- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:60.13-61.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯考察了恩培多克勒将友爱与争吵设定为动因的做法,指出了其缺乏单一本原以及取消生成与质变等困难;随后探讨了阿那克萨戈拉关于理智与同质部分的两元素说,剖析了万物混融说的荒谬性及其对质料概念的隐约触及。
" Καὶ περὶ τῆς τῶν κινούντων αἰτίας πότερον ἓν ἢ δύο θετέον." Ἰστέον ὅτι δύο αἴτια ποιητικὰ ὁ Ἐμπεδοκλῆς ὑπετίθετο, νεῖκος καὶ φιλίαν. καὶ κατὰ τοῦτο κατὰ τὶ μὲν αὐτὸν ἀποδέχεται· καθὸ μὲν γὰρ δύο ἀρχὰς ὑπετίθετο, τὴν μὲν μίαν τῆς συγκρίσεως καὶ τῆς εἰδοποιίας καὶ τῆς ἑνώσεως, τὴν δὲ ἑτέραν τῆς διακρίσεως καὶ τῆς ἀοριστίας καὶ τῆς διαστάσεως, κατὰ τοῦτο αὐτὸν ἀποδέχεται, ἐπειδὴ ταῦτα πάντα θεωροῦνται ἐν τοῖς πράγμασι. καθὸ δὲ οὐδὲν διελέχθη περὶ τοῦ ἁπλῶς αἰτίου, οὐκ ἀποδέχεται· ἔδει γὰρ αὐτὸν εἰπεῖν καὶ τὸ αἴτιον τῆς ἁπλῶς εἰδοποιίας ἅμα καὶ ἑνώσεως καὶ ἀοριστίας, καὶ διακρίσεως καὶ συγκρίσεως. πρὸ γὰρ τῶν δύο τὸ ἕν· τὰ γὰρ δύο ἐκ τοῦ ἑνός· ὥστε ἀνάγκη εἶναι μίαν τὴν πάντων ἀρχήν. διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι καὶ περὶ τῶν ποιητικῶν αἰτίων, πότερον ἓν ἢ δύο θετέον, οὔτε ὀρθῶς οὔτε ἀλόγως, ὡς ἐνεδείξαμεν. ἢ ὅτι ἀμφότερα καὶ συγκρίνουσι καὶ διακρίνουσιν, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· ἔσχεν οὖν πλέον τῶν ἄλλων φυσικῶν κατὰ τὰ ποιητικὰ αἴτια. ὅλως δὲ οἱ οὕτω λέγοντες καὶ γένεσιν καὶ ἀλλοίωσιν ἀναιροῦσιν· οὐ γὰρ ἂν οἱ ἀμετάβλητα ὑποτιθέμενοι τὰ στοιχεῖα λέγοιεν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ γίνεται·1 ἤγουν τὸ ἐναντίον, ἐπεὶ οὕτως ἔσονται τὰ ἐναντία, τῶν στοιχείων ὄντων ἀμεταβλήτων κατ’ αὐτούς, καί τίς ἐστι φύσις μία, ἥτις γίνεται πῦρ καὶ ὕδωρ, ὅπερ ἐκεῖνος ὁ Ἐμπεδοκλῆς οὐ λέγει. οὐκ ἂν οὖν τὸ πῦρ μετεβάλλετο εἰς ὕδωρ ἢ τὸ ὕδωρ εἰς πῦρ, εἰ μὴ ὑπῆρχέ τις ὕλη ἀνείδεος, ἥτις παρὰ μέρος δέχεται ἀμφότερα τὰ ἐναντία. τοῦτο δὲ ὁ Ἐμπεδοκλῆς σαφῶς οὐ λέγει· ὅμως ἐξ ὧν ὑποτίθεται, ἀναγκάζεται λέγειν, ἡνίκα φησὶ ‘γίνεται θερμὸν ἐκ ψυχροῦ καὶ τὸ ἐναντίον’.
“关于动因,应当设定为一个还是两个。” 应当知道,恩培多克勒设定了两个动力因,即争吵与友爱。在这方面,[亚里士多德]在某种程度上接纳了他;因为就他设定了两个本原而言——一个负责结合、赋予形式与统一,另一个负责分离、无规定性与隔开——在这方面接纳了他,因为所有这些都在事物中被观察到。但就他根本没有论及绝对的原因而言,则不接纳他;因为他理应说明同时负责绝对的赋予形式与统一及无规定性,以及分离与结合的原因。因为在二者之前有一,二者出于一;所以万物的本原必然为一。正因如此,亚里士多德说,正如我们所指出的,关于动力因应当设定为一个还是两个,[他说得]“既不正确,也非毫无道理”。或者是因为正如在《论生成与消灭》中所说的那样,两者既结合又分离;因此他在动力因方面比其他自然哲学家更高出一筹。但总的来说,这样主张的人把生成和质变都取消了;因为那些设定元素不可变的人,不可能说出〔某物〕由热和冷产生,即〔产生〕对立面,因为这样一来,按照他们的说法元素虽然不可变,对立面却将〔同时〕存在,并且存在某种变为火与水的单一本性,而那位恩培多克勒并未这样主张。因此,若不存在某种轮流接受两种对立面的无形式质料,火就不会转化为水,水也不会转化为火。然而恩培多克勒并未明确说明这一点;尽管如此,当他说“热由冷产生,反之亦然”时,根据他所设定的前提,他被迫如此主张。
"Ἀναξαγόραν δὲ εἴ τις ὑπολάβοι λέγειν δύο στοιχεῖα." Καὶ ὁ Ἀναξαγόρας οὖν, φησί, δύο ὑπετίθετο τὰ στοιχεῖα, τὸν νοῦν ποιητικὸν αἴτιον καὶ τὰς ὁμοιομερείας ὑλικόν, καὶ ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι. τοῦτο δέ ἐστιν ἀδύνατον τὸ εἶναι πάντα ἐν πᾶσιν ἐνεργείᾳ·2 οὕτως γὰρ ἔσονται πρὸ τῆς γενέσεως αὐτῶν· ἔπειτα δὲ συμβήσεται ἅμα εἶναι γραμμὴν καὶ λευκότητα καὶ μουσικὴν καὶ γραμμήν, ὅπερ ἐστὶν ἀδύνατον· οὔτε γὰρ πάντα πεφύκασιν εἰς πάντα μίγνυσθαι. ἔπειτα δὲ τὰ μιγνύμενα πρότερον αὐτὰ καθ’ αὑτὰ ὑπάρχει πρὸ τῆς μίξεως· ἔσονται οὖν τὰ συμβεβηκότα αὐτὰ καθ’ αὑτὰ ἄνευ οὐσιῶν, ἐπειδὴ μίγνυται, ὅπερ ἐστὶν ἀδύνατον. ἰστέον οὖν ὅτι ἢ συμβολικῶς ἔλεγες ταῦτα, ὦ Ἀναξαγόρα, ὅτι πάντα ἐν πᾶσι, βουλόμενος ἐντεῦθεν δηλῶσαι τὴν ὕλην, ἐπειδὴ πάντα ἐν τῇ ὕλῃ ὑπάρχουσιν, ἢ τῷ ὄντι περιφανταζόμενος τὴν ὕλην ταῦτα ἔλεγες. ἐπεὶ γὰρ ἑώρα πάντα ἐκ πάντων γινόμενα, μὴ ἐπιστήσας τῇ εἰς τὴν ὕλην ἀναλύσει, ἀπεφήνατο πάντα ἐν πᾶσιν εἶναι ἐνεργείᾳ, ὅπερ ἐστὶν ἀδύνατον· δυνάμει μὲν γάρ ἐστιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν. ἀμέλει τοι εἰ εὗρέ τινα Ἀναξαγόρας ὀρέγοντα χεῖρα ἐπὶ τὴν διάρθρωσιν, ἠγάπησεν ἄν,3 ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος.
“但是,如果有人认为阿那克萨戈拉是在主张两种元素。” 他说,阿那克萨戈拉也同样设定了两种元素:作为动力因的理智,以及作为质料原因的同质部分,并且他主张万物混融于万物之中。然而,万物现实地存在于万物之中这是不可能的;因为这样一来,它们将在自身的生成之前就已经存在。而且其次,线条、白、音乐和线条将同时存在,这是不可能的;因为并非所有事物都生来就能与所有事物混合。再者,被混合之物在混合之前本身就先在地各自独立存在;因此,附贴物由于被混合,将脱离实体而自身独立存在,这也是不可能的。所以应当知道:阿那克萨戈拉啊,你说万物在万物之中,要么是象征性地谈论这些,希望由此指明质料,因为万物都存在于质料之中;要么是你确实隐约构想出了质料而说出这些的。因为他既然看到万物由万物产生,却没有致力于将其还原为质料,便宣称万物在现实中存在于万物之中,而这是不可能的;因为它们是潜在地存在,而非现实地存在。事实上,正如我们的哲学家所说,如果阿那克萨戈拉找到了向他伸出援手以做出这番界分的人,他必定会欣然接纳。
- 1.73οὐ γὰρ ἂν οἱ ἀμετάβλητα ὑποτιθέμενοι τὰ στοιχεῖα λέγοιεν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ γίνεται
由 ἄν 搭配希求法(λέγοιεν)构成的潜在(或推论)表达。在 ὡς 从句中,介词 ἐκ 同时支配 θερμοῦ 与 ψυχροῦ(“由热和冷”),γίνεται 的主语省略,由后文的 ἤγουν τὸ ἐναντίον(“即对立面”)予以补充说明。
- 1.74τοῦτο δέ ἐστιν ἀδύνατον τὸ εἶναι πάντα ἐν πᾶσιν ἐνεργείᾳ
带冠词的不定式短语 τὸ εἶναι πάντα ἐν πᾶσιν ἐνεργείᾳ 作为同位语,具体指明前置指示代词 τοῦτο 的内容。句子的基本结构是“τοῦτο(即 τὸ εἶναι...)ἐστιν ἀδύνατον”。
- 1.74εἰ εὗρέ τινα Ἀναξαγόρας ὀρέγοντα χεῖρα ἐπὶ τὴν διάρθρωσιν, ἠγάπησεν ἄν
过去与事实相反的虚拟条件句(条件从句为 εἰ 搭配不定过去时直陈式 εὗρε;结论从句为 ἄν 搭配不定过去时直陈式 ἠγάπησεν)。分词 ὀρέγοντα 修饰不定代词 τινα,意为“伸出援手以做出界分的人”。
