地存在的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75

" Ἀναξαγόραν δέ." Εἴ τις ὑπολάβοι τὸν Ἀναξαγόραν δύο λέγειν στοιχεῖα τὸν νοῦν καὶ τὰς ὁμοιομερείας, κατὰ λόγον ὁ τοιοῦτος ὑπολαμβάνει, ὃν λόγον ἐκεῖνος μὲν ὁ Ἀναξαγόρας οὐ διήρθρωσεν, ὡς εἰρήκαμεν, ἠκολούθει δὲ τοῖς διαρθροῦσιν αὐτόν. ἠκολούθει οὖν τοῖς τὴν δόξαν αὐτοῦ οὕτως ἐξηγουμένοις ὡς εἰρήκαμεν, ὅτι δυνάμει πάντα ἐν πᾶσιν ὑπάρχουσι καὶ οὐκ ἐνεργείᾳ. ἀτόπου γὰρ ὄντος καὶ ἄλλως τοῦ φάσκειν μεμῖχθαι τὴν ἀρχὴν πάντα δι’ ἣν εἰρήκαμεν αἰτίαν,1 καὶ διότι δεῖ τὰ μιγνύμενα πρὸ τῆς μίξεως ὑπάρχειν αὐτὰ καθ’ αὑτά (οὕτως δὲ οὐκ ἔσται ἡ μῖξις προτέρα) καὶ διὰ τὸ μὴ πεφυκέναι τῷ τυχόντι μίγνυσθαι τὸ τυχόν· πῶς γὰρ ἂν γραμμὴ καὶ λευκὸν μιχθείη, ἢ μουσικὸν καὶ λευκόν; ἔτι δὲ διὰ τὸ ἀκολουθεῖν τῷ οὕτω λέγοντι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζεσθαι τῆς οὐσίας καὶ καθ’ αὑτὰ ὑφεστάναι· ὧν γὰρ μῖξις γίνεται, τούτων καὶ χωρισμός· ὥστε εἰ καὶ ταῦτα μέμικται (τῶν πάντων γὰρ καὶ ταῦτα) καὶ χωρίζοιντο ἂν καὶ ὑπάρξουσιν αὐτὰ καθ’ αὑτὰ τὰ συμβεβηκότα, ὅπερ ἐστὶν ἀδύνατον. προσβοηθῶν δὲ τῇ δόξῃ αὐτοῦ Ἀριστοτέλης καὶ διαρθρῶν αὐτῆς τὸ βούλημα φησὶν ὅτι εἴ τις ἀκολουθήσειε συνδιαρθρῶν ἃ βούλεται λέγειν, ἴσως ἂν φανείη καινοπρεπέστερον λέγων· ὅτι γὰρ οὐδέν ἐστιν ἀποκεκριμένον καὶ ἐνεργείᾳ ὑπάρχον ἐν τῇ ὕλῃ, φανερόν ἐστιν, ἐπεὶ εἰ εἶχέ τι ἐνεργείᾳ, οὐκ ἂν ἐδέξατο ἕτερον εἶδος. διὸ καὶ ὁ Πλάτων φησὶν ὅτι κεκοινώνηκε δὲ οὐδενὶ τῶν ἐν αὐτῇ θεωρουμένων. ὥστε οὐδέν ἐστιν ἀληθὲς εἰπεῖν κατὰ τῆς οὐσίας ἐκείνης, ὅτι οὔτε λευκόν ἐστιν οὔτε μέλαν οὔτε φαιὸν οὔτε ἄλλο τι χρῶμα, ἀλλ’ ἄχρουν ἐξ ἀνάγκης· ἔμελλε γὰρ ἔχειν τι τούτων τῶν χρωμάτων καὶ οὐκ ἐδέχετο ἕτερον. διὸ κἀκεῖνός φησι ‘δέχεται τὰ πάντα καὶ οὐδενὶ ὅμοιον ἐκληρώσατο εἶδος’, περὶ τῆς ὕλης λέγων. ὁμοίως δὲ καὶ ἄχυμον τὸ δεχόμενον πάντας τοὺς χυμούς. οὐδὲν οὖν ἐστιν ἡ πρώτη καὶ ἀνείδεος ὕλη, οὔτε οὐσία οὔτε ποσὸν οὔτε ποιὸν οὔτε ἄλλη τις κατηγορία. λέγει οὖν καὶ πῶς ἐστιν ἐπακολουθοῦντα τοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθροῦν αὐτά.2 ὅτι γὰρ οὐδὲν ἦν ἀποκεκριμένον τε καὶ καθ’ αὑτὸ ὂν ἐνεργείᾳ, δῆλον ὡς οὐδὲν ἦν κατὰ τῆς οὐσίας ἐκείνης καὶ τοῦ μίγματος τοῦ ὑπ’ αὐτοῦ λεγομένου κατηγορῆσαι ἀληθῶς τῶν ὄντων· οὔτε γὰρ λευκὸν οὔτε μέλαν οὔτε φαιὸν οὔτε τι χρῶμα ἄλλο, οὐδὲ χυμόν τινα οὐδὲ ἄλλο τι τῶν τοιούτων ποιῶν οἷόν τε αὐτὸ λέγοντα εἶναι ἀληθεύειν, οὔτε ποσὸν οὔτε τινὰ τῶν ἐνεργείᾳ οὐσιῶν· ἦν γὰρ ἂν ἕν τι τούτων ἐν τῷ λεγομένῳ μίγματι ἀποκεκριμένον ἤδη καὶ ἐνεργείᾳ ὄν, ὅπερ ἦν ἀδύνατον μεμιγμένων πάντων· ἦν γὰρ ἄν τοῦτο ἄμικτον. λέγει γὰρ πλὴν τοῦ νοῦ πάντα μεμῖχθαι, τοῦτον δὲ μόνον ἀμιγῆ εἶναι καὶ καθαρόν.

“但是阿那克萨戈拉。” 如果有人认为阿那克萨戈拉是在主张两种元素——理智与同质部分,那么这样的人的主张是合乎理性的;正如我们所说,虽然那位阿那克萨戈拉本人并未将这番理路界分清楚,但他原本会听从那些为他界分的人。因此,他原本会听从那些正如我们所说的那样解释他的学说的人,即万物是以潜在的方式而非以现实的方式存在于万物之中。因为断言万物在一开始就混融在一起,根据我们所说过的原因,在其他方面也是荒谬的:既因为被混合之物在混合之前必须各自独立存在(而这样一来,混合就不会是先在的了),又因为并非任何偶然之物都生来就能与任何偶然之物混合;因为线条与白色,或者音乐性的与白色,怎能混合呢?再者,还因为对于这样主张的人来说,所导致的后果是性状与附贴物脱离实体而各自独立自存;因为凡是能产生混合之物,这些事物也能产生分离;所以,如果这些附贴物也已被混合(因为这些也属于万物),它们也就能够被分离,并且附贴物将各自独立存在,而这是不可能的。亚里士多德在援救他的学说并阐明其意旨时说,如果有人跟从他,共同界分出他意图表达的思想,他或许会显得讲出了更为新颖的见解。因为在质料中没有任何东西是被分离出来且现实地存在的,这是显而易见的,既然若它现实地具有某种东西,它就不会接受另一种形式了。正因如此,柏拉图也说,它与在它之中被观察到的任何东西都毫无份干。因此,关于那实体,没有什么可以真实地断言,因为它既非白、非黑、非灰,亦非任何其他颜色,而是必然无色的;因为若非如此,它就必定会具有这些颜色中的某一种,从而无法接受另一种颜色。正因如此,那位思想家在谈论质料时也说:“它接受一切,并未分得与其中任何事物相似的形式”。同样,接受一切滋味者自身是无味的。因此,最初的且无形式的质料什么也不是,既非实体,亦非数量,亦非性质,亦非任何其他范畴。因此[亚里士多德]也说明了,跟从他所说的思想并共同予以界分是如何可能的。因为既然没有任何东西是被分离出来并且现实地独立存在的,显然就无法针对那实体以及他所说的那种混合物真实地述谓任何存在物;因为无论说它是白色、黑色、灰色或任何其他颜色,抑或某种滋味,或诸如此类的任何其他性质,都绝不可能说出真理,说它是数量或现实存在的诸实体之一也是如此;因为若真如此,这些东西中的某一个就必定已经在所说的混合物中被分离出来且现实地存在了,而这在万物皆混融的前提下是不可能的;因为那样一来,这东西就成了未混合的了。因为他说过,除理智之外万物皆被混合,唯独理智是未混合且纯粹的。

语法注2 条
  1. 1.75ἀτόπου γὰρ ὄντος καὶ ἄλλως τοῦ φάσκειν μεμῖχθαι τὴν ἀρχὴν πάντα δι’ ἣν εἰρήκαμεν αἰτίαν

    ἀτόπου ὄντος 为属格绝对结构,表示原因,其逻辑主语为带定冠词的不定式短语 τοῦ φάσκειν μεμῖχθαι τὴν ἀρχὴν πάντα。与 δι’ ἣν εἰρήκαμεν αἰτίαν 并列,后面依次接上多种不同句式构成的理由说明:καὶ διότι δεῖ ...、καὶ διὰ τὸ μὴ πεφυκέναι ... 以及 ἔτι δὲ διὰ τὸ ἀκολουθεῖν ...。

  2. 1.75λέγει οὖν καὶ πῶς ἐστιν ἐπακολουθοῦντα τοῖς λεगोμένοις ὑπ’ αὐτοῦ συνδιαρθροῦν αὐτά

    πῶς ἐστιν 是表示可能性的无人称句式(ἔστιν + 不定式,意为“如何可能”)。不定式 συνδιαρθροῦν 的逻辑主语由表示一般泛指动作主体的宾格分词 ἐπακολουθοῦντα 来充当。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:61.20-62.20