← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§52.29-54.13

早期哲学家对四原因探索的总结

本节注解了亚里士多德对前人探求四原因的总结(988a14–18),阐明了柏拉图与恩培多克勒关于善恶原因的动力因处理,并梳理了以往哲学家分别如何触及质料因、动力因、形式因与目的因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.63

" Ἔτι δὲ τὴν τοῦ εὖ καὶ τοῦ κακῶς αἰτίαν τοῖς στοιχείοις ἀπέδωκε." Φησὶν ὅτι ἔλεγε Πλάτων τὰ μὲν ἀγαθὰ γίνεσθαι ὑπὸ τοῦ ἀγαθοῦ, τὰ δὲ κακὰ ὑπὸ τοῦ κακοῦ· οὐχ ὅτι ἄκρατον κακὸν ὑπετίθετο, ἀλλὰ τὰ κατὰ μέθεξιν.1 περὶ Πλάτωνος οὖν λέγει ὅτι τὴν τοῦ εὖ τε καὶ τοῦ κακῶς αἰτίαν, τουτέστι τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν κακῶν αἰτίαν τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν, τὴν μὲν τοῦ εὖ τῷ ἑνί (τοῦτο γὰρ τὸ ὁρίζον αὐτὸ καὶ εἰδοποιοῦν), τὴν δὲ τοῦ κακῶς τῇ ἀορίστῳ δυάδι· αὕτη γὰρ τοῦ πλήθους καὶ τῆς ἀνισότητος καὶ τῆς ἐν τοῖς οὖσιν ἀοριστίας 〈αἰτία〉 κατ’ αὐτόν. εἰπὼν δὲ εἰρηκέναι Πλάτωνα περὶ τῆς ποιητικῆς αἰτίας (ἑκατέρῳ γὰρ τῶν στοιχείων ἀνατεθεικέναι αὐτὸν αἰτίαν ποιητικήν, τῷ μὲν ἑνὶ τὴν τοῦ εὖ, τῇ δὲ ἀορίστῳ δυάδι τὴν τοῦ κακῶς) ὑπέμνησεν ἡμᾶς ὅτι περὶ τῆς τοιαύτης αἰτίας ἐζήτησαν καὶ παλαιότεροι φιλόσοφοι οἱ περὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν, καὶ ὁ μὲν Ἐμπεδοκλῆς ἐχρήσατο οὐ μόνον τῷ 〈τοῦ〉 εὖ αἰτίῳ, ἀλλὰ καὶ τῷ 〈τοῦ〉 κακῶς, διελὼν τὸ ποιητικὸν αἴτιον, ὡς εἰρήκαμεν καὶ περὶ Πλάτωνος· Ἀναξαγόρᾳ δὲ ὁ νοῦς τοῦ εὖ καὶ κακῶς μόνον ποιητικὸν ὑπάρχει.

“此外,他将善与恶的原因赋予了构成要素。” 他说,柏拉图主张善的事物由善产生,恶的事物由恶产生;这并不是说他设定了纯粹无杂的恶,而是设定了通过分有而成为的[恶]。因此,关于柏拉图,他说他把善与恶的原因(即善的事物的原因和恶的事物的原因)分别赋予了构成要素,将其中之一赋予每一要素:将善的原因赋予一者(因为正是这一者限定它并赋予它形式),将恶的原因赋予不定二者;因为按照他的说法,这正是存在者中多数、不平等以及不定性的原因。在指出柏拉图谈及了动力原因(因为他为每个要素都分配了一个动力原因,将善的原因赋予一者,将恶的原因赋予不定二者)之后,他提醒我们,像恩培多克勒和阿那克萨戈拉这样的更早的哲学家们也曾探求过此类原因;正如我们也曾就柏拉图所说的那样,恩培多克勒区分了动力原因,不仅使用了善的原因,也使用了恶的原因;而在阿那克萨戈拉那里,心灵仅仅作为善与恶的动作者而存在。

§1.64

"Συντόμως μὲν οὖν καὶ κεφαλαιωδῶς." Συντόμως, φησί, καὶ ὡς ἐν κεφαλαίῳ διήλθομεν ὅτι τινὲς τῶν πρὸ αὐτοῦ εἰρήκασι περὶ τῶν ἀρχῶν τῆς ἀληθείας. περὶ γὰρ τῆς ἀληθείας. ἔθος αὐτῷ καλεῖν τὴν θεωρητικὴν φιλοσοφίαν ἀλήθειαν. ὅμως δὲ τοσοῦτον ἔχομεν ἐξ αὐτῶν, οὗ χάριν ἤλθομεν ἐπὶ τὴν τῶν ἀρχῶν ἱστορίαν, ὅτι οὐδὲ εἷς ἄλλος τρόπος αἰτίας ἐστὶ παρὰ τὰς τέσσαρας τὰς εἰρημένας ὑπ’ αὐτοῦ ἐν τῇ Φυσικῇ ἀκροάσει. καὶ τοῦτο φανερὸν γέγονε· πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τῶν αἰτίων οὐδὲ πάντων μνημονεύουσιν·2 ἀλλὰ πάντες ἀμυδρῶς μὲν περὶ τῶν αἰτίων εἰρήκασιν, ἐκείνων δέ πως ἁπτόμενοι φαίνονται τῶν ὑφ’ ἡμῶν εἰρημένων. οἱ μὲν γὰρ ὑλικὴν τὴν ἀρχὴν ὑποτίθενται, ἄν τε μίαν ὑποθῶνται αὐτὴν ἄν τε πλείους μιᾶς, καθάπερ Παρμενίδης πῦρ καὶ γῆν, κἂν ἀσώματον ὑποθῶνται ταύτην τὴν ὕλην κἂν σωματικήν. καὶ μνημονεύει Πλάτωνος πρότερον τοῦ ὑποθεμένου τὴν ὕλην ἀσώματον, τὸ μέγα καὶ τὸ μικρόν, ἔπειτα τῶν Πυθαγορείων, οἳ τὸ ἄπειρον, τοῦτο δὲ ἦν τὸ ἄρτιον. οὗτος γὰρ ἦν αὐτοῖς ὁ ἀριθμὸς ἐν ὕλῃ τιθέμενος· ὁ γὰρ περιττὸς πεπερασμένος τε καὶ εἴδους ἐπέχων χώραν. Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· σῶμα ὕλην ὑπετίθετο. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου καὶ Δημοκρίτου, καθ’ οὓς ἡ ὕλη καὶ σῶμα καὶ ἀσώματος· τὸ γὰρ κενὸν οὐ σῶμα· εἴρηκε γὰρ περὶ τούτων ἀνωτέρω. καὶ ἔτι ὅσοι ἀέρα καθάπερ Ἀναξιμένης, ἢ ὕδωρ καθάπερ Θαλῆς, ἢ πῦρ, καθάπερ Ἡράκλειτος, ἢ τὸ μεταξὺ καθάπερ Ἀναξίμανδρος, σωματικὴν ἀρχὴν ὑλικὴν ὑπετίθεντο. οὗτοι μὲν οὖν, ὡς εἴρηται, τῆς ὑλικῆς καὶ μόνης ἀρχῆς ἥψαντο. ἕτεροι δέ τινες πρὸς τῇ ὑλικῇ καὶ ποιητικὴν εἰρήκασιν, ὅσοι φιλίαν καὶ νεῖκος, καθάπερ Ἐμπεδοκλῆς, ἢ νοῦν, καθάπερ Ἀναξαγόρας, ἢ ἔρωτα, ὡς Παρμενίδης καὶ Ἡσίοδος. τὴν δὲ εἰδικὴν αἰτίαν σαφῶς οὐδεὶς εἶπε πλὴν τοῦ Πλάτωνος τοῦ ὑποτιθεμένου ἰδέας. τὰ γὰρ εἴδη οὐχ ὑποτίθενται ὡς ὑλικὸν αἴτιον, εἴ γε καὶ χωριστὰ αὐτὰ λέγουσιν,3 οὔτε δὲ ὡς τελικὸν αἴτιον ὑπολαμβάνουσι· τὰ γὰρ εἴδη ἀκινησίας αἴτια γίνονται τοῖς οὖσι, περατοῦντα τὴν ὕλην καὶ ἱστάντα αὐτήν, τὸ δὲ τελικὸν αἴτιον κινήσεώς ἐστιν αἴτιον· κινεῖ γὰρ πρὸς ἑαυτὸ τὰ πάντα. ὅτι δὲ μνημονεύει καὶ τοῦ τελικοῦ, ἐδείξαμεν διὰ τοῦ λέγειν αὐτοὺς τἀγαθὸν οὗ πάντα ἐφίεται, καὶ ὅτι πάντα ἀποβλέπουσιν εἰς τὸν βασιλέα τῶν πάντων.

“因此,简要且概括地…” 他说,我们简要地、且宛如概述一般考察了他之前的一些人关于真理本原所说的内容。至于“关于真理”,将理论哲学称为“真理”乃是他的习惯。然而,我们从他们那里获得了我们之所以进行本原考察所追求的收获:即除了他在《物理学》中所述的四种原因方式之外,绝不存在任何其他原因方式。这一点已经变得显而易见;因为所有谈及原因的人甚至都没有提及全部这些原因;但所有人虽然对原因谈得含糊其辞,却显然在某种程度上触及了我们所说的那几种原因。因为有些人将本原设定为质料的,无论他们将其设定为一个,还是不止一个(如巴门尼德设定火与土),无论他们将这一质料设定为无形体的还是有形体的。他首先提及了将质料设定为无形体(即大与小)的柏拉图,接着提及了毕达哥拉斯学派,他们设定了无限,而这就是偶数;因为对他们而言,置于质料地位的数就是偶数,而奇数则是有限的并占据形式的地位。阿那克萨戈拉则设定了同质部分的无限性;他将物体设定为质料。他没有提及留基伯和德谟克利特(依他们之见,质料既是物体也是无形体的,因为虚空不是物体),因为他在上面已经谈过他们了。此外,凡是将空气(如阿那克西美尼)、或水(如泰勒斯)、或火(如赫拉克利特)、或中间物(如阿那克西曼德)设定为本原的人,都设定了有形体的质料本原。因此,正如所说,这些人仅触及了质料本原。但另有一些人在质料本原之外还谈到了动力本原:凡是设定爱与争吵(如恩培多克勒)、或心灵(如阿那克萨戈拉)、或爱欲(如巴门尼德与赫西俄德)的人都是如此。然而形式原因,除了设定相的柏拉图之外,没有任何人清晰地谈及。因为他们并没有把形式设定为质料原因(尤其是如果他们还声称形式是分离存在的话),也没有将其视为目的原因;因为形式通过限定质料并使之停歇,成为存在者静止的原因,而目的原因则是运动的原因,因为它将万物引向自身。至于他也提及了目的原因,正如我们通过他们谈及万物所企求的善、以及万物都仰望万物之王所表明的那样。

语法注3 条
  1. 1.63οὐχ ὅτι ἄκρατον κακὸν ὑπετίθετο, ἀλλὰ τὰ κατὰ μέθεξιν

    在 οὐχ ὅτι... ἀλλά... 结构中,ἀλλά 之后省略了动词 ὑπετίθετο 及名词 κακά,意为“并非他设定了纯粹的恶,而是[设定了]通过分有[而为恶的]事物”。该句式用于做出解释性限定,说明柏拉图并未将恶本身实体化为绝对本原。

  2. 1.64πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τῶν αἰτίων οὐδὲ πάντων μνημονεύουσιν

    οὐδὲ πάντων(“甚至并非全部”)修饰属格复数 τούτων τῶν αἰτίων 构成部分否定句式,应读作:“因为所有谈及原因的人甚至都没有提及全部这些原因”。这并非全盘否定,而是说明以往哲学家虽然都触及了四原因之中的某些,但并未囊括全部四种原因。

  3. 1.64εἴ γε καὶ χωριστὰ αὐτὰ λέγουσιν

    连词 εἴ γε(既然、尤其是如果)与 καί 结合,表示强调性的条件或支撑前提:“尤其是如果他们还声称它们是分离的话”。这强调了相被描述为脱离可感实体而独立分离存在(χωριστά)的事实,以此作为形式绝不可能是质料原因的有力证据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:52.29-54.13