← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§58.33-60.12

依生成与本性的先后论土为本原及批判转向

阿斯克勒庇俄斯阐明了亚里士多德在989a12–18中的论证,说明基于生成与自然之间的倒置关系土如何反过来可被视为本原,并标志着对主张单一不变元素的自然哲学家的批判告一段落,转入对主张多种不变元素的恩培多克勒的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.70

" Κατὰ μὲν οὖν τοῦτον τὸν λόγον." Φησὶν ὅτι κατὰ τὸν λόγον τοῦτον τὸν λέγοντα ὅτι δεῖ τὸ στοιχεῖον λεπτομερέστατον εἶναι ἐξ οὗ τοῖς ἄλλοις ἡ γένεσις, μόνοι κατορθοῦσιν οἱ πῦρ λέγοντες· οὔτε γὰρ οἱ ἀέρα οὔτε οἱ ὕδωρ οὔτε οἱ τὸ μεταξύ. οὐδὲν γὰρ οὕτως αὐτῶν ἐστὶ λεπτομερές, ὡς τὸ πῦρ.

“那么,按照这个道理。” 他说,按照这套主张其他事物的生成所由之出的元素必须由最微细部分构成的道理,唯独那些主张火的人切中了;因为无论是主张气的人,还是主张水的人,抑或是主张中间之物的人,都没有[切中]。因为它们之中没有哪一个像火那样由微细的部分构成。

§1.71

"Εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον." Εἰπὼν ταῦτα προστίθησι καθ’ ὃν λόγον δύναται τὸ ἀνάπαλιν ἡ γῆ στοιχεῖον λέγεσθαι, λέγων εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον. ἔστι γὰρ ὃ λέγει τοιοῦτον. δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τέλειον, ὕστερον ὂν τοῦ ἀτελεστέρου.1 καὶ ὕστερον μὲν ἐν τῇ γενέσει γινόμενον τὸ τελειότερον· ὁ γὰρ ἄνθρωπος τελειότερός ἐστι τοῦ ἐμβρύου· τὸ δὲ ἀτελέστερον προυπάρχει τῷ χρόνῳ, ὡς θεμέλιος οἰκίας καὶ παῖς ἀνδρός. κατὰ δὴ τὸν λόγον τοῦτόν φησι πάλιν ἔσεσθαι κάλλιον εἰρηκότας τοὺς τὰ παχυμερέστερα τῶν σωμάτων ὑποθεμένους· μᾶλλον γὰρ ταῦτα πεπέφθαι καὶ τετελειῶσθαι δοκεῖ τῶν ἀτελεστέρων καὶ πρώτων τῇ γενέσει· ἐξ ἐκείνων γὰρ εἰς τὰ παχύτερα ἡ μεταβολή. ὥστε εἰ τὸ πρότερον ἀρχή, τὸ τῇ φύσει τε καὶ οὐσίᾳ πρότερον μᾶλλον ἂν εἴη ἐν ἀρχαῖς, οὐ τὸ τῇ γενέσει. εἰ γὰρ τὸ πρῶτον τῇ γενέσει ὕστερον τῇ φύσει, τὸ ὕστερον δὲ τῇ γενέσει πρῶτον ἂν εἴη τῇ φύσει, ὑστέρα δέ, καθὸ συγκρίσει ἡ γένεσις, ἡ γῆ, αὕτη μᾶλλον ἀρχή, ἐξ ἧς πάλιν διακρίσει ἡ τῶν ἄλλων γένεσις. διάκρισις γάρ ἐστιν, ὡς εἴρηται, ἡνίκα ἐκ τῶν παχυτέρων γίνεται τὰ λεπτότερα. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον, φημὶ δὴ τὸ παχυμερέστερον, ὕστερον τῇ γενέσει, τουτέστιν ἡ γῆ, τοὐναντίον προτέρα ἔσται ἡ γῆ, ὡς τῇ φύσει προτέρα ὑπάρχουσα. ἔστι γὰρ τῇ γενέσει πρότερον τὸ πῦρ κατ’ αὐτούς, εἶτα ὁ ἀήρ, εἶτα τὸ ὕδωρ, αὖθις ἡ γῆ. ὥστε ὑστέρα τῇ γενέσει ἡ γῆ· τὸ δὲ ὕστερον τῇ γενέσει τῇ φύσει πρότερον ὑπάρχει· καὶ λοιπὸν μετ’ αὐτὴν ὕδωρ, εἶτα ἀήρ, εἶτα πῦρ.

“但是,如果在生成上在先者在自然上在后。” 在说了这些之后,他补充说明了按照何种道理反过来土也可以被称为元素,他说:“但是,如果在生成上在先者在自然上在后。”因为他所说的是这样的意思。完满之物虽然在较不完满之物之后,却总是显得在自然上居先。而且更完满之物是在生成中后产生的;因为人比胚胎更完满,但较不完满之物在时间上预先存在,正如房屋的地基对于房屋,少年对于成年男子。因此他说,按照这个道理,那些将诸物体中由更粗大部分构成者设定为本原的人,反倒会说得更为妥当;因为这些东西比起那些较不完满且在生成上居先的东西,显得受到了更多的熟化与完善;因为变化是从后者向着更粗大的东西进行的。因此,如果在先者是本原,那么在自然和实体上在先者就更应当属于本原,而非在生成上在先者。因为,如果在生成上居先者在自然上在后,而在生成上在后者在自然上居先,且土就生成是通过结合而言是在后的,那么这个[土]就更是本原,其他事物的生成又由此通过分离而发生。因为正如已经说过的,当更细微之物由更粗大之物产生时,就存在分离。因此,他所说的就是这个意思:如果在生成上在先者在自然上在后,而已熟化并结合之物——我指的是由更粗大部分构成之物,即土——在生成上在后,那么相反地,土作为在自然上先在之物将是在先的。因为按照他们的说法,在生成上火居先,然后是气,然后是水,再后是土。因此土在生成上在后;但在生成上在后者在自然上先在;接下去,在它之后是水,然后是气,然后是火。

§1.72

"Περὶ μὲν οὖν τῶν μίαν τιθεμένων αἰτίαν οἵαν εἴπομεν." Πληρώσας τὸν ἔλεγχον τὸν κατὰ τῶν φυσικῶν τῶν ὑποτιθεμένων ἓν εἶναι τὸ στοιχεῖον καὶ ἀμετάβλητον, μετέρχεται ἐπὶ τοὺς φυσικοὺς πάλιν τοὺς περὶ Ἐμπεδοκλέα τοὺς ὑποτιθεμένους πολλὰ τὰ στοιχεῖα καὶ ἀμετάβλητα. φησὶν οὖν ὅτι περὶ τῶν ὑποτιθεμένων μίαν αἰτίαν τὴν πρώτην, οἵαν εἴπομεν, ἔστω τοσαῦτα εἰρημένα. τῷ δὲ αὐτῷ ἐγκλήματι ὑποπίπτει κἂν εἴ τις ταύτας τὰς ἀρχὰς τὰς ὑλικὰς πλείονας λέγῃ μὴ λέγων ἀσωμάτους ἀρχάς, οἷον ὥσπερ ὁ Ἐμπεδοκλῆς· τέσσαρα γὰρ αἴτια ὑποτίθεται ὑλικὰ καὶ οὔτε ποιητικὸν αἴτιον κυρίως λέγει τῶν κατὰ μέρος οὔτε εἰδικόν. διὸ συμβαίνει κατὰ τὶ μὲν τὰ αὐτὰ λέγειν τοῖς μίαν ὑποτιθεμένοις ἀρχήν, κατὰ τὶ δὲ διαφέρειν. καθὸ μὲν γὰρ ἀμετάβλητα ὑποτίθεται τὰ στοιχεῖα, τὰ αὐτὰ ἐκείνοις λέγει, καθὸ δὲ πλείονα, οὐ τὰ αὐτά. ὅτι γὰρ οὔκ εἰσιν ἀμετάβλητα, αὐτὴ ἡ ἐνάργεια ἡμῖν ὑπαγορεύει· γινόμενά τε γὰρ αὐτὰ ὁρῶμεν ἐξ ἀλλήλων (τὸ γὰρ ὕδωρ τὸ ἐν τῷ λέβητι τελέως ἐξατμιζόμενον εἰς ἀέρα μεταβάλλει), ὡς οὐκ ἀεὶ διαμένοντος πυρὸς καὶ γῆς τοῦ αὐτοῦ σώματος,2 ὡς εἴρηται ἡμῖν περὶ αὐτῶν καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς Περὶ γενέσεως καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ, ὅτι εἰ μὴ μεταβάλλονται, ἔσονται ἅμα τὰ ἐναντία καὶ οὐκ ἔσται γένεσις ἀλλὰ ἀλλοίωσις.

“那么,关于那些设定如我们所说的那类单一原因的人。” 在完成了对那些设定元素为一且不可变的自然哲学家的反驳之后,他又转向以恩培多克勒为代表的那些设定元素为多且不可变的自然哲学家。因此他说,关于那些设定如我们所说的那类第一的单一原因的人,就说这么多吧。然而,即使有人像恩培多克勒那样,在不主张非物体性本原的情况下主张这些质料本原不止一个,他也会落入同样的指责之中;因为他设定了四个质料原因,却没有真正说明个别事物的动力因和形式因。因此结果是,在某种意义上他说了与那些设定单一本原的人相同的话,但在某种意义上却有所不同。因为就他设定元素不可变而言,他与那些人说了相同的话;但就他设定元素为多而言,他说的并不相同。因为它们不是不可变的,这一点明摆着的事实本身就向我们昭示了;因为我们看到它们彼此相互生成(因为大锅里的水完全蒸发后就变成了气),而火与土并非始终作为同一物体持存着,正如我们在《论生成与消灭》第二卷和《论天》第三卷中就它们所说的那样:如果它们不转化,对立的事物将同时存在,而且不会有生成,而只有质变。

语法注2 条
  1. 1.71δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τέλειον, ὕστερον ὂν τοῦ ἀτελεστέρου

    分词 ὕστερον ὂν 具有让步含义(“虽然在较不完满之物之后”),修饰主干结构 τὸ τέλειον εἶναι πρότερον τῇ φύσει。随后的 καὶ ὕστερον μὲν ἐν τῇ γενέσει γινόμενον... 则从生成的角度具体阐述该分词所包含的时间性内容。

  2. 1.72ὡς οὐκ ἀεὶ διαμένοντος πυρὸς καὶ γῆς τοῦ αὐτοῦ σώματος

    这是由 ὡς 引导的属格绝对结构,为前面的 γινόμενά τε γὰρ αὐτὰ ὁρῶμεν ἐξ ἀλλήλων 提供主观/逻辑上的依据或前提解释(“在火与土并非始终作为同一物体持存的前提下”)。τοῦ αὐτοῦ σώματος 作表语用(“作为同一物体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:58.33-60.12