- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:57.25-58.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》988b29中对早期自然哲学家只将火、气、水视作单一本体而排除土的批判。他分析了火因其微细微粒适于结合生成而被青睐的理由,同时指出若根据生成上的在先与自然上的在先之间的反向关系,土在自然上反而居先,并论及了民间传统对土的深厚推崇。
" Καὶ πρὸς τούτοις τὸ ῥᾳδίως τῶν ἁπλῶν σωμάτων." Πάλιν ἐντεῦθεν ἕτερον ἔγκλημα ἐπιφέρει κατ’ αὐτῶν λέγων ὅτι καὶ κατὰ τοῦτο ἁμαρτάνουσι καθὸ ἕν τι τῶν ἁπλῶν σωμάτων ὑπέλαβον εἶναι ἀρχὴν τῶν ὄντων, ἢ πῦρ ἢ ὕδωρ ἢ ἀέρα· γῆν γὰρ μόνην αὐτὴν καθ’ αὑτὴν οὐδεὶς ὑπέθετο (ὁ γὰρ Ξενοφάνης γῆν καὶ πῦρ ὑπετίθετο ἀρχὰς τῶν ὄντων), διότι παχύτερόν ἐστιν ἡ γῆ καὶ οὐκ ἐπιτηδεία πρὸς γένεσιν. τὰ γὰρ λεπτομερέστερα ἐπιτήδεια ὑπάρχουσι πρὸς τὴν τῶν ὄντων γένεσιν· ῥᾳδίως γὰρ μεταβάλλονται. διὸ μᾶλλον κατορθοῦσιν οἱ ὑποτιθέμενοι πῦρ, ἐπειδὴ πάντων τῶν ἄλλων στοιχείων λεπτομερέστερον ὑπάρχει, ἀέρος φημὶ καὶ ὕδατος καὶ τοῦ μεταξύ. ἰστέον δὲ ὅτι τὸ τῇ γενέσει πρότερον ὕστερόν ἐστι τῇ φύσει· ὅθεν τὸ ἔμβρυον τῇ μὲν γενέσει πρότερον ὑπάρχει, ὁ δὲ ἄνθρωπος ὁ τέλειος ὕστερός ἐστι τῇ γενέσει· ὁμοίως καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον πρῶτόν ἐστι τῇ γενέσει, τὰ δὲ ὁμοιομερῆ καὶ τὰ ὀργανικὰ ὕστερα. εἰ τοίνυν καὶ τὸ πῦρ πρῶτον τῇ γενέσει ὡς λεπτομερέστερον καὶ ἀρχοειδέστερον, μετὰ δὲ τὸ πῦρ ὁ ἀήρ, μετὰ δὲ τὸν ἀέρα τὸ ὕδωρ, μετὰ δὲ τὸ ὕδωρ ἡ γῆ, φανερὸν ὅτι τῇ γενέσει ὑστέρα ἐστὶν ἡ γῆ. ἀλλὰ τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερόν ἐστιν· ἀντιπεπονθότως γὰρ ἔχουσι ταῦτα. καὶ δῆλον ὅτι ἡ γῆ τῇ φύσει προτέρα ὑπάρχει τοῦ πυρός, καὶ ἔδει μᾶλλον καὶ αὐτὴν ἀρχὴν ὑποτίθεσθαι· νῦν δὲ οὐχ ὑποτίθενται. φησὶν οὖν ὅτι καὶ κατὰ τοῦτο ἁμαρτάνουσι, καθὸ ἓν μόνον στοιχεῖον ὑπέθεντο εἶναι ἀρχὴν πλὴν τῆς γῆς, οὐκ ἐπισκεψάμενοι τὴν ἐξ ἀλλήλων γένεσιν· οὐδὲν γὰρ αὐτῶν ἐστιν ἀρχοειδέστερον, ἀλλὰ τὰ τέσσαρα ἀρχῆς λόγον ἐπέχουσι πρὸς πάντα τὰ σώματα τὰ αἰσθητά, ἐπεὶ καὶ πάντα εἰς ἄλληλα μεταβάλλουσιν, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ μὲν γὰρ παχέα ἐκ τῶν λεπτῶν συγκρίσει γίνονται, τὰ δὲ λεπτὰ ἐκ τῶν παχέων διακρίσει. τοῦτο δὲ πάνυ διαφέρει πρὸς τὸ πρότερον καὶ τὸ ὕστερον, ἡ τῆς ἐξ ἀλλήλων † αὐτοῖς πρὸς τὴν γένεσιν διαφορά. εἰπὼν δὲ ταῦτα ἐφεξῆς δείκνυσιν ὅτι καὶ κατὰ τοὺς τῆς γενέσεως τρόπους σκοπουμένοις,1 κατὰ μὲν τὶ δόξει στοιχειωδέστατον καὶ ἀρχοειδέστατον εἶναι πάντων, ἐξ οὗ πρώτου κατὰ σύγκρισιν τῶν ἄλλων ἡ γένεσις· τοιοῦτον δ’ ἂν εἴη τὸ μικρομερέστατον καὶ λεπτότατον τῶν σωμάτων. διόπερ ὅσοι πῦρ ἀρχὴν τῶν ὄντων τιθέασι, κατὰ τοῦτον τὸν λόγον εἶεν ἂν εὐλόγως λέγοντες· καὶ γὰρ τῶν ἄλλο τι λεγόντων σῶμα στοιχεῖον καὶ μὴ τὸ πῦρ ἕκαστος2 ὁμολογεῖ τὸ δεῖν τοιοῦτον εἶναι τὸ στοιχεῖον τῶν σωμάτων. διὰ τοῦτο οὐθεὶς τῶν ὑστέρων καὶ λεγόντων ἓν εἶναι στοιχεῖον τῶν πάντων εἶπε τὴν γῆν στοιχεῖον ὑπάρχειν· καὶ φανερὸν ὅτι διὰ τὴν μεγαλομέρειαν αὐτῆς. ἕκαστον δὲ τῶν ἄλλων τριῶν στοιχείων εἴληφε κριτήν, φημὶ δὴ προστάτην· οἱ μὲν γὰρ πῦρ ὡς Ἡράκλειτος, οἱ δὲ ὕδωρ ὡς Θαλῆς, οἱ δὲ ἀέρα ὡς Ἀναξιμένης. εἰπὼν δὲ ταῦτα ἀπορεῖ λέγων, δι’ ἣν αἰτίαν μὴ καὶ τὴν γῆν ὑπέθεντο εἶναι στοιχεῖον, ὥσπερ δοκεῖ πολλοῖς τῶν ἀνθρώπων γῆ καὶ σποδός. ἀλλὰ καὶ ὁ ποιητὴς τοῦτο λέγει ‘ἀλλ’ ὑμεῖς μὲν αὖθις ὕδωρ καὶ γαῖα γένοισθε’. ἀλλὰ καὶ Ἡσίοδος· μετὰ γὰρ τὸ χάος πρώτην ταύτην γεννᾷ. ἀρχαία οὖν ἡ δόξα αὕτη ἐστὶν ἡ περὶ τῆς γῆς καὶ δημοτική, ἀρέσκουσα τοῖς πολλοῖς ἀνθρώποις.
“此外,轻易地在单纯物体中[设定除土之外的任何一种]。” 从这里开始,他又对他们提出了另一项指责,说他们在此点上也犯了错误:他们将单纯物体中的某一个——或火,或水,或气——设想为存在者的本原。因为没有人把土单独自身[作为本原]设定下来(克塞诺芬尼是将土和火设定为存在者的本原),这是因为土更为粗重,不适于生成。因为由更细微部分构成的事物适于存在者的生成,因为它们容易发生变化。因此,那些设定火的人更为切中,因为火比所有其他元素由更细微的部分构成——我指的是比气、水以及中间之物更微细。但必须明了,在生成上在先者,在自然上在后;因此胚胎在生成上固然在先,而完满的人在生成上却在后;同样,种子和经血在生成上居先,而同质部分和器官部分则在后。那么,如果火作为由更细微部分构成且更具本原特性的东西在生成上居先,在火之后是气,在气之后是水,在水之后是土,显然土在生成上是在后的。然而在生成上在后者在自然上居先;因为这两者具有相互倒置的关系。显然土在自然上先于火而存在,人们本更应当将它也设定为本原;然而现在他们却没有设定。因此他说,他们在此点上也犯了错误:他们除了土之外仅设定一种元素为本原,而未考察彼此间的生成;因为它们之中没有哪一个比别的更具本原形态,相反,这四种元素对于一切可感觉的物体都占据着本原的地位,因为它们全都相互转化,正如在《论生成与消灭》中所说的那样。因为粗重之物由细微之物通过结合而产生,而细微之物由粗重之物通过分离而产生。而这一点——即它们彼此之间在生成上的差异——对于先与后而言有着极大的不同。在说了这些之后,他紧接着表明,对于那些按照生成的方式进行考察的人来说,由结合而使其他事物的生成首先从中发生的那种东西,在某种意义上将被认为在万物中最具元素特性、最具本原特性;而这样的东西正是诸物体中由最微小部分构成、最为细微之物。因此,凡是将火设定为存在者之本原的人,按照这套道理来说应当是有理的;因为在那些主张某种其他物体是元素而非火的人之中,每个人也都承认物体的元素必定是这样一种性质的。因此,后来的那些主张万物之元素为一的人当中,没有任何人说土是元素;而显然这是由于其部分之粗大。但是其他三种元素各得其评判者,我指的是拥护者;因为有人拥护火,如赫拉克利特;有人拥护水,如泰勒斯;有人拥护气,如阿那克西美尼。在说了这些之后,他提出疑难说,究竟出于何种原因他们没有将土也设定为元素,正如在许多人看来土和灰烬是那样。然而诗人也这样说:“但愿你们重新化为水和土”;赫西俄德亦然,因为在卡俄斯之后他首先生成了这[土]。因此,关于土的这种意见是古老的,也是通俗的,契合于大众的心意。
- 1.69σκοπουμένοις
现在分词阳性复数与格,相对于其后的动词 δόξει(将被认为),充当表判断者的与格(dativus iudicantis),意为“对于那些按照生成的方式进行考察的人来说……将被认为”。
- 1.69τῶν ἄλλο τι λεγόντων σῶμα στοιχεῖον καὶ μὴ τὸ πῦρ ἕκαστος
属格分词短语 τῶν ... λεγόντων 作为部分属格修饰主语 ἕκαστος。在分词内部,ἄλλο τι σῶμα 是直接宾语,στοιχεῖον 是补足成分,构成双宾格结构(“主张某种其他物体是元素的人之中的每个人”)。随后的带冠词不定式 τὸ δεῖν 充当动词 ὁμολογεῖ 的直接宾语。
