← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§55.27-57.2

单一物体因说的批判与自然哲学的范围

针对亚里士多德总结四原因的充分性并转向审查前人学说,阿斯克勒庇俄斯梳理了这一批驳的论证结构。他特别阐述了亚里士多德对仅设定单一物体要素的自然哲学家的反驳,并基于自然学与第一哲学的分界提出了注疏者自身的辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66

" Ὅτι μὲν οὖν ὀρθῶς διώρισται." Ὅτι μὲν οὖν ὀρθῶς εἰρήκαμεν περὶ τῶν αἰτιῶν καὶ πόσαι εἰσὶ καὶ τίνες, μαρτυροῦσιν ἡμῖν καὶ οἱ παλαιότεροι, μὴ δυνηθέντες ἅψασθαι ἄλλης αἰτίας παρὰ τὰς τέσσαρας τὰς εἰρημένας ὑφ’ ἡμῶν. πρὸς δὲ τούτοις δεῖ γνῶναι, ἆρά γε πᾶσαι αἱ ἀρχαὶ ζητοῦνται ἢ ἔνιαι εἰς τὴν τῶν πάντων παραγωγήν. καὶ δῆλον ὅτι μάλιστα χρεία ἐστὶ τοῦ τελικοῦ αἰτίου. δεῖ οὖν ἡμᾶς εἰπεῖν, πῶς ἕκαστος τῶν πρὸ ἡμῶν εἴρηκε περὶ τῶν ἀρχῶν, καὶ διαπορῆσαι, εἴτε δυνατὸν εἶναι τῶν πάντων ὑλικὴν μόνην ἀρχήν, καθάπερ τινὲς ὑπέθεντο, ἢ εἰδικὴν ἢ ποιητικὴν ἢ τελικήν. ταῦτα οὖν δεῖ ἡμᾶς ἐκθέσθαι καὶ ἀπορῆσαι καὶ ἐπιλύσασθαι. δεῖ οὖν εἰπεῖν περὶ τῶν ἀρχῶν ἢ περὶ πασῶν ὧν ἐξεθέμεθα, τετραχῶς διελόντες τὰ αἴτια (τὸ δὲ ἢ οὕτως ἅπασαι σημαίνοι ἂν ἴσον τῷ ἢ οὕτως ἁπάσας ζητεῖσθαι),1 ἢ ἐκ τῶν τεσσάρων τινάς. καὶ γὰρ εἰ μὴ ἡ παροῦσα πραγματεία ἀπαιτεῖ τὸν περὶ πάντων τῶν αἰτίων λόγον, ἀλλ’ ὅ γε ζητούμενος τῶν αἰτίων τρόπος ἐν τοῖς τέτρασι καὶ αὐτὸς αἰτίοις ἐστί, καὶ οὐκ ἐκπίπτει τὰ αἴτια ταῦτα, διὰ τὸ μηδὲ εἶναι τρόπον ἄλλον τινὰ παρὰ τούτους αἰτίου. πρῶτον δὲ προτίθεται εἰπεῖν πῶς ἕκαστος τῶν προειρημένων εἴρηκε, καὶ τίνα ἑκάστῃ δόξῃ ἄπορα ἕπεται. [οὐκ ἔστι τὸ πρῶτον σύνθετον. εἰπάτωσαν γὰρ τί τὸ αἴτιον τῆς συνθέσεως, καὶ δῆλον ὅτι ἄλλο, ὥστε ἐκεῖνο πρῶτον· καὶ τοῦτο ἐπ’ ἄπειρον.] " Ὅσοι μὲν οὖν ἕν τι τὸ πᾶν καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασιν." Ἐκθέμενος τὰς τῶν παλαιοτέρων δόξας, ἐντεῦθεν πειρᾶται διελέγχειν τὰ μὴ καλῶς ὑπ’ αὐτῶν εἰρημένα. καὶ πρῶτόν γε περὶ τῶν φυσικῶν ποιεῖται τὸν λόγον, καὶ τῶν φυσικῶν τῶν ὑποτιθεμένων ἓν εἶναι τὸ στοιχεῖον. καί φησιν ὅτι βουλόμενοι περὶ πάντων τῶν ὄντων διαλέγεσθαι σωματικὴν ἀρχὴν μόνην ὑπετίθεντο, οὐκέτι μέντοι γε καὶ ἀσώματον. ἔδει δέ, εἴπερ καὶ τῶν ἀσωμάτων καὶ τῶν σωμάτων μία ἐστὶ κυρίως ἀρχὴ ἡ ἀσώματος, ἡ παρακτικὴ τῶν πάντων καὶ δημιουργός. φαμὲν οὖν πρὸς τὸν Ἀριστοτέλη ὅτι ὡς φυσιολόγοι περὶ μόνων τῶν σωματικῶν ἀρχῶν διελέχθησαν· καὶ αὐτὸς γὰρ τοῦτο λέγεις2 ὅτι κεχώρισται ἡ φυσιολογία τῆς θεολογίας, καὶ οὐ δεῖ τὸν φυσικὸν διαλέγεσθαι περὶ τῆς πρώτης αἰτίας· μείζονος γὰρ φιλοσοφίας τοῦτο ἔργον ἐστίν. εἰ οὖν τῷ ὄντι περὶ πάντων τῶν ὄντων διαλεγόμενοι οὐχ ὑπετίθεντο καὶ ἀσώματον ἀρχήν, τῷ ὄντι καλῶς αὐτοὺς πειρᾶται ἐλέγχειν ὁ Ἀριστοτέλης. φησὶν οὖν ὅτι οὔτε ποιητικὴν αἰτίαν ὑποτίθενται ἀλλὰ μᾶλλον ὑλικὸν αἴτιον, οὔτε δὲ εἰδικήν. καίτοι τὰ πράγματα κατὰ τὰ εἴδη χαρακτηρίζονται· αἱ γὰρ διαφοραὶ τῶν πραγμάτων ἐκ τοῦ εἴδους βλαστάνουσι, καὶ ἕκαστον τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος χαρακτηρίζεται. ἄλλως τε δὴ τοῦτο τὸ ἓν στοιχεῖον εἰδοπεποιημένον φυλάττουσι, λέγοντες αὐτὸ εἶναι ὑλικὸν αἴτιον. ὥστε συμβήσεται ἀναιρεῖσθαι γένεσιν. φησὶ γὰρ δέχεσθαι τὸ πῦρ, εἰ τύχοι, τὸ ἀέριον εἶδος μὴ φθειρομένου τοῦ πυρός. τὸ δὲ τοιοῦτον ἀλλοίωσις καὶ οὐ γένεσις, ὡς εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆς Περὶ γενέσεως καὶ φθορᾶς. ἔπειτα δὲ καὶ τὰ ἐναντία ἅμα τῷ αὐτῷ ὑποστήσονται,3 ὡς ἐν ἐκείνοις εἴρηται, ὅπερ ἐστὶν ἀδύνατον. ἀμετάβλητον δὲ ὑποτίθενται τοῦτο τὸ ἓν στοιχεῖον.

“因此,既然已经得到了正确的规定。” 因此,关于诸原因,它们有多少且是什么,我们已经作出了正确的论述,这一点连更早的哲学家们也向我们证明了,因为他们未能在我们所说的四种原因之外触及其他任何原因。除此之外,还必须明了:究竟是所有的本原都被探求,还是其中的某些本原被探求,以用于万物的产生。显然,最需要的乃是目的原因。因此,我们必须说明在我们之前的每个人是如何谈论诸本原的,并且探讨这一疑难:究竟是如某些人所设定的那样,万物唯独可能具有质料的本原,还是唯独具有形式的、动力的或目的的本原。因此,我们必须阐明、质疑并解决这些问题。因此必须阐明诸本原,究竟是应当谈论我们将诸原因区分为四种而阐述出来的所有〔本原〕(而“或者以这种方式所有的”意味着等同于“或者以这种方式所有的都被探求”),还是谈论这四种之中的某些。因为即便当下的探讨并不要求对所有的原因都进行论述,但所探求的原因方式本身也处于这四种原因之中,而且这些原因并不会落空,因为在这几种原因之外再没有任何其他的原因方式。他首先打算阐明上述每个人是如何表述的,以及每个观点伴随着哪些疑难。[第一者并不是复合的。因为让他们说出复合的原因是什么,显然是另外的事物,从而那一者才是第一者;而这将进行至无穷。]“因此,凡是将全体设定为一者、将某种单一的本性设定为质料的人。” 在阐述了更早哲学家的诸观点之后,他从这里开始试图反驳他们论述得不妥当之处。他首先论及自然哲学家,而且是那些设定构成要素为一的自然哲学家。他说,这些人虽然想要探讨所有的存在者,却唯独设定了物体的本原,而不再设定非物体的本原。然而他们本应当这样做的,假若对于非物体和物体而言,本真的单一本原乃是非物体的、且是万物的产生者与创造者的话。因此我们对亚里士多德说:他们作为自然哲学家,唯独探讨了物体的本原;因为你自己也说过,自然哲学与神学是区分开来的,自然哲学家不应当探讨第一原因;因为这是更高的哲学的任务。因此,如果实际上他们在探讨所有存在者时并未同时设定非物体的本原,那么亚里士多德试图反驳他们确实是妥当的。因此他说,他们既没有设定动力原因,而是毋宁设定了质料原因,也没有设定形式原因。然而,事物是依形式而被刻画特征的;因为事物的差异是从形式中萌生出来的,并且每个存在者都是依其固有的形式而被刻画特征的。况且,他们保持这单一的构成要素是已被形式化的,同时又说它是质料原因。从而将导致生成被取消的结果。因为他说,例如火在火自身并未毁灭的情况下接受了空气的形式。而这种事情乃是质变而不是生成,正如在《论生成与消灭》第二卷中所说的那样。其次,正如在那些〔段落〕中所述,相反者也将同时存在于同一事物中,而这是不可能的。而且他们还把这单一的构成要素设定为不可改变的。

语法注3 条
  1. 1.66τὸ δὲ ἢ οὕτως ἅπασαι σημαίνοι ἂν ἴσον τῷ ἢ οὕτως ἁπάσας ζητεῖσθαι

    针对亚里士多德原文(988b19)中的主格省略短语“或者以这种方式所有的”(ἢ οὕτως ἅπασαι),注疏者通过补出被动不定式 ζητεῖσθαι,将其在句法上解释为等同于宾格加不定式结构(“或者以这种方式所有的[本原]都被探求”)。

  2. 1.67φαμὲν οὖν πρὸς τὸν Ἀριστοτέλη ὅτι ὡς φυσιολόγοι περὶ μόνων τῶν σωματικῶν ἀρχῶν διελέχθησαν· καὶ αὐτὸς γὰρ τοῦτο λέγεις

    从主句的“我们对亚里士多德说……”(φαμὲν πρὸς τὸν Ἀριστοτέλη)到表原因的从句中“因为你自己也说过……”(καὶ αὐτὸς γὰρ τοῦτο λέγεις),句法上出现了从第三人称向第二人称呼告的转换。注疏者在此将亚里士多德视为直接对话者来为自然哲学家辩护。

  3. 1.67τὰ ἐναντία ἅμα τῷ αὐτῷ ὑποστήσονται

    动词 ὑποστήσονται 用作中间态/不及物意义(“将存立”),以中性复数主格 τὰ ἐναντία(“相反者”)为主语,与格 τῷ αὐτῷ 表示归属或处所(“在同一事物中”)。动词采取第三人称复数形式与主语相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:55.27-57.2