← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§57.3-57.24

对一元论自然哲学家三个错误的剖析

阿斯克勒庇俄斯阐释了亚里士多德对一元论自然哲学家提出的最初批评,指出了他们的三个主要错误:仅设定物体本原而忽略非物体者、引入生成却排除了运动的动力原因,以及忽视了决定事物实体的形式原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.68

" Ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν." Ὅσοι πρεσβεύουσιν ἓν εἶναι τὸ πᾶν, τουτέστι μίαν εἶναι τὴν ὑλικὴν ἀρχήν, καὶ ταύτην εἶναι ἀρχὴν τῶν πάντων (διό φησι καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν), φανερὸν ὅτι κατὰ πολλοὺς ἁμαρτάνουσι τρόπους.1 τῶν γὰρ σωμάτων ἀρχὰς μόνον ὑποτίθενται, οὐκέτι δὲ καὶ τῶν ἀσωμάτων, οἷον ψυχῶν, ἀγγέλων καὶ πασῶν τῶν νοερῶν δυνάμεων. οὐ δυνατὸν οὖν ἀρχὴν ἀσωμάτου σῶμα εἶναι. δεύτερον ἐπιχειροῦντες ἀποδιδόναι τὰς αἰτίας πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ περὶ πάντων ἁπλῶς φυσιολογοῦντες τὸ τῆς κινήσεως αἴτιον ἀναιροῦσι, φημὶ δὲ τὸ ποιητικὸν αἴτιον. πῶς δὲ δυνατόν ἐστι γένεσιν γενέσθαι ἄνευ τοῦ ποιητικοῦ αἰτίου τοῦ πόρρω καὶ τοῦ προσεχοῦς; διό φησιν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι “ὁ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος.” γένεσιν οὖν εἰσάγοντες τὴν αἰτίαν τοῦ γίνεσθαί τε καὶ κινεῖσθαι καὶ ὅλως τὸ ποιητικὸν αἴτιον παρέλιπον· οὐ γὰρ δὴ ἡ ὕλη γε ἐξ ἑαυτῆς ἔχει τὸ κινεῖσθαι. τὸ δὲ περὶ γενέσεως, ἀντὶ τοῦ γενέσεως καὶ φθορᾶς,2 ἐπιχειροῦντες τὰς αἰτίας λέγειν καὶ περὶ ἁπάντων φυσιολογοῦντες τῶν ὄντων, ὧν ἐν κινήσει τὰ πλεῖστα, τὸ τῆς κινήσεως αἴτιον, τουτέστι τὸ ποιητικόν, ἀναιροῦσι. πρὸς τούτοις δὲ τὸ εἰδικὸν αἴτιον οὐδενὸς αἴτιον τιθέασιν εἶναι· κατὰ δὲ τὸ εἶδος χαρακτηρίζονται τὰ πράγματα καὶ ὑφίστανται. ἡ γὰρ οὐσία ἑκάστου τὸ εἶδος αὐτοῦ ἐστιν, ὡς δηλοῦσι καὶ οἱ ὁρισμοί· ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητὸν ὑπάρχει· αἱ γὰρ διαφοραὶ οὐκ ἐκ τῆς ὕλης ἀλλ’ ἐκ τοῦ εἴδους.

“因此,凡是将全体设定为一者的人。” 凡是主张全体为一的人,也就是主张质料本原为一、且这乃是万物的本原的人(因此他也说“他们将某种单一的本性设定为质料,且将其设定为物体的、具有大小的”),显然在许多方面犯了错误。因为他们唯独设定了物体的本原,而不再设定非物体的本原,比如灵魂、天使以及一切理智能力。因此,物体绝不可能是非物体之物的本原。其次,他们试图说明在生成与消灭之中的一切事物的诸原因,并且简言之对一切事物进行自然学探讨,却取消了运动的原因,我指的是动力原因。然而,若是没有相距较远的动力原因和直接的动力原因,生成怎可能产生呢?因此亚里士多德在《物理学》中说:“人与太阳产生人。”因此,他们一方面引入了生成,另一方面却遗漏了生成与运动的原因、以及整体上的动力原因;因为质料绝不可能凭自身拥有运动。而“关于生成”这句话是用来代替“生成与消灭”的:他们试图陈述诸原因,并对一切存在者——其中绝大多数处于运动之中——进行自然学探讨,却取消了运动的原因,即动力原因。除此之外,他们将形式原因设定为不是任何事物的原因;然而事物乃是依照形式而被刻画特征且得以存立的。因为各事物之实体乃是其形式,正如定义所表明的那样;因为人乃是有死的理性动物;差异并不是来自质料,而是来自形式。

语法注2 条
  1. 1.68Ὅσοι πρεσβεύουσιν ἓν εἶναι τὸ πᾶν... φανερὸν ὅτι κατὰ πολλοὺς ἁμαρτάνουσι τρόπους

    句首的关系从句 Ὅσοι πρεσβεύουσιν ἓν εἶναι τὸ πᾶν 在句法上属于破格(破格悬空从句)或主题化前置,作为紧随其后的非人称主句 φανερὸν ὅτι 引出的从属动词 ἁμαρτάνουσι 的逻辑主语。

  2. 1.68τὸ δὲ περὶ γενέσεως, ἀντὶ τοῦ γενέσεως καὶ φθορᾶς

    中性单数冠词短语 τὸ δὲ περὶ γενέσεως 将亚里士多德原文中的词句 περὶ γενέσεως 作为引用语名词化;其后省略了系动词或 κεῖται 等动词,意为“‘关于生成’这一表述代替了‘生成与消灭’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:57.3-57.24