← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§54.14-55.26

先行哲学家对目的因的探讨与对柏拉图的辩护

阿斯克勒庇俄斯顺应亚里士多德的论述,解释说早先的哲学家们虽然将爱欲、心灵或一者设定为本原,却将其当作动力原因而非目的原因来使用,从而只是偶然地而非严格地谈及了目的原因。但他最后通过指出柏拉图等人曾主张善是万物所企求的对象、且万物皆为了万物之王而存在,为其辩护说他们事实上清楚地阐明了目的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65

" Ἢ ἔρωτα ποιοῦσιν ἀρχήν." Δοκοῦσι λέγειν τελικὸν αἴτιον οἱ ὑποτιθέμενοι εἶναι ἔρωτα· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. λέγομεν οὖν ὅτι εἰ μὲν οὕτως ἔλεγον ὅτι ὁ ἔρως τινὸς ἐφιέμενος ποιεῖ ἃ ποιεῖ, τῷ ὄντι ἔλεγον τελικὸν αἴτιον· μόνον δὲ τῷ ἔρωτι ἐν ταῖς ἀρχαῖς χρώμενοι ὡς ποιοῦντι, οὐκέτι δὲ λέγοντες τίνος χάριν, οὔ φασι τὸ τελικὸν αἴτιον. ὅτι δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς Πλάτων ἐμνημόνευσε, δείκνυσιν· αἱ γὰρ ἰδέαι αὐτῷ αἰτίαι καὶ ἀρχαὶ οὖσαι οὔτε ὡς ὕλη εἰσὶν αἰτίαι (οὐ γὰρ ἐνυπάρχουσι τοῖς αἰσθητοῖς * * * ἀμέλει τοι τὸ νεῖκος καὶ ἡ φιλία στοιχεῖα κατὰ τὸν Ἐμπεδοκλέα, ἀλλ’ οὐχ ὑλικά· οὔτε γὰρ ἐν τοῖς αἰσθητοῖς θεωροῦνται), οὔτε δὲ ποιητικὰ αἴτια ὑπάρχουσι τὰ εἴδη· τοῦ μὲν γὰρ ποιοῦντος ἴδιον τὸ κινεῖν, αὐτὰ δὲ στάσεως καὶ ἀκινησίας αἴτια τοῖς οὖσι. τῶν οὖν εἰδῶν παρακτικαί εἰσιν αὗται κατ’ αὐτόν, ὥσπερ καὶ τὸ ἓν τῶν ἰδεῶν ἐστι παρακτικόν. τοῦ οὖν τελικοῦ αἰτίου οὐδαμῶς μέμνηται, οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις. τρόπον μὲν γάρ τινα λέγουσιν αὐτῶν αἴτιον, ὃν δὲ πέφυκε τρόπον, οὐ λέγουσιν. οἱ μὲν γὰρ λέγοντες φιλίαν ἢ νοῦν ὡς ἀγαθὸν μὲν τιθέασι ταύτας τὰς αἰτίας καὶ ὡς ποιητικάς, οὐ μὴν ὡς ἕνεκά γε τούτων ἢ ὄν τι ἢ γινόμενον, ἀλλ’ ὅτι ἐκ τούτων αἱ κινήσεις. ὥστε ποιητικὸν μὲν αἴτιον λέγουσι, τελικὸν δὲ οὐ λέγουσιν. ὁμοίως δὲ καὶ οἱ ἓν λέγοντες εἶναι τὴν τῶν πάντων οὐσίαν, τουτέστιν οἱ περὶ Πλάτωνα, τὴν τοιαύτην φύσιν αἰτίαν φασὶν εἶναι τῆς οὐσίας, οὐ μέντοι γε τούτου ἕνεκα ἢ εἶναι ἢ γίνεσθαι. ὥστε λέγειν τε καὶ μὴ λέγειν αὐτοῖς περιίσταται τὸ ἀγαθὸν αἴτιον·1 οὐ γὰρ ἁπλῶς ἀλλὰ κατὰ συμβεβηκός. δείκνυσιν οὖν ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ λόγον ἐποιήσατο περὶ τῆς τελικῆς αἰτίας. τρόπον μὲν γάρ τινα λέγουσι τὸ ἀγαθὸν αἴτιον, οὐ μὴν ὡς τέλος καὶ ὡς τούτου χάριν γινομένων τῶν ἄλλων, ὡς πέφυκεν εἶναι τὸ ἀγαθὸν αἴτιον, ἀλλ’ ὡς ποιητικῷ αὐτῷ χρῶνται. Ἀναξαγόρας γὰρ τὸν νοῦν εἰσαγαγὼν καὶ Παρμενίδης τὸν ἔρωτα ἀγαθὰ μὲν καὶ ἀγαθοποιὰ αἴτια τίθενται2 ταῦτα, οὐ μὴν τούτων χάριν τὰ γινόμενα γίνεσθαί φασιν, ἀλλὰ αὐτὰ ταῦτα ποιητικὰ ἀγαθὰ αὐτοῖς ἐστι. τούτοις δὲ ὁμοίως καὶ τοὺς τὸ ἓν καὶ τὴν ἰδέαν ἀρχὰς θεμένους φησὶν εἰρηκέναι· τοὺς αὐτοὺς δὲ λέγοι ἂν καὶ τὸ ὂν λέγειν· τὸ γὰρ ἓν καὶ τὸ ὂν Πλάτων ἔλεγεν, ὂν λέγων τό τε ἓν καὶ τὴν ἰδέαν· ταῦτα γὰρ κυρίως ὄντα. οὐ γὰρ τούτων ἕνεκεν γίνεσθαι τὰ γινόμενα, ἀλλὰ ἔστι ταῦτα αὐτοῖς τοῦ εἶναι αἴτια καὶ παρακτικά. τοῦ γὰρ εἴδους τοῦτο αἴτιον, ἀλλ’ οὐ τούτων χάριν ἐκεῖνα γίνεται τε καὶ ἔστι κατ’ αὐτούς. καὶ μνημονεύουσιν οὖν τοῦ ἀγαθοῦ ἐν τοῖς αἰτίοις, καὶ τρόπον τινὰ παραλείπουσιν αὐτὸ διὰ τὸ μὴ φυλάττειν αὐτῷ τὴν οἰκείαν χώραν· κατὰ συμβεβηκὸς δὲ ἂν λέγοι αὐτοὺς τοῦ ὡς ἀγαθοῦ αἰτίου μνημονεύειν, ὅτι τὸ ὡς ἀγαθῷ αἰτίῳ εἶναι αὐτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γινόμενα γίνεσθαι.3 οἱ οὖν μὴ φυλάσσοντες τῷ ὑφ’ ἑαυτῶν λεγομένῳ ἀγαθῷ τὴν τάξιν ταύτην ἐν τοῖς αἰτίοις οὐχ ὡς τελικὸν ἀγαθὸν αὐτὸ λέγουσιν, ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται. λέγομεν οὖν ὅτι καὶ τελικὸν αἴτιον εἰρήκασι, λέγοντες τἀγαθὸν οὗ πάντα ἐφίεται· διὰ γὰρ τὴν ὑπερβλύζουσαν αὐτοῦ ἀγαθότητα πάντα αὐτοῦ ἐφίεται· ὁ γὰρ ἔρως ὁ πρὸς ἐκεῖνο ἑκάστου τελειότης ἐστί. πάλιν φησὶν ὁ Πλάτων ‘περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα’, ὥστε σαφῶς λέγει τὸ τελικὸν αἴτιον.

“或者将爱欲设定为本原。” 那些设定爱欲存在的人似乎谈到了目的原因;因为所企求的事物正是具有这种本性的。因此我们说,如果他们是这样说的,即爱欲因企求某物而做出它所做出的事情,那么他们就确实在谈论目的原因了;但由于他们仅仅在诸本原中将爱欲作为制造者来使用,而不再说明是为了什么缘故,所以他们并未阐明目的原因。此外,他指出柏拉图提及了依形式的本原;因为相虽然在他看来是原因和本原,但既不是作为质料的原因(因为它们并不内在存在于可感事物之中……事实上在恩培多克勒看来,争吵与爱是构成要素,但不是质料的构成要素;因为在可感事物中也观察不到它们),诸形式也不是作为动力原因而存在的;因为引起运动属于制造者的特有属性,而形式自身对于存在者而言则是静止与不动的因由。因此在他看来,这些[相]是诸形式的产生者,正如一者是诸相的产生者一样。因此,对于为了其缘故而有行动、变化与运动的目的原因,他完全没有提及。因为他们在某种方式上确实谈到了它们的原因,但并未以该原因依本性所具有的方式去谈论。因为那些谈论爱或心灵的人,是将这些原因设定为善的并且是动力的,绝非设定有任何事物是为了它们而存在或生成,而是设定运动是从它们出发的。因此他们阐明了动力原因,却没有阐明目的原因。同样,那些声称万物的实体是一者的人(即柏拉图学派),也说这种本性是实体的原因,然而绝非主张任何事物是为了它而存在或生成的。因此,对他们来说,谈到与未谈到善作为原因乃是兼而有之的结果;因为他们并不是无条件地、而是偶然地谈及的。因此他表明,在他之前的任何人都没有对目的原因进行论述。因为他们在某种方式上谈及了善作为原因,但绝非作为目的、且作为其他事物为了它的缘故而生成(正如善依其本性作为原因那样),而是将它作为动力的来使用。因为阿那克萨戈拉引入了心灵,巴门尼德引入了爱欲,他们将这些设定为善的且行善的原因,然而他们并未断言生成的事物是为了这些而生成的,而是这些事物本身对他们而言就是动力的善。他说,与这些人相似,那些将一者与相设定为本原的人也作出了类似的论述;而他也可以说同样这些人也谈及了“存在”;因为柏拉图谈论过一者与存在,将一者与相都称为“存在”;因为这些才是严格意义上的存在者。因为生成的事物并不是为了它们而生成的,而是这些对它们而言是存在的原因和产生者。因为这是形式的原因,但在他们看来,那些事物并不是为了这些而生成且存在的。因此,他们既在诸原因中提及了善,又在某种程度上遗漏了它,这是因为没有为它保持其固有的地位;并且他可以说,他们是偶然地提及了作为善的原因,因为对于它而言,作为善的原因而存在,就在于生成的事物是为了它的缘故而生成的。因此,那些没有为自己所说的善在诸原因中保持这种秩序的人,并未将它作为目的之善来阐明,而是将碰巧是善的那个东西,设定为了动力原因。因此我们说,他们通过说“善是万物所企求的”也阐明了目的原因;因为由于它的丰溢的善性,万物都企求它;因为朝向那一者的爱欲正是每一事物的圆满。柏拉图又说:“万物环绕着万物之王,且万物皆为了他的缘故”,因此他清楚地阐明了目的原因。

语法注3 条
  1. 1.65ὥστε λέγειν τε καὶ μὴ λέγειν αὐτοῖς περιίσταται τὸ ἀγαθὸν αἴτιον

    非人称动词 περιίσταται(意为“结果落得……”)以不定式短语 λέγειν τε καὶ μὴ λέγειν ... τὸ ἀγαθὸν αἴτιον 作为主语,并带有与格 αὐτοῖς(“对他们而言”)。τὸ ἀγαθὸν αἴτιον 充当不定式 λέγειν 的宾语或补足语(“将善作为原因来谈论与不谈论”)。

  2. 1.65ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται

    关系从句 ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι(“碰巧是善的那个东西”)前置规定了先行词 τοῦτο,后者整体作为 τίθενται 的直接宾语。ᾧ 是 συμβέβηκεν 所要求的与格补足语,ἀγαθῷ 则是与 ᾧ 一致的述语性与格。

  3. 1.65ὅτι τὸ ὡς ἀγαθῷ αἰτίῳ εἶναι αὐτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γινόμενα γίνεσθαι

    主语是带有与格的亚里士多德式本质表达(冠词+不定式+与格):τὸ ὡς ἀγαθῷ αἰτίῳ εἶναι αὐτῷ(“对于它[该原因]而言作为善的原因而存在[即其本质]”)。述语则是另一个带冠词的不定式短语 τὸ τούτου ἕνεκα τὰ γινόμενα γίνεσθαι(“在于生成的事物是为了它的缘故而生成”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:54.14-55.26